Ancient Greek · ~21 min
Section 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De eleemosyna 1.1
Not analysed yet
Πρεσβείαν τινὰ δικαίαν καὶ λυσιτελῆ καὶ πρέπουσαν ὑμῖν ἀνέστην ποιησόμενος τήμερον πρὸς ὑμᾶς· ἑτέρου μὲν οὐδενὸς, τῶν δὲ τὴν πόλιν οἰκούντων ἡμῖν πτωχῶν ἐπὶ ταύτην με χειροτονησάντων, οὐ ῥήμασι καὶ ψηφίσμασι καὶ κοινῆς γνώμῃ βουλῆς, ἀλλὰ διὰ τῶν θεαμάτων τῶν ἐλεεινῶν καὶ πικροτάτων. Παριὼν γὰρ διὰ τῆς ἀγορᾶς καὶ τῶν στενωπῶν, καὶ πρὸς τὴν ὑμετέραν σύνοδον σπεύδων, εἶτα ὁρῶν ἐν μέσοις ἀμφόδοις ἐῤῥιμμένους πολλοὺς, καὶ τοὺς μὲν τὰς χεῖρας ἐκκεκομμένους, τοὺς δὲ τοὺς ὀφθαλμοὺς, τοὺς δὲ ἑλκῶν καὶ τραυμάτων ἀνιάτων γέμοντας, καὶ ταῦτα μάλιστα προβάλλοντας τῶν μερῶν, ἃ συγκαλύπτειν ἀναγκαῖον ἦν διὰ τὴν ἐναποκειμένην αὐτοῖς σηπεδόνα, ἐσχάτης ἐνόμισα ἀπανθρωπίας εἶναι, τὸ μὴ περὶ τούτων διαλεχθῆναι πρὸς τὴν ὑμετέραν ἀγάπην, καὶ μάλιστα μετὰ τῶν εἰρημένων καὶ τοῦ καιροῦ πρὸς τοῦτο συνωθοῦντος ἡμᾶς. Ἀεὶ μὲν γὰρ ἀναγκαῖον τοὺς περὶ τῆς ἐλεημοσύνης ποιεῖσθαι λόγους, ἐπειδὴ καὶ ἡμεῖς πολλῆς ταύτης παρὰ τοῦ ποιήσαντος ἡμᾶς δεόμεθα Δεσπότου· μάλιστα δὲ ἐν τῷ παρόντι καιρῷ, ὅτε πολὺς ὁ κρυμός. Ἐν μὲν γὰρ τῷ θέρει πολλὴν παρὰ τῆς ὥρας ἔχουσι παραμυθίαν οἱ πένητες· καὶ γὰρ καὶ γυμνοὺς βαδίζειν ἀκίνδυνον, ἀντὶ περιβολῆς τῆς ἀκτῖνος ἀρκούσης αὐτοῖς, ἐπ' ἐδάφους ἁπλῶς καθεύδειν καὶ αἰθρίους διανυκτερεύειν ἀσφαλές· καὶ οὔτε ὑποδημάτων αὐτοῖς χρεία τοσαύτη, οὔτε οἰνοποσίας, οὔτε δαψιλεστέρας τροφῆς, ἀλλ' ἀρκοῦνται μὲν ταῖς τῶν ὑδάτων πηγαῖς, ἀρκοῦνται δὲ οἱ μὲν τῶν λαχάνων τοῖς φαυλοτέροις, οἱ δὲ σπερμάτων ξηρῶν ὀλιγότητι, τῆς ὥρας τοῦ ἔτους ἐσχεδιασμένην αὐτοῖς παρεχούσης τὴν τράπεζαν. Καὶ ταύτης δὲ οὐκ ἐλάττονα ἔχουσιν ἑτέραν παραμυθίαν, τὴν τῆς ἐργασίας εὐκολίαν· οἱ γὰρ τὰς οἰκίας οἰκοδομούμενοι, καὶ οἱ τὴν γῆν σκάπτοντες, καὶ οἱ τὴν θάλασσαν πλέοντες, τῆς τούτων μάλιστα δέονται συνεργίας. Καὶ ὅπερ τοῖς πλουτοῦσιν ἀγροὶ καὶ οἰκίαι καὶ λοιπαὶ πρόσοδοι, τοῦτο τούτοις τὸ σῶμά ἐστι καὶ πᾶσα ἀπὸ τῶν χειρῶν ἡ πρόσοδος, ἑτέρωθεν δὲ οὐδαμόθεν. Διὰ τοῦτο θέρους μὲν ἀπολαύουσί τινος παραμυθίας· ἐν δὲ τῇ τοῦ χειμῶνος ὥρᾳ πολὺς αὐτοῖς πάντοθεν ὁ πόλεμος, καὶ διπλῆ ἡ πολιορκία, τοῦ λιμοῦ κατεσθίοντος ἔνδον τὰ σπλάγχνα, τοῦ κρυμοῦ πηγνύντος τὴν σάρκα ἔξωθεν, καὶ νεκρὰν ἐργαζομένου. Διὸ καὶ πλείονος μὲν αὐτοῖς τροφῆς δεῖ, ἰσχυροτέρας δὲ τῆς περιβολῆς, καὶ στέγης, καὶ στιβάδος, καὶ ὑποδημάτων, καὶ πολλῶν ἑτέρων. Καὶ τὸ δὴ πάντων χαλεπώτερον, οὐδὲ ἐργασίας τίς ἐστιν αὐτοῖς εὐπορία· οὐ γὰρ ἐπιτρέπει τοῦ ἔτους ἡ ὥρα. Ἐπεὶ οὖν καὶ πλείων αὐτοῖς ἡ τῶν ἀναγκαίων χρεία, καὶ τὸ ἐργάζεσθαι μετὰ τούτου παρῄρηνται, οὐδενὸς τοὺς ἀθλίους μισθουμένου, οὐδὲ καλοῦντος εἰς διακονίαν, φέρε, τὰς τῶν ἐλεημόνων ἀντεισάγωμεν χεῖρας ἀντὶ τῶν μισθουμένων, τὸν ἀληθῶς προστάτην καὶ κηδεμόνα τῶν ἐν πενίᾳ ζώντων Παῦλον συνεργὸν πρὸς τὴν πρεσβείαν ταύτην λαβόντες. Καὶ γὰρ πολλὴν τοῦ πράγματος ποιεῖται τὴν πρόνοιαν οὗτος, καὶ ὅσην οὐδεὶς ἕτερος. Διά τοι τοῦτο τοὺς μαθητὰς πρὸς τὸν Πέτρον διελόμενος, τὴν τῶν πενήτων οὐ διείλετο προστασίαν· ἀλλ' εἰπὼν, ὅτι Δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας, ἵνα ἡμεῖς εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομὴν, ἐπήγαγε, Μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν, ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι. Καὶ γὰρ πανταχοῦ τῶν Ἐπιστολῶν τὸν περὶ τούτων εἰσφέρει λόγον, καὶ οὐκ ἔστιν εὑρεῖν οὐδεμίαν ἐπιστολὴν ταύτης ἐκτὸς οὖσαν τῆς παραινέσεως. Οἶδε γὰρ, οἶδεν ὅση τοῦ πράγματος ἡ ἰσχύς· διὰ τοῦτο καθάπερ οἰκοδομῇ θαυμαστὴν ὀροφὴν ἐπιτιθεὶς ταῖς λοιπαῖς παραινέσεσι καὶ συμβουλαῖς, τὴν περὶ τούτων εἰσάγει διδασκαλίαν. Ὅπερ οὖν καὶ ἐνταῦθα πεποίηκε διαλεχθεὶς περὶ ἀναστάσεως, καὶ τὰ ἄλλα διορθώσας ἅπαντα, εἰς τὸν περὶ τῆς ἐλεημοσύνης κατέλυσε λόγον, οὕτως εἰπών· Περὶ δὲ τῆς λογίας τῆς εἰς τοὺς ἁγίους, καθὼς διέταξα ταῖς Ἐκκλησίαις τῆς Γαλατίας, οὕτω καὶ ὑμεῖς ποιήσατε· κατὰ μίαν σαββάτων ἕκαστος ὑμῶν. Σκόπει σύνεσιν ἀποστολικὴν, πῶς εὐκαίρως ταύτης ἥψατο τῆς παραινέσεως. Ἐπειδὴ γὰρ ἀνέμνησε τοῦ μέλλοντος δικαστηρίου, καὶ τοῦ βήματος ἐκείνου τοῦ φοβεροῦ, καὶ τῆς δόξης, ἧς ἀμφιέννυσθαι ἔμελλον οἱ κατωρθωκότες, καὶ τῆς ἀθανάτου διατριβῆς· τότε λοιπὸν εἰς τὸν περὶ τούτων ἐμβάλλει λόγον, ἵνα ταῖς χρησταῖς ἐλπίσιν ἀναπνεύσας καὶ ῥᾴων γενόμενος ὁ ἀκροατὴς, μετὰ πλείονος αὐτὸν καταδέξηται τῆς προθυμίας, ἐνακμάζοντα τὸν φόβον ἔχων τῆς κρίσεως, καὶ γαυριωμένην τὴν ψυχὴν ταῖς τῶν ἀποκειμένων ἀγαθῶν προσδοκίαις. Ὁ γὰρ περὶ ἀναστάσεως δυνάμενος φιλοσοφεῖν, καὶ μεταστήσας ἑαυτὸν ὅλον πρὸς τὴν ἐκεῖ ζωὴν, οὐδὲν ἡγήσεται τὰ παρόντα εἶναι, οὐ πλοῦτον, οὐκ εὐπορίαν, οὐ χρυσίον, οὐκ ἄργυρον, οὐχ ἱματίων περιβολὴν, οὐ τρυφὴν, οὐ τραπέζας πολυτελεῖς, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν· ὁ δὲ ταῦτα μηδὲν εἶναι νομίζων, εὐκολώτερον τῆς τῶν πενήτων ἀνθέξεται προστασίας. Διὰ δὲ τοῦτο καὶ Παῦλος καλῶς προπαρασκευάσας αὐτῶν τὴν διάνοιαν τῇ περὶ τῆς ἀναστάσεως φιλοσοφίᾳ, τότε εἰσήγαγε τὴν παραίνεσιν. Καὶ οὐκ εἶπε, Περὶ δὲ τῆς λογίας τῆς εἰς τοὺς πτωχοὺς, οὐδὲ, τῆς εἰς τοὺς πένητας, ἀλλὰ, τῆς εἰς τοὺς ἁγίους· παιδεύων τοὺς ἀκούοντας καὶ τοὺς ἐν πενίᾳ θαυμάζειν, ὅταν εὐσεβεῖς ὦσι, καὶ τοὺς ἐν πλούτῳ διαπτύειν, ὅταν ἀρετῆς καταφρονῶσιν. Οἶδε γοῦν καὶ βασιλέα βέβηλον καλεῖν καὶ παράνομον, ὅταν ἐχθρὸς ᾖ τῷ Θεῷ, καὶ πτωχοὺς ἁγίους, ὅταν ἐπιεικεῖς ὦσι καὶ μέτριοι. Τὸν γοῦν Νέρωνα μυστήριον τῆς ἀνομίας καλεῖ, λέγων· Τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας· τούτους δὲ καὶ οὐδὲ τῆς ἀναγκαίας εὐποροῦντας τροφῆς, ἀλλ' ἐκ τοῦ ἐπαιτεῖν τρεφομένους, ἁγίους ὠνόμασεν. Ἅμα δὲ κἀκείνους λανθανόντως ἐδίδασκε μὴ μέγα φρονεῖν, μηδὲ ἐπαίρεσθαι τῇ τῆς ἐντολῆς δόσει, ὡς εὐτελέσι τισὶ καὶ εὐκαταφρονήτοις παρέχοντας, ἀλλ' εἰδέναι σαφῶς καὶ πείθειν ἑαυτοὺς, ὅτι τιμῆς ἀπολαύουσι μεγίστης, καταξιούμενοι κοινωνεῖν ταῖς ἐκείνων θλίψεσιν.