Ancient Greek · ~14 min
Πρὸς τοὺς ἐγκαλοῦντας, τίνος ἕνεκεν οὐκ ἐκ μέσου γέγονεν ὁ διάβολος· καὶ ὅτι οὐδὲν ἡμᾶς βλάπτει ἡ τούτου πονηρία ἐὰν προσέχωμεν· καὶ περὶ μετανοίας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De diabolo tentatore (homiliae 1-3) 1.1-2
Not analysed yet
Ὁ μὲν Ἰσαὰκ ἐπιθυμήσας ποτὲ ἄριστον ἐκ τῶν χειρῶν τοῦ παιδὸς φαγεῖν, τὸν παῖδα εἰς τὴν θήραν ἐξέπεμψεν ἐκ τῆς οἰκίας· οὗτος δὲ ὁ Ἰσαὰκ ἐπιθυμήσας ἄριστον ἐκ τῶν ἡμετέρων χειρῶν λαβεῖν, οὐχ ἡμᾶς ἐξέπεμψεν ἐκ τῆς οἰκίας, ἀλλ' αὐτὸς πρὸς τὴν ἡμετέραν ἔδραμε τράπεζαν. Τί τούτου φιλοστοργότερον γένοιτ' ἄν; τί δὲ ταπεινότερον; ὃς οὕτω θερμὴν ἐπιδείξασθαι τὴν ἀγάπην κατηξίωσε, καὶ τοσοῦτον καταβῆναι ἠνέσχετο. Διά τοι τοῦτο καὶ ἡμεῖς καὶ τὸν τόνον τῆς φωνῆς καὶ τὴν δύναμιν τῶν ποδῶν καταβαλόντες ἀπὸ τῆς ἑωθινῆς διαλέξεως, ἰδόντες τὴν πατρικὴν ὄψιν, εὐθέως ἐπελαθόμεθα τῆς ἀσθενείας, ἀπεθέμεθα τὸν ὄκνον, ἀνεπτερώθημεν ὑπὸ τῆς ἡδονῆς, εἴδομεν τὴν λαμπρὰν πολιὰν, καὶ φωτὸς ἐνεπλήσθη ἡμῶν ἡ ψυχή. Διὰ τοῦτο καὶ μετὰ προθυμίας τὴν τράπεζαν παρατιθέμεθα, ἵνα φαγὼν εὐλογήσῃ ἡμᾶς. Οὐκ ἔστιν ἐνταῦθα κλοπὴ καὶ δόλος, καθάπερ ἐκεῖ τότε· ἕτερος μὲν ἐπετάγη εἰσενεγκεῖν, ἕτερος δὲ εἰσήνεγκεν· ἀλλ' ἐγὼ καὶ ἐπετάγην εἰσενεγκεῖν, καὶ εἰσήνεγκα. Εὐλόγησον δὴ ἡμᾶς, ὦ πάτερ, εὐλογίαν πνευματικὴν, καὶ ἣν πάντες εὐχόμεθα λαβεῖν ἀεὶ, καὶ τὴν οὐ σοὶ μόνον, ἀλλὰ καὶ ἐμοὶ καὶ τούτοις πᾶσι χρησίμην· παρακάλεσον τὸν κοινὸν ἡμῶν ἁπάντων Δεσπότην, εἰς τὸ μακρὸν γῆρας τοῦ Ἰσαὰκ τὴν ζωὴν τὴν σὴν ἐξαγαγεῖν. Τοῦτο γὰρ καὶ ἐμοὶ καὶ τούτοις τῆς δρόσου τοῦ οὐρανοῦ καὶ τῆς πιότητος τῆς γῆς τιμιώτερον καὶ ἀναγκαιότερον. Ἀλλὰ γὰρ ὥρα λοιπὸν παραθεῖναι τὴν τράπεζαν· τίς οὖν ἐστιν αὕτη; Τὰ λείψανα τῶν πρώην εἰρημένων πρὸς τὴν ὑμετέραν ἀγάπην· ἔτι γὰρ, ἔτι τὸν περὶ τοῦ διαβόλου λόγον ἀνακινοῦμεν, ὃν πρὸ τούτων τῶν δύο ἡμερῶν ἐκινήσαμεν· ὃν καὶ ἕωθεν πρὸς τοὺς μυσταγωγουμένους εἴπαμεν, ὅτε περὶ ἀποταγῆς καὶ συνταγῆς διελεγόμεθα τούτοις. Ποιοῦμεν δὲ τοῦτο οὐκ ἐπειδὴ ἡδὺς ἡμῖν ὁ περὶ τοῦ διαβόλου λόγος, ἀλλ' ἐπειδὴ ἀσφαλὴς ὑμῖν ἡ περὶ τούτου διδασκαλία· ἐχθρὸς γάρ ἐστι καὶ πολέμιος· μεγάλη δὲ ἀσφάλεια τὰ τῶν ἐχθρῶν εἰδέναι σαφῶς. Εἰρήκαμεν πρώην, ὅτι βίᾳ οὐ κρατεῖ, οὐδὲ τυραννίδι, οὐδὲ ἀναγκάζων, οὐδὲ βιαζόμενος· ἐπεὶ εἰ τοῦτο ἦν, πάντας ἂν ἀπώλεσε. Καὶ τούτου τεκμήριον παρηγάγομεν τοὺς χοίρους, ὧν οὐκ ἠδυνήθησαν κατατολμῆσαι οἱ δαίμονες πρὸ τῆς ἐπιτροπῆς τοῦ Δεσπότου· τὰ βουκόλια τοῦ Ἰὼβ καὶ τὰ ποίμνια· οὐδὲ γὰρ ταῦτα διαφθεῖραι ἐτόλμησεν ὁ διάβολος, ἕως ἄνωθεν τὴν ἐξουσίαν ἔλαβεν. Ἓν τοίνυν τοῦτο πρῶτον ἐμάθομεν, ὅτι βίᾳ ἡμῶν οὐ κρατεῖ, οὐδὲ ἀνάγκῃ· δεύτερον μετ' ἐκεῖνο προσεθήκαμεν, ὅτι καὶ ἀπάτῃ κρατῶν, οὐδὲ οὕτω πάντων περιγίνεται· καὶ πάλιν αὐτὸν τὸν ἀθλητὴν εἰς μέσον παρηγάγομεν τὸν Ἰὼβ, καθ' οὗ μυρία κινήσας μηχανήματα, οὐδὲ οὕτω περιεγένετο, ἀλλὰ καὶ ἡττηθεὶς ἀνεχώρησεν. Ἓν ὑπολείπεται ζήτημα λοιπόν. Ποῖον δὴ τοῦτο; Ὅτι εἰ καὶ μὴ βίᾳ, φησὶ, κρατεῖ, ἀλλ' ἀπάτῃ· καὶ διὰ τοῦτο βέλτιον ἦν αὐτὸν ἀφανισθῆναι. Εἰ γὰρ καὶ περιεγένετο ὁ Ἰὼβ, ἀλλ' ἠπατήθη ὁ Ἀδὰμ καὶ ὑπεσκελίσθη· εἰ δὲ ἀνῃρέθη ἐκ μέσου καθάπαξ, οὐδὲ ὁ Ἀδὰμ ἂν ὑπεσκελίσθη ποτέ· νῦν δὲ μένων ἡττᾶται μὲν ὑφ' ἑνὸς, περιγίνεται δὲ πολλῶν· δέκα αὐτοῦ κρατοῦσιν, ἀλλὰ μυρίων αὐτὸς κρατεῖ καὶ καταγωνίζεται· εἰ δὲ ἀνεῖλεν αὐτὸν ἐκ τοῦ μέσου, οὐκ ἂν οὐδὲ οἱ μύριοι ἀπώλοντο. Τί οὖν πρὸς τοῦτο ἐροῦμεν; Ὅτι μάλιστα μὲν πολὺ τιμιώτεροι τῶν ἡττωμένων οἱ κρατοῦντες, κἂν οἱ μὲν πλείους, οἱ δὲ ἐλάττους ὦσι. Κρείσσων γὰρ εἷς, φησὶ, ποιῶν θέλημα Θεοῦ, ἢ μύριοι παράνομοι. Δεύτερον δὲ ὅτι ἀναιρεθέντος τοῦ ἀνταγωνιστοῦ, αὐτὸς ὁ κρατῶν ἐπηρεάζεται δι' ἐκείνου. Ἂν μὲν γὰρ ἀφῇς μένειν τὸν ἀντίπαλον, οἱ ῥᾳθυμότεροι οὐχὶ διὰ τοὺς σπουδαιοτέρους, ἀλλὰ διὰ τὴν ἑαυτῶν ῥᾳθυμίαν ἐπηρεάζονται· ἂν δὲ ἀνέλῃς τὸν ἀνταγωνιστὴν, οἱ σπουδαιότεροι διὰ τοὺς ῥᾳθύμους ἐπεβουλεύθησαν, καὶ τὴν οἰκείαν οὐκ ἐπεδείξαντο δύναμιν, οὐδὲ τῶν στεφάνων ἐπέτυχον.