Ancient Greek
Section 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De eleemosyna 4.1
Not analysed yet
Πειθώμεθα τοίνυν, καὶ ποιῶμεν οὕτω καὶ ἡμεῖς· καὶ ἔστω καὶ ἱερὰ χρήματα μετὰ τῶν ἰδιωτικῶν ἐν ταῖς οἰκίαις ἀποκείμενα ταῖς ἡμετέραις, ἵνα καὶ τὰ ἰδιωτικὰ διὰ τούτων φυλάττηται. Καθάπερ γὰρ ἐν ταμιείοις βασιλικοῖς ἂν φανῇ τινος τῶν ἀρχομένων ἀποκείμενα χρήματα, κἀκεῖνα διὰ ταῦτα πολλῆς ἀπολαύει τῆς ἀσφαλείας· οὕτω δὴ καὶ ἐν τῇ οἰκίᾳ τῇ σῇ ἂν ἀποθῇ χρήματα πενήτων καὶ κατὰ κυριακὴν συλλέγῃς, ταῦτα ἐκείνων ἔσται ἀσφάλεια. Οὕτω καὶ οἰκονόμος γενήσῃ τῶν σαυτοῦ χρημάτων ὑπὸ Παύλου χειροτονηθείς. Τί λέγω; Καὶ τὰ ἤδη συλλεγέντα πρὸς τὸ πλείονα συλλέξαι πάλιν ὑπόθεσίς σοι γενήσεται καὶ ἀφορμὴ πλείων. Ἂν γὰρ ἀρχὴν ποιήσῃ μόνον τῆς καλῆς ταύτης συνηθείας, αὐτὸς ὑπὸ σαυτοῦ δυνήσῃ διανίστασθαι πάλιν, οὐδενὸς γενομένου συμβόλου. Γενέσθω τοίνυν ἐκκλησία τῷ τρόπῳ τούτῳ ἡ ἑκάστου οἰκία, χρημάτων ἱερῶν ἔνδον ἀποκειμένων. Καὶ γὰρ τὰ γαζοφυλάκια τὰ ἐνταῦθα κείμενα τούτων ἐστὶ σύμβολον. Ὅπου πενήτων κεῖται χρήματα, ἄβατος τοῖς δαίμοσιν ὁ τόπος ἐστί· καὶ ὑπὲρ ἀσπίδα, καὶ δόρυ, καὶ ὅπλα, καὶ σώματος ἰσχὺν, καὶ στρατιωτῶν πλῆθος, τὰ πρὸς ἐλεημοσύνην συλλεγόμενα χρήματα τειχίζει τὰς οἰκίας. Εἰπὼν τοίνυν πότε, καὶ παρὰ τίνων, καὶ πῶς τὰ τοιαῦτα συλλέγεσθαι δεῖ χρήματα, τὴν ποσότητα λοιπὸν αὐτοῖς τοῖς εἰσφέρουσιν ἐπέτρεψεν. Οὐ γὰρ εἶπεν, ὅτι Τόσον καὶ τόσον εἰσένεγκε, ἵνα μὴ βαρὺ τὸ ἐπίταγμα γένηται, πολλῶν πενίαν προβαλλομένων· ὥστε μὴ λέγειν τοὺς πένητας, Τί οὖν, ἂν μὴ δυνώμεθα; ἀλλὰ τῇ δυνάμει τῶν εἰσφερόντων τὸ μέτρον τῆς εἰσφορᾶς ὡρίσατο. Ἕκαστος, φησὶν, ὑμῶν παρ' ἑαυτῷ τιθέτω θησαυρίζων, ὅ τι ἂν εὐοδῶται. Καὶ οὐκ εἶπεν, ὅπερ ἂν δυνηθῇ, ἢ ὅπερ ἂν εὑρεθῇ, ἀλλ' Ὅπερ ἂν εὐοδωθῇ· δεικνὺς ὅτι καὶ τὴν ἄνωθεν ῥοπὴν καὶ εὔνοιαν ἕξει συναντιλαμβανομένην αὐτῷ. Οὐ γὰρ δὴ τοῦτο μόνον ὁ Παῦλος ἐσκόπει, ὅπως εἰσενεχθείη τοῖς πένησι χρήματα, ἀλλὰ καὶ ὅπως μετὰ προθυμίας πολλῆς. Ἐπεὶ καὶ ὁ Θεὸς τὴν ἐλεημοσύνην διὰ τοῦτο ὥρισεν, οὐχ ἵνα τρέφωνται μόνον οἱ δεόμενοι, ἀλλ' ἵνα καὶ οἱ παρέχοντες εὐεργετῶνται, καὶ διὰ τούτους μᾶλλον, ἢ δι' ἐκείνους. Εἰ γὰρ τὸ ἐκείνων ἐσκόπει μόνον, ὅπως δοθείη τὰ χρήματα μόνον ἐπέταττεν ἂν, οὐκ ἂν δὲ τὴν προθυμίαν τῶν διδόντων ἐζήτει· νυνὶ δὲ ὁρᾷς ἄνω καὶ κάτω ὑπὲρ τούτου μάλιστα τὸν Ἀπόστολον διαταττόμενον, ὅπως χαίροντες, ὅπως ἱλαροὶ παρέχοιεν οἱ παρέχοντες. Καὶ ποτὲ μέν φησι· Μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός· οὐχ ἁπλῶς δότην, ἀλλὰ τὸν μεθ' ἡδονῆς τοῦτο ποιοῦντα. Καὶ πάλιν ἀλλαχοῦ, Ὁ μεταδιδοὺς ἐν ἁπλότητι, ὁ προϊστάμενος ἐν σπουδῇ, ὁ ἐλεῶν ἐν ἱλαρότητι. Ἐπεὶ καὶ τοῦτό ἐστιν ἐλεημοσύνη, τὸ χαίροντα καὶ νομίζοντα λαμβάνειν μᾶλλον ἢ διδόναι, οὕτω παρέχειν. Διὰ τοῦτο παντὶ τρόπῳ πειρᾶται εὔκολον ποιῆσαι τὸ ἐπίταγμα, ἵνα μετὰ προθυμίας ἡ εἰσφορὰ γένηται. Καὶ σκόπει πόσοις ἐπεχείρησε κεφαλαίοις τὸ βαρὺ τοῦ πράγματος ἐπιτεμνόμενος. Ἐνὶ μὲν καὶ πρώτῳ, τῷ μὴ παρ' ἑνὸς καὶ δύο ἢ τριῶν, ἀλλὰ παρὰ πάσης αὐτὸ κελεῦσαι εἰσενεχθῆναι τῆς πόλεως. Λογία γὰρ οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ συλλογὴ καὶ ἔρανος παρὰ πάντων ἐπιδιδόμενος. Δευτέρῳ, τῷ τῶν λαμβανόντων ἀξιώματι· οὐ γὰρ εἶπε, Πτωχοὺς, ἀλλ' Ἁγίους. Τρίτῳ, τῷ παραδείγματι τῶν ἤδη πεποιηκότων· Καθὼς διέταξα γὰρ, φησὶ, ταῖς Ἐκκλησίαις τῆς Γαλατίας. Πρὸς τούτοις, τῇ τῆς ἡμέρας εὐκαιρίᾳ· Κατὰ μίαν γὰρ, φησὶ, σαββάτων ἕκαστος ὑμῶν παρ' ἑαυτῷ τιθέτω θησαυρίζων. Πέμπτῳ, τῷ μὴ πᾶσαν ὑφ' ἓν κελεῦσαι εἰσενεχθῆναι τὴν ἐλεημοσύνην· ἀλλ' ἠρέμα καὶ κατὰ μικρόν. Οὐ γάρ ἐστιν ἴσον ἐν ἡμέρᾳ μιᾷ κελεύειν τὸ εἰσφέρειν, καὶ ἐν τοσούτῳ κατακερματίζειν αὐτὸ χρόνῳ· τὸ γὰρ τοιοῦτον οὐδὲ αἴσθησιν παρέχει δαπάνης. Ἕκτῳ, τῷ μὴ μέτρον ὁρίσαι, ἀλλ' ἐπιτρέψαι τῇ γνώμῃ τῶν εἰσφερόντων, καὶ δεῖξαι παρὰ Θεοῦ τοῦτο διδόμενον· τῷ γὰρ εἰπεῖν, Ὅ τι ἂν εὐοδῶται, ἀμφότερα ταῦτα ἐδήλωσε. Προσέθηκε καὶ ἕβδομον ἕτερον τρόπον εἰπὼν, Ἵνα μὴ, ὅταν ἔλθω, τότε λογίαι γίνωνται. Ὁμοῦ τε γὰρ αὐτοὺς καὶ κατεπείγει προσδοκῶντας αὐτοῦ τὴν παρουσίαν, καὶ παραμυθεῖται, προθεσμίαν αὐτοῖς πολλὴν παρέχων. Καὶ οὐδὲ τούτοις ἠρκέσθη μόνον, ἀλλὰ καὶ ὄγδοον προσέθηκεν ἕτερον. Ποῖον δὲ τοῦτο; Ἐπειδὰν δὲ, φησὶ, παραγένωμαι, οὓς ἂν δοκιμάσητε δι' ἐπιστολῶν, τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν· καὶ ἐὰν ᾖ ἄξιον τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται. Ὅρα τὸ ἄτυφον καὶ ἐπιεικὲς τῆς μακαρίας καὶ γενναίας ἐκείνης ψυχῆς, καὶ τὸ κηδεμονικὸν καὶ φιλόστοργον. Οὐ γὰρ ἠθέλησεν αὐτὸς, οὐδὲ ἠνέσχετο τοὺς διακονησομένους τοῖς χρήμασι τούτους χειροτονῆσαι ἐξ οἰκείας γνώμης· ἀλλ' ἐκείνοις τὴν αἵρεσιν τούτων ἐπέτρεψε, καὶ οὐκ ἐνόμιζεν ὕβριν εἶναι τὸ πρᾶγμα, εἰ τῇ Κορινθίων ψήφῳ καὶ γνώμῃ, ἀλλὰ μὴ τῇ Παύλου μέλλοιεν οὕτω καθίστασθαι· τοὐναντίον μὲν οὖν αὐτῷ ἄτοπον εἶναι ἐφαίνετο, τὴν μὲν εἰσφορὰν ἐκείνων εἶναι, τὴν δὲ αἵρεσιν τῶν ὑπηρετησομένων αὐτοῦ. Διὰ τοῦτο αὐτοῖς τοῦτο ἐπέτρεψεν, ὁμοῦ τε τὴν ἐπιείκειαν ἐπιδεικνύμενος, ὁμοῦ τε πᾶσαν λαβὴν ἀναιρῶν καὶ σκιὰν ὑποψίας ἀτόπου. Εἰ γὰρ καὶ τοῦ ἡλίου λαμπρότερος ἦν, καὶ πάσης πονηρᾶς ὑποψίας ἀπηλλαγμένος, ἀλλ' ὅμως καὶ οὕτως ἐκ περιουσίας ἐσπούδαζε καὶ τῶν ἀσθενεστέρων φείδεσθαι, καὶ τὰς ψευδεῖς ὑπονοίας διαφεύγειν. Διὰ τοῦτό φησιν· Ἐπειδὰν παραγένωμαι, οὓς ἐὰν δοκιμάσητε, τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν. Τί λέγεις; σὺ δὲ οὐ πλεῖς, οὐδὲ δέχῃ τὰ χρήματα, ἀλλ' ἑτέροις τὸ πρᾶγμα ἐπιτρέπεις; Ἵν' οὖν μὴ ταῦτα ἐννοοῦντες ῥᾳθυμότεροι γένωνται, ὅρα πῶς καὶ τοῦτο πάλιν διώρθωσεν. Οὐ γὰρ εἶπεν ἁπλῶς, Οὓς ἐὰν δοκιμάσητε πέμψω, ἀλλὰ τί; Δι' ἐπιστολῶν. Κἂν μὴ τῷ σώματι παρῶ, ἀλλὰ τοῖς γράμμασι παρέσομαι τοῖς ἐμοῖς, καὶ συναντιλήψομαι τῆς διακονίας ἐκείνοις.