Ancient Greek · ~18 min
Section 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De eleemosyna 2.1
Not analysed yet
Ἄξιον δὲ κἀκεῖνο ἐξετάζειν, τίνες εἰσὶν οὗτοι οἱ ἅγιοι· οὐδὲ γὰρ ἐνταῦθα αὐτῶν μέμνηται μόνον, ἀλλὰ καὶ ἑτέρωθι πάλιν οὕτω λέγων· Νυνὶ δὲ πορεύομαι εἰς Ἱερουσαλὴμ διακονήσων τοῖς ἁγίοις. Καὶ Λουκᾶς δὲ ἐν ταῖς Πράξεσι, λιμοῦ προσδοκωμένου μεγάλου, τούτων αὐτῶν μεμνημένος τῶν ἁγίων φησί· Τῶν δὲ μαθητῶν, καθὼς εὐπορεῖτό τις, ὥρισεν ἕκαστος πέμψαι πρὸς τοὺς πτωχοὺς τῶν ἁγίων ἐν Ἱερουσαλήμ. Καὶ πάλιν, ὃ καὶ ἔμπροσθεν ἔφθην εἰπὼν, Μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν, ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι. Ἐπειδὴ δὲ διειλόμεθα, ἐγὼ μὲν τοὺς Ἕλληνας, ὁ δὲ Πέτρος τοὺς Ἰουδαίους, κοινῇ γνώμῃ συνεθέμεθα, φησὶν, ὥστε ἐν τοῖς πτωχοῖς μὴ εἶναι τὴν διαίρεσιν ταύτην. Ὅτε μὲν γὰρ ἐκήρυττον, ὁ μὲν τοῖς Ἰουδαίοις, ὁ δὲ τοῖς Ἕλλησιν ἐκήρυττον· ὅτε δὲ πενήτων προΐσταντο, οὐκέτι οὕτως, ὁ μὲν τῶν πενήτων τῶν Ἰουδαίων, ὁ δὲ τῶν πενήτων τῶν Ἑλλήνων μόνον· ἀλλὰ καὶ τῶν παρὰ Ἰουδαίοις πτωχευόντων ἕκαστος πολλὴν ἐποιεῖτο πρόνοιαν. Διὸ καὶ ἔλεγε, Μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν, ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι. Τίνες οὖν εἰσιν οὗτοι, περὶ ὧν ἐνταῦθα διαλέγεται, καὶ ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ, καὶ ἐν τῇ πρὸς Γαλάτας, ὑπὲρ ὧν καὶ Μακεδόνας παρεκάλεσεν; Οἱ τῶν Ἰουδαίων πένητες, οἱ ἐν Ἱεροσολύμοις καθήμενοι. Καὶ τίνος οὖν ἕνεκεν τοσαύτην αὐτῶν ποιεῖται πρόνοιαν; μὴ γὰρ οὐχὶ καὶ καθ' ἑκάστην πόλιν ἦσαν πτωχοὶ καὶ πένητες; τί δήποτε οὖν πρὸς ἐκείνους πέμπει, καὶ πάντας ὑπὲρ αὐτῶν παρακαλεῖ; Οὐχ ἁπλῶς, οὐδὲ ὡς ἔτυχεν, οὐδὲ προσωποληψίᾳ χρώμενός τινι, ἀλλὰ χρησίμως καὶ συμφερόντως. Μικρὸν δὲ ἀνωτέρω τὸν λόγον ἀγαγεῖν ἀναγκαῖον. Ἐπειδὴ τὰ τῶν Ἰουδαίων μετέπεσε πράγματα, καὶ τὸν Ἰησοῦν σταυρώσαντες, τὴν φωνὴν ἐκείνην καθ' ἑαυτῶν ἐκύρωσαν, λέγοντες, Οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα, καὶ λοιπὸν ὑπὸ τὴν Ῥωμαίων ἐτέθησαν ἀρχὴν, οὔτε αὐτόνομοι ἦσαν, καθάπερ καὶ πρότερον, οὔτε καθόλου δοῦλοι, καθάπερ καὶ νῦν· ἀλλ' ἐν τάξει συμμάχων ὄντες διετέλουν, φόρους μὲν τελοῦντες τοῖς βασιλεῦσιν ἑαυτῶν, καὶ τοὺς παρ' ἐκείνων ἄρχοντας δεχόμενοι· πολλαχοῦ δὲ τοῖς ἰδίοις κεχρημένοι νόμοις, καὶ τοὺς παρ' αὐτοῖς ἁμαρτάνοντας κατὰ τὰ πάτρια κολάζοντες νόμιμα. Καὶ ὅτι μὲν φόρους ἐτέλουν Ῥωμαίοις, δῆλον ἐξ ὧν πειράζοντες τὸν Ἰησοῦν, φησὶν, ἠρώτων, Διδάσκαλε, ἔξεστι δοῦναι κῆνσον Καίσαρι, ἢ οὔ; ὅτε καὶ αὐτὸς δεῖξαι κελεύσας αὐτοῖς νόμισμα, εἶπεν, Ἀπόδοτε, λέγων, τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. Ὁ Λουκᾶς δὲ καὶ ὅτι στρατηγοὺς καὶ χιλιάρχους εἶχε τὸ ἱερὸν, λέγει. Τὸ μὲν οὖν ὑποκεῖσθαι τοὺς Ἰουδαίους Ῥωμαίοις, οὐ μικρὰ ταῦτα δείγματα· ὅτι δὲ καὶ οἰκείοις ἐκέχρηντο νόμοις, δῆλον ἐκεῖθεν· Τὸν Στέφανον ἐλίθασαν, οὐκ εἰς δικαστήριον ἀγαγόντες· τὸν Ἰάκωβον ἀπέκτειναν τὸν ἀδελφὸν τοῦ Κυρίου· τὸν Χριστὸν αὐτὸν ἐσταύρωσαν, καίτοι τοῦ δικαστοῦ συγχωρήσαντος καὶ ἀφέντος πάσης αὐτὸν κατηγορίας. Διὰ γὰρ τοῦτο καὶ τὰς χεῖρας ἐνίψατο, λέγων· Ἀθῶός εἰμι ἀπὸ τοῦ αἵματος τούτου. Καὶ ἐπειδὴ σφόδρα ἐπικειμένους εἶδεν, αὐτὸς μὲν τὴν ψῆφον οὐκ ἐξήνεγκεν, ἀλλ' ἀπέστη· ἐκεῖνοι δὲ οἰκείᾳ χρησάμενοι τυραννίδι τὸ πᾶν μετὰ ταῦτα εἰργάσαντο· καὶ Παύλῳ δὲ πολλάκις ἐπέθεντο. Ἐπεὶ οὖν τοῖς ἑαυτῶν ἐκέχρηντο δικαστηρίοις, ἐκ τούτων συνέβαινε τοὺς ἐξ αὐτῶν πιστεύοντας χαλεπώτερα τῶν ἄλλων ἁπάντων πάσχειν κακά. Ἐν μὲν οὖν ταῖς ἄλλαις πόλεσι καὶ δικαστήρια καὶ νόμοι καὶ ἄρχοντες ἦσαν, καὶ οὐκ ἐξῆν τοῖς Ἕλλησι τοὺς ἐξ αὐτῶν ἀποπηδῶντας οἰκείᾳ τυραννίδι ἢ σφάττειν ἢ λιθάζειν, ἢ ἄλλο τι τοιοῦτον διατιθέναι αὐτοὺς κακόν· ἀλλ' εἴ τις ἑάλω τοιοῦτόν τι τολμῶν παρὰ τὴν τῶν δικαζόντων ψῆφον, καὶ αὐτὸς ἐκολάζετο· παρὰ δὲ τοῖς Ἰουδαίοις μετὰ πολλῆς ταῦτα συγκεχώρητο τῆς ἐξουσίας. Διὰ δὴ τοῦτο πάντων δεινότερον ἔπασχον οἱ ἐξ ἐκείνων πιστεύοντες, ὥσπερ ἐν μέσοις ἀπειλημμένοι λύκοις, καὶ οὐδένα τὸν ἐξαιρούμενον ἔχοντες. Οὕτω γοῦν καὶ τὸν Παῦλον ἐμαστίγουν πολλάκις· καὶ ἄκουε αὐτοῦ τοῦτο δηλοῦντος καὶ λέγοντος· Πεντάκις τεσσαράκοντα παρὰ μίαν ὑπὸ Ἰουδαίων ἔλαβον, τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην. Καὶ ὅτι οὐ στοχασμὸς τὸ εἰρημένον, γράφων πρὸς Ἑβραίους ὁ Παῦλός φησιν· Ἀναμιμνήσκεσθε τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων, τοῦτο μὲν ὀνειδισμοῖς καὶ θλίψεσι θεατριζόμενοι, τοῦτο δὲ κοινωνοὶ τῶν οὕτω πασχόντων γενηθέντες. Καὶ γὰρ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες κρείττονα ὕπαρξιν ἔχειν ἐν οὐρανοῖς καὶ μένουσαν. Καὶ Θεσσαλονικέας δὲ παρακαλῶν, τούτους εἰς μέσον ἤγαγεν· Ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε, ἀδελφοὶ, τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ, ὅτι καὶ ὑμεῖς τοιαῦτα ἐπάθετε ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθάπερ κἀκεῖνοι ὑπὸ τῶν Ἰουδαίων. Ἐπεὶ οὖν πάντων χαλεπώτερα ἔπασχον, καὶ οὐ μόνον οὐκ ἠλεοῦντο, ἀλλὰ καὶ τὰ ὄντα ἀφῃροῦντο ἅπαντα, καὶ ἤγοντο καὶ ἐφέροντο, καὶ πάντοθεν ἠλαύνοντο, εἰκότως τοὺς πανταχόθεν ἐπὶ τὴν ἐκείνων ἀντίληψιν διεγείρει. Καὶ ἐνταῦθα πάλιν ὑπὲρ τούτων αὐτῶν παρακαλεῖ Κορινθίους, λέγων· Περὶ δὲ τῆς λογίας εἰς τοὺς ἁγίους, καθὼς διέταξα ταῖς Ἐκκλησίαις τῆς Γαλατίας, οὕτω καὶ ὑμεῖς ποιήσατε.