Ancient Greek · ~13 min
Πρὸς τοὺς λέγοντας, ὅτι δαίμονες τὰ ἀνθρώπινα διοικοῦσι, καὶ δυσχεραίνοντας ἐπὶ ταῖς τοῦ Θεοῦ κολάσεσι, καὶ σκανδαλιζομένους ἐπὶ ταῖς τῶν φαύλων εὐημερίαις καὶ δυσπραγίαις τῶν δικαίων. Ὁμιλία αʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De diabolo tentatore (homiliae 1-3) 8.1
Not analysed yet
Τοῦτο τοίνυν εἰς νοῦν λαβὼν, παῦσαι κατηγορῶν τοῦ Δεσπότου, μαθὼν ὅτι οὐκ ἐγκαταλιμπάνων τὸν τοιοῦτον ὁ Θεὸς ἀφίησι πάσχειν κακῶς, ἀλλὰ στεφανῶσαι καὶ λαμπρότερον ποιῆσαι βουλόμενος. Ἂν δὲ ἁμαρτωλὸν ἴδῃς τιμωρούμενον, ἀναμνήσθητι τοῦ παραλυτικοῦ τοῦ τριάκοντα ὀκτὼ ἔτη ἔχοντος ἐπὶ τῆς κλίνης. Ὅτι γὰρ κἀκεῖνος δι' ἁμαρτίας τῇ νόσῳ παρεδόθη τότε ἐκείνῃ, ἄκουσον τοῦ Χριστοῦ λέγοντος· Ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται. Ἢ γὰρ ἁμαρτημάτων τίνομεν δίκας κολαζόμενοι, ἢ στεφάνων λαμβάνομεν ὑπόθεσιν, ἂν ἐν κατορθώμασι ζῶντες πάσχωμεν κακῶς. Ὥστε κἂν ἐν δικαιοσύνῃ, κἂν ἐν ἁμαρτίαις ζῶμεν, χρήσιμον ἡμῖν ἡ κόλασις, ὁτὲ μὲν λαμπροτέρους ποιοῦσα, ὁτὲ δὲ σωφρονεστέρους ἐργαζομένη, καὶ τὴν μέλλουσαν ἡμῖν ἐπικουφίζουσα τιμωρίαν. Ὅτι γὰρ ἔστιν ἐνταῦθα κολασθέντα καὶ ἐνεγκόντα εὐχαρίστως, πραοτέρας ἀπολαῦσαι ἐκεῖ τῆς τιμωρίας, ἄκουσον τοῦ Παύλου λέγοντος· Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί. Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· κρινόμενοι δὲ ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Ταῦτα οὖν ἅπαντα εἰδότες, καὶ τὰ τοιαῦτα φιλοσοφῶμεν περὶ τῆς τοῦ Θεοῦ προνοίας, καὶ τοὺς ἀντιλέγοντας ἐπιστομίζωμεν. Κἂν ᾖ τι τῶν γιγνομένων τὴν διάνοιαν ὑπερβαῖνον τὴν ἡμετέραν, μὴ ἀπὸ τούτου τὰ καθ' ἡμᾶς ἀπρονόητα εἶναι νομίζωμεν, ἀλλ' ἐκ μέρους καταλαβόντες αὐτοῦ τὴν πρόνοιαν, ἐν τοῖς ἀκαταλήπτοις παραχωρῶμεν αὐτοῦ τῷ ἀνεξιχνιάστῳ τῆς σοφίας. Εἰ γὰρ ἀνθρώπου τέχνην οὐ δυνατὸν καταλαβεῖν τῷ ἰδιώτῃ, πολλῷ μᾶλλον τῆς τοῦ Θεοῦ προνοίας τὸ ἄπειρον ἀδύνατον συνιδεῖν ἀνθρωπίνῃ διανοίᾳ· Ἀνεξερεύνητα γὰρ τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Ἀλλ' ὅμως ἀπὸ τῶν ὀλίγων καὶ περὶ τοῦ παντὸς σαφῆ καὶ δήλην λαβόντες πίστιν, ὑπὲρ ἁπάντων τῶν γιγνομένων εὐχαριστῶμεν αὐτῷ. Καὶ γὰρ καὶ ἕτερός ἐστι λόγος ἀναντίῤῥητος τοῖς βουλομένοις περὶ τῆς τοῦ Θεοῦ προνοίας φιλοσοφεῖν. Ἐρώμεθα γὰρ τοὺς ἀντιλέγοντας, Ἆρα ἔστι Θεός; κἂν μὲν εἴπωσιν, ὅτι οὐκ ἔστι, μηδὲ ἀποκρινώμεθα. Ὥσπερ γὰρ τοῖς μαινομένοις οὐκ ἄξιον ἀποκρίνεσθαι, οὕτως οὐδὲ τοῖς λέγουσι μὴ εἶναι Θεόν, Εἰ γὰρ πλοῖον ὀλίγους ναύτας ἔχον καὶ ἐπιβάτας, οὐκ ἂν οὐδὲ ἓν στάδιον διασωθείη χωρὶς τῆς κυβερνώσης αὐτὸ χειρὸς, πολλῷ μᾶλλον κόσμος τοσοῦτος, τοσαῦτα σώματα ἔχων ἐν ἑαυτῷ ἐκ διαφόρων συγκείμενα στοιχείων, ἐπὶ τοσοῦτον χρόνον οὐκ ἂν διήρκεσεν, εἰ μὴ πρόνοια ἦν τις ἐφεστῶσα, καὶ τόδε τὸ πᾶν συγκρατοῦσα καὶ συνέχουσα διηνεκῶς. Ἂν δὲ αἰσχυνθέντες τὴν κοινὴν ἁπάντων ψῆφον καὶ τὴν ἀπὸ τῶν πραγμάτων πεῖραν, ὁμολογήσωσιν εἶναι Θεὸν, ἐκεῖνο λέγωμεν πρὸς αὐτοὺς, ὅτι εἰ ἔστιν ὁ Θεὸς, ὥσπερ οὖν καὶ ἔστιν, ἀκόλουθον εἶναι καὶ δίκαιον· εἰ γὰρ μή ἐστι δίκαιος, οὔτε Θεός ἐστιν· εἰ δὲ δίκαιός ἐστιν, ἑκάστῳ τὰ κατ' ἀξίαν ἀποδίδωσιν. Ἀλλ' ὁρῶμεν οὐ πάντας ἐνταῦθα κατ' ἀξίαν ἀπολαμβάνοντας· οὐκοῦν ἀνάγκη τινὰ ἐλπίσαι ἑτέραν ἀποκειμένην ἀμοιβὴν, ἷνα ἑκάστου τὰ κατ' ἀξίαν ἀπολαβόντος, φανῇ τοῦ Θεοῦ τὸ δίκαιον. Οὗτος γὰρ ὁ λόγος, οὐ τὴν περὶ προνοίας μόνον, ἀλλὰ καὶ τὴν περὶ ἀναστάσεως συνεισάγει φιλοσοφίαν ἡμῖν. Ταῦτα τοίνυν εἰδότες, καὶ αὐτοὶ μελετῶμεν τὰ περὶ προνοίας καὶ ἀναστάσεως, καὶ ἑτέρους διδάσκωμεν, καὶ σπουδὴν ποιησώμεθα ἅπασαν τοὺς κατὰ τοῦ Δεσπότου λυττῶντας ἐπιστομίζειν, καὶ αὐτοὶ δοξάσωμεν αὐτὸν ἐν πᾶσιν. Οὕτω γὰρ πλείω τὴν κηδεμονίαν αὐτοῦ ἐπισπασόμεθα, καὶ πολλῆς ἀπολαύσομεν ῥοπῆς, καὶ οὕτω δυνησόμεθα τῆς ὄντως ἀπαλλαγῆναι κακίας, καὶ τῶν μελλόντων ἐπιτυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.