Ancient Greek · ~18 min
Section 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De Eleazaro et septem pueris 4.1
Not analysed yet
Τίνες οὖν οἱ χαρακτῆρες τῆς καινῆς; Διδοὺς νόμους μου εἰς διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίαις αὐτῶν ἐπιγράψω αὐτούς. Ὁ μὲν γὰρ παλαιὸς νόμος ἐν πλαξὶ λιθίναις ἐγράφη, καὶ ἐπειδὴ αἱ πρῶται συνετρίβησαν πλάκες, ἑτέρας πάλιν ἐκόλαψε, καὶ ἐκεῖ τὰ γράμματα ἐγχαράξας, κατέβαινε Μωϋσῆς, συγγενῆ τῆς ἀναισθησίας τῶν δεχομένων τὴν φύσιν τῶν δέλτων ἔχων. Ἡ δὲ καινὴ οὐχ οὕτως· οὐ γὰρ πλάκες ἐκολάφθησαν, ὅτε ἡ καινὴ διαθήκη ἐδίδοτο, ἀλλὰ πῶς καὶ τίνι τρόπῳ; Ἄκουε τοῦ Λουκᾶ διηγουμένου· Ἦσαν πάντες ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτὸ, φησί· καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ φωνὴ ὡσεὶ φερομένης πνοῆς βιαίας· καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός· ἐκάθισέ τε ἐφ' ἕνα ἕκαστον αὐτῶν, καὶ ἐπλήσθησαν Πνεύματος ἁγίου, καὶ ἤρξαντο φθέγγεσθαι γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς. Ὁρᾷς πῶς τοῦτο ἄνωθεν ὁ προφήτης σαφῶς προανεφώνησεν, οὕτως εἰπών· Διδοὺς νόμους μου εἰς διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίαις αὐτῶν ἐπιγράψω αὐτούς. Ἡ γὰρ τοῦ Πνεύματος χάρις ἡ παρὰ τοῦ Θεοῦ δοθεῖσα ταῖς διανοίαις αὐτῶν ἐγκαθῆσθαι, στήλας αὐτοὺς ἐποίησεν ἐμψύχους. καὶ τῇ διανοίᾳ ἐπισκιάζει τῇ δόξῃ αὐτοῦ· διὸ καὶ ἔλεγεν, ὅτι ἀπεστάλη κηρύττειν, οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ· καὶ πάλιν, Ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου· καὶ ἄνω καὶ κάτω τὸν σταυρὸν περιστρέφει. Ἐπειδὴ γὰρ, φησὶν, Ἰουδαῖοι σημεῖα αἰτοῦσι, καὶ Ἕλληνες σοφίαν ζητοῦσιν, ἡμεῖς δὲ κηρύττομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρίαν, αὐτοῖς δὲ τοῖς κλητοῖς, Ἰουδαίοις καὶ Ἕλλησι, Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν· ὅτι τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστὶ, καὶ τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστί· μωρὸν Θεοῦ καὶ ἀσθενὲς Θεοῦ τὸν σταυρὸν ὀνομάζων, οὐκ ἐπειδὴ μωρόν· τί γὰρ τούτου σοφώτερον; οὐδὲ ἐπειδὴ ἀσθενές· τί γὰρ τούτου ἰσχυρότερον; ἀλλὰ τὴν τῶν ἀπίστων ὑπόνοιαν ἀπαγγέλλων, ἣν εἶχον περὶ τοῦ πράγματος. Διὸ καὶ ἀνωτέρω ἔλεγεν· Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστὶ, τοῖς δὲ σωζομένοις δύναμις Θεοῦ ἐστιν. Ἀλλ' οὐκ ἀπὸ τῶν ἀπολλυμένων δεῖ φέρειν τῶν πραγμάτων τὰς κρίσεις· ἐπεὶ καὶ οἱ νοσοῦντες τὸ μέλι πικρὸν εἶναι νομίζουσιν, ἀλλὰ τοῦτο τῆς νόσου τὸ ἔγκλημα, οὐ τοῦ μέλιτος ἡ κατηγορία. Οὕτω δὴ καὶ ὁ σταυρὸς μωρὸν πρᾶγμα δοκεῖ τοῖς ἔξωθεν εἶναι, ἀλλ' οὐκ ἔστιν. Εἶτα ἀποδεικνὺς, ὅτι οὐ μόνον οὐκ ἔστι μωρὸν, ἀλλὰ καὶ σφόδρα σοφὸν τὸ πρᾶγμα, οὐδὲ μόνον οὐκ ἀσθενὲς, ἀλλὰ καὶ σφόδρα ἰσχυρὸν, παραβάλλει τὰ ἐξ αὐτοῦ κατορθώματα καὶ τῇ κτίσει καὶ τῇ παλαιᾷ καὶ τῇ ἔξωθεν σοφίᾳ· καὶ δείκνυσιν, ὅτι ἅπερ οὔτε ἡ ἔσωθεν σοφία εὗρεν ἢ ἡ ἔξωθεν, οὔτε παρὰ τῆς κτίσεως ἔμαθον πολλοὶ τῶν ἀνθρώπων, οὔτε παρὰ τῆς παλαιᾶς ἐκέρδαναν, ταῦτα τὸ δοκοῦν εἶναι τοῦτο μωρὸν καὶ ἀσθενὲς ἴσχυσε, τὸ δοκοῦν, οὐ τὸ ὄν. Διόπερ, ἔχων τὴν ἀπὸ τῶν πραγμάτων ἀπόδειξιν, μετὰ πολλῆς ἀποδύεται τῆς παῤῥησίας, πρῶτον κατὰ τῆς ἔξω σοφίας, λέγων, Ποῦ σοφός; Τί ἐστι, Ποῦ σοφός; Ὡσανεὶ ἔλεγεν· Ποῦ τὰ τῶν φιλοσόφων; ποῦ τὰ τῶν ῥητόρων; ποῦ τὰ τῶν σοφιστῶν; ποῦ τὰ τῶν λογογράφων; Οἴχεται πάντα καὶ ἀπόλωλε καὶ ἐκποδὼν γέγονεν. Οὕτω γὰρ λαμπρὰ γέγονεν ἡ νίκη, ὡς μηδὲ φαίνεσθαι λοιπὸν τὰ ἐκείνων. Διὰ τοῦτο τούτων οὕτως ἀφανῶν γενομένων, καὶ καθάπερ κόνεώς τινος ἀναῤῥιπισθείσης, οὕτως ἐρωτᾷ καί φησι· Ποῦ σοφός; Ἐφάνη σταυρὸς, καὶ πάντα ἐκεῖνα ἐλύθη· ἤχησε τὸ κήρυγμα, καὶ ἀράχνης εὐτελέστερον διεσπάσθη. Ποῦ σοφός; Ποῦ τῶν ῥημάτων ὁ κόμπος; ποῦ τῆς εὐγλωττίας τὸ κάλλος; ποῦ τῶν σοφισμάτων ἡ δεινότης; ποῦ τῶν λόγων ἡ ῥύμη; ποῦ ἡ γλῶττα ἡ ἠκονημένη; ποῦ οἱ σύλλογοι καὶ τὰ συνέδρια; Πάντα ἐκεῖνα παρεσύρη καὶ ἀπώλετο καὶ διεφθάρη καὶ οἴχεται καὶ νῶτα ἔδωκε. Ποῦ γραμματεύς; Ποῦ τὰ Ἰουδαίων, φησί; κἀκείνων ἐκράτησε τὸ κήρυγμα, καὶ καθάπερ ἥλιος σκιὰν ἀπέκρυψεν. Ἃ γὰρ οὐκ ἴσχυσεν ἐν τοσούτῳ χρόνῳ ὁ νόμος ἐν ἔθνει ἑνὶ, ταῦτα μετὰ πλείονος τῆς περιουσίας ὁ σταυρὸς πανταχοῦ κατώρθωσεν, ἁμαρτήματα λύσας, δικαιοσύνην χαρισάμενος, ἁγίους τοὺς ἀνθρώπους κατασκευάσας, θεογνωσίαν παιδεύσας, πρὸς τὸν οὐρανὸν χειραγωγήσας. Εἶτα πάλιν ἀφεὶς τὰ Ἰουδαϊκὰ, ἐπὶ τὰ Ἑλληνικὰ ἔρχεται· Ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; Τοὺς αἱρετικοὺς ἐνταῦθα αἰνίττεται καὶ συλλογιστικοὺς, οἳ πρὸ μὲν τούτων ξιφῶν ἦσαν ὀξύτεροι, ἐπειδὴ δὲ ὁ σταυρὸς ἐφάνη, πηλοῦ παντὸς ἀσθενέστερον διεκόπησαν. Οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου; Πάλιν πρὸς τὴν Ἑλληνικὴν ἀποδύεται. Τί ἐστιν, Ἐμώρανεν; Μωρὰν οὖσαν ἀπέφηνεν· ἦν μὲν γάρ. Καὶ αὐτῶν καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. Ἀλλ' ὁ μὲν προφήτης τῆς Παλαιᾶς τὴν φαιδρότητα ἡμῖν ὑπογράφει· ὁ δὲ ἀπόστολος, ἐπειδὴ πρὸς Ἰουδαίους ἐμάχετο, παράλληλα ἑκάτερα τίθησιν· ἄνω μὲν εἰπὼν, Οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλ' ἐν πλαξὶ καρδίας σαρκίναις· ἐνταῦθα δὲ, Οὐ γράμματος, ἀλλὰ πνεύματος· τὸ γὰρ γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ.