Ancient Greek · ~16 min
Section 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Eleazaro et septem pueris 3.1
Not analysed yet
Τίς οὖν τῶν προφητῶν ταῦτά φησιν, ὅτι τὴν Παλαιὰν αὐτὸς ἔδωκε Διαθήκην; Ὁ ἐκ κοιλίας ἁγιασθεὶς Ἱερεμίας, ὁ ἐν νεότητι λάμψας. Ποῦ καὶ πότε; Ἄκουε τῶν ῥημάτων αὐτῶν, καὶ παιδεύου σαφῶς ἐκ τῶν λεγομένων. Τίνα τοίνυν ἐστὶ τὰ ῥήματα; Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος. Ἐκ προοιμίων εὐθέως ἀνίστησι τὸν ἀκροατὴν, καὶ διεγείρει τὰ φρονήματα τῶν ἀκουόντων, δεικνὺς ὅτι οὐκ αὐτοῦ τὰ ῥήματα, ἀλλὰ τοῦ ἀπεσταλκότος αὐτὸν Θεοῦ. Ἰδοὺ ἡμέραι ἔρχονται. Εἶτα δείκνυσιν, ὅτι περὶ μελλόντων ἡμῖν διαλέγεται πραγμάτων. Πῶς οὖν, εἰ περὶ μελλόντων διαλέγεται, τὴν Παλαιὰν, φησὶν, αὐτὸς ἔδωκε; Ἀνάμεινον καὶ μὴ θορύβει, καὶ τότε ὄψει σαφῶς τῆς ἀληθείας τὴν λαμπηδόνα. Ὅτε γὰρ ταῦτα ἐλέγετο, ὁ νόμος ἦν δεδομένος καὶ παραβαθεὶς, ἡ δὲ Καινὴ οὐδέπω. Ταῦτα τοίνυν σαφῶς ἐπὶ ταῖς διανοίαις ὑμῶν ἐναποθέμενοι, δέχεσθε τὴν λύσιν τῶν πολλοῖς διαπορουμένων. Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, τὸν παρόντα καιρὸν δηλῶν, καὶ διαθήσομαι ὑμῖν διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν ὑμῶν. Ἐρωτῶ τὸν Ἰουδαῖον, ἐρωτῶ τὸν ἀσθενοῦντα ἀδελφὸν, τίς τὴν καινὴν ἔδωκε διαθήκην; Πάντως ἐρεῖ πᾶς, ὅτι ὁ Χριστός. Οὐκοῦν οὗτος καὶ τὴν παλαιάν· ὁ γὰρ εἰπὼν, ὅτι Διαθήσομαι διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην, ἔδειξεν ὅτι κἀκείνην αὐτὸς διέθετο· οὐκοῦν ἀμφοτέρων τῶν διαθηκῶν εἷς ὁ νομοθέτης. Καὶ πότε διέθετο τὴν παλαιὰν, εἰπέ μοι; Ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου. Ἰδὲ πῶς καὶ τὴν εὐκολίαν ἔδειξε τῆς ἐξόδου, καὶ τὴν φιλοστοργίαν τὴν αὐτοῦ, καὶ τὴν ἄδειαν τῆς τότε διεξαγωγῆς, καὶ ὅτι πάντα αὐτὸς ἐθαυματούργει τὰ ἐν Αἰγύπτῳ. Τῷ γὰρ εἰπεῖν, Ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, τὰ θαύματα πάντα ἐδήλωσεν· ἡ γὰρ ἔξοδος ἐκείνη διὰ τῶν σημείων τῶν παραδόξων ἐκείνων ἐγίνετο. Καὶ αὐτοὶ οὐκ ἐνέμειναν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος. Ὅτι μὲν οὖν καινῆς καὶ παλαιᾶς διαθήκης εἷς ὁ νομοθέτης, ἐντεῦθεν δῆλον. Ἐνταῦθα δὲ εἴ τις ἀκριβῶς κατεῖδε τὸ εἰρημένον, οἶδεν ὅτι οὐ τῆς τυχούσης ἀπορίας γέμει· λέγων γὰρ τὴν αἰτίαν, δι' ἣν μέλλει διδόναι διαθήκην ἑτέραν, καινὴν αὐτὴν εἶπεν, τουτέστι παράδοξον· Διαθήσομαι γὰρ, φησὶ, διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν τῇ διαθήκῃ μου· κἀγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος. Καὶ μὴν διὰ τοῦτο αὐτοὺς κολασθῆναι ἔδει, καὶ τὴν ἐσχάτην δοῦναι δίκην, καὶ τιμωρίαν ὑποστῆναι τὴν ἀφόρητον, ὅτι τοσούτων ἀπολαύσαντες θαυμάτων, καὶ νόμον λαβόντες, οὐδαμόθεν ἐγένοντο βελτίους. Ἀλλ' ὧδε μὲν αὐτοὺς οὐκ ἀπαιτεῖ δίκην, ἀλλὰ καὶ μείζονα ἐπαγγέλλεται τῶν προτέρων. Ἔδει μὲν οὖν καὶ σήμερον ἐπαγαγεῖν τῇ διαπορήσει ταύτῃ τὴν λύσιν, ἀλλ' ἐπειδὴ καὶ πρὸς ἕτερον ἡμῖν ὁ λόγος ἐπείγεται, καὶ βουλόμεθα ὑμᾶς παιδεύειν, ὥστε μὴ παρ' ἡμῶν πάντα μανθάνειν, ἀλλὰ καὶ οἴκοθεν εὑρίσκειν, τοῦτο ὑμῖν καταλιμπάνω ζητῆσαι καὶ εὑρεῖν. Ἐὰν δὲ ἴδωμεν ζητήσαντας μὲν, οὐχ εὑρόντας δὲ, τότε καὶ αὐτοὶ χεῖρας ὀρέξομεν· ὥστε δὲ καὶ εὐκολωτέραν ὑμῖν γενέσθαι τὴν εὕρεσιν, καὶ τὰ χωρία τὰ ἀποστολικὰ, ἐν οἷς μάλιστά ἐστι τὸν θησαυρὸν εὑρεῖν καὶ τῆς ἐπαπορήσεως ταύτης τὴν λύσιν, ἤδη ὑμῖν προαγορεύω· ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ, καὶ πρὸς Γαλάτας, καὶ πρὸς Ἑβραίους, τουτὶ τὸ κεφάλαιον θεὶς διέλυσε. Καὶ ὅσοι φιλόπονοι, δυνήσονται ἐπελθόντες τὰς ἐπιστολὰς τὴν λύσιν φωρᾶσαι ταύτην, ἐὰν τὰς μεταξὺ ταύτας ἡμέρας μὴ συλλόγοις ἀκαίροις μηδὲ ἀδολεσχίαις ἀνονήτοις ἑαυτοὺς δῶτε, ἀλλὰ τῇ μερίμνῃ τῶν εἰρημένων προσηλωμένοι, τὸν θησαυρὸν ἀνορύττητε. Τοῦτο τέως ἄλυτον ἀφέντες, ἐπὶ τὰ ἑξῆς βαδιούμεθα. Τίνα δὲ τὰ ἑξῆς; Ὅτι αὕτη ἡ διαθήκη, ἣν διαθήσομαι ὑμῖν, λέγει Κύριος· διδοὺς νόμους μου εἰς διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς. Καὶ οὐ μὴ διδάξουσιν ἕκαστος τὸν πολίτην αὐτοῦ, καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγων· Γνῶθι τὸν Κύριον· ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν, ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν, καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. Εἰπὼν παλαιὰν διαθήκην, ἣν ἔδωκεν· εἰπὼν καὶ νέαν, ἣν μέλλει διδόναι, ὑπογράφει δὴ καὶ τὴν εὐμορφίαν αὐτῆς, καὶ δείκνυσιν αὐτῆς τοὺς χαρακτῆρας, καὶ τὰ παράσημα ἐπάλληλα τίθησιν, ἵνα μάθῃς πόσον τὸ διάφορον τῆς καινῆς πρὸς τὴν παλαιὰν, τὸ διάφορον, οὐ τὸ ἐναντίον· πόση ἡ ὑπεροχὴ, πόση ἡ λαμπηδὼν, πόση ἡ ἀστραπὴ τῶν δωρεῶν καὶ τῆς χάριτος.