Ancient Greek
Section 8
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De eleemosyna [Sp.] 8
Not analysed yet
Ἴδες τοῦ πλουσίου τὴν ἐνταῦθα δόξαν, τὴν τρυφήν; Ἴδες τοῦ πένητος τὴν ὀλιγοφρόνιον περιφάνειαν, καὶ τὴν τοῦ πλούτου πρὸς ὀλίγον εὐτέλειαν; Ἐκεῖνος ἔνδοξος, οὗτος ἄτιμος· ἐκεῖνος ἐν τρυφερότητι διάγων, οὗτος ἐν ἀσθενείᾳ κατακείμενος. Ἐκεῖνος ἐν τοσούτῳ πλούτῳ διάγων, τοῦ Θεοῦ οὐκ ἐμνημόνευσεν· οὗτος ἐν τοσαύτῃ ἀσθενείᾳ κατακείμενος τὸν Θεὸν οὐκ ἐβλασφήμησεν. Δεῦρο λοιπὸν ἴδωμεν καὶ ἐν τῷ αἰῶνι ἐκείνῳ ἀμφοτέρου τὸ τέλος.