Ancient Greek
Section 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Eleazaro et septem pueris 2.1
Not analysed yet
Ἵν' οὖν μὴ ἐν τῇ κοινῇ πάντων ἡδονῇ μόνοι οἱ τὰ τοιαῦτα νοσοῦντες ἀλγῶσιν, ἀλλ' εἰλικρινεῖ διανοίᾳ τοὺς ἀγωνιστὰς περιπτύξωνται, καὶ καθαροῖς ὄμμασιν αὐτοὺς ἴδωσι, τὸ ὑφορμοῦν αὐτῶν ταῖς διανοίαις σήμερον ὑποσύραντες, εἰλικρινεῖ τῇ γνώμῃ καὶ καθαρᾷ τῇ διανοίᾳ παρασκευάσομεν αὔριον αὐτοὺς ἀπαντῆσαι πρὸς τὴν πανήγυριν τὴν πνευματικήν. Ἐγὼ γὰρ τοσοῦτον οὐ παραιτοῦμαι μετὰ τῶν ἄλλων καταλέγειν αὐτοὺς μαρτύρων, ὅτι δὴ καὶ λαμπροτέρους τούτους εἶναί φημι. Τότε γὰρ ἠγωνίσαντο, ὅτε οὐδέπω ἦσαν αἱ χαλκαῖ κλασθεῖσαι πύλαι, οὔτε ὁ μοχλὸς ὁ σιδηροῦς περιαιρεθεὶς, ὅτε ἔτι ἡ ἁμαρτία ἐκράτει, καὶ ἡ κατάρα ἤνθει, καὶ τοῦ διαβόλου ἡ ἀκρόπολις συνειστήκει, καὶ ἀτριβὴς ἦν ἔτι τῆς τοιαύτης ἀρετῆς ἡ ὁδός. Νῦν μὲν γὰρ καὶ μειράκια κομιδῇ καὶ παρθένοι πολλαὶ πολλαχοῦ τῆς οἰκουμένης ἁπαλαὶ καὶ ἀπειρόγαμοι κατὰ τῆς τοῦ θανάτου τυραννίδος ἀπεδύσαντο· τότε δὲ πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας καὶ δίκαιοι σφόδρα αὐτὸν ἔτρεμον. Ὁ γοῦν Μωϋσῆς διὰ τοῦτον ἔφυγε τὸν φόβον· καὶ Ἠλίας τεσσαράκοντα ἡμερῶν ὁδὸν ἐντεῦθεν ἀπέδρα· καὶ ὁ πατριάρχης Ἀβραὰμ διὰ τοῦτο τῇ γυναικὶ παρῄνει λέγειν, ὅτι Ἀδελφὴ αὐτοῦ εἰμι καὶ οὐ γυνή. Καὶ τί δεῖ τοὺς ἄλλους λέγειν; αὐτὸς γὰρ ὁ Πέτρος οὕτως ἐδεδοίκει τὸν θάνατον, ὡς μηδὲ θυρωροῦ ἀπειλὴν ἐνεγκεῖν· καὶ γὰρ φοβερὸς ἦν καὶ ἀπρόσιτος, οὐδέπω αὐτοῦ τῶν νεύρων ἐκκεκομμένων, οὐδὲ τῆς δυνάμεως καταλελυμένης. Ἀλλ' ὅμως οὗτοι τότε, ὅτε οὕτω φοβερὸν ἔπνει, κατηγωνίσαντο αὐτὸν καὶ κατεπάλαισαν. Ἐπειδὴ γὰρ ἔμελλε λοιπὸν ὁ τῆς δικαιοσύνης ἀνίσχειν ἥλιος, ὅπερ ἐπὶ τῆς ἡμέρας γίνεται, καὶ τότε συνέβη. Καθάπερ γὰρ καὶ μηδέπω φανέντος ἡλίου, φαιδρὸς ἡμῖν ὁ ὄρθρος φαίνεται, τῶν μὲν ἀκτίνων οὐδέπω γιγνομένων δήλων, τοῦ δὲ φωτὸς τῶν ἀκτίνων τὴν οἰκουμένην καὶ πόῤῥωθεν καταλάμποντος· οὕτω δὴ καὶ τότε συνέβη. Ἐπειδὴ γὰρ παραγίνεσθαι ἔμελλεν ὁ τῆς δικαιοσύνης ἥλιος, λοιπὸν δὴ τὸ σκότος τῆς δειλίας ἐλύετο, καὶ οὐδέπω παρόντος αὐτοῦ κατὰ σάρκα, ἀλλ' ἐγγὺς αὐτοῦ καὶ ἐν προοιμίοις ὄντος, καὶ αὐτῶν λοιπὸν ἁπτομένου τῶν πραγμάτων. Ὅτι μὲν οὖν πολλὴν ἀνδρείαν ἐπεδείξαντο ἐν τοῖς καιροῖς ἀγωνισάμενοι τοῖς τοιούτοις, παντί που δῆλόν ἐστιν· ὅτι δὲ καὶ ὑπὲρ Χριστοῦ τὰ τραύματα ἔλαβον, τοῦτο ἤδη δεῖξαι πειράσομαι. Τίνος γὰρ ἕνεκεν ἔπαθον, εἰπέ μοι; Τοῦ νόμου, φησὶν, ἕνεκεν, καὶ τῶν ἐν τῷ νόμῳ κειμένων γραμμάτων. Ἂν τοίνυν φανῇ Χριστὸς ὁ τὸν νόμον ἐκεῖνον δεδωκὼς, οὐκ εὔδηλον ὅτι ὑπὲρ τοῦ νόμου παθόντες, ὑπὲρ τοῦ νομοθέτου τὴν καρτερίαν ἐπεδείξαντο πᾶσαν ἐκείνην; Φέρε δὴ οὖν τοῦτο ἀποδείξωμεν σήμερον, ὅτι Χριστός ἐστιν ὁ τὸν νόμον δεδωκώς. Τίς οὖν ταῦτά φησιν; Ὁ ταῦτα σαφῶς ἐπιστάμενος, τά τε παλαιὰ καὶ τὰ νέα, Παῦλος, ὁ τῆς οἰκουμένης διδάσκαλος· Κορινθίοις γὰρ ἐπιστέλλων, οὕτω πώς φησιν· Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάττῃ, καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, τὸ μάννα λέγων, καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον, τὸ ὕδωρ λέγων τὸ ἀπὸ τῆς πέτρας. Εἶτα δεικνὺς ὅτι ὁ Χριστὸς ταῦτα ἐποίει τὰ θαύματα, ἐπήγαγεν· Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Καὶ εἰκότως· οὐ γὰρ ἡ φύσις τῆς πέτρας ἠφίει τὸ ὕδωρ καὶ τοὺς ποταμοὺς ἐκείνους, ἀλλ' ἡ τοῦ Χριστοῦ ἐνέργεια τύπτουσα τὸν λίθον, ἀναδίδοσθαι τὰς πηγὰς παρεσκεύαζε. Διὰ τοῦτο καὶ πνευματικὴν πέτραν ἐκάλεσε, καὶ ἀκολουθεῖν ἔφη· ἡ δὲ αἰσθητὴ οὐκ ἀκολουθεῖ, ἀλλ' ἐν ἑνὶ ἵδρυται χωρίῳ· ἀλλ' ἡ πανταχοῦ παροῦσα δύναμις καὶ πάντα θαυματουργοῦσα, ἐκείνη καὶ τὴν πέτραν ἀνέῤῥηξεν. Εἰ δὲ οὐκ ἀνέχοιτο τῶν ῥημάτων τούτων ὁ Ἰουδαῖος, φέρε δὴ τοῖς οἰκείοις αὐτὸν ὅπλοις ἕλωμεν, οὐδὲν ἀπὸ Παύλου καὶ Πέτρου καὶ Ἰωάννου, ἀλλ' ἀπὸ τῶν προφητῶν αὐτῷ διαλεγόμενοι, ἵνα μάθῃ ὅτι τὰ πράγματα παρ' αὐτῷ, τὰ δὲ νοήματα παρ' ἡμῖν.