Ancient Greek · ~18 min
Section 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De eleemosyna 5.1
Not analysed yet
Ἆρα ἄξιοι τῆς σκιᾶς ἐσμεν τῆς τοῦ Παύλου, ἢ τῶν ὑποδημάτων ἐκείνου, ὅταν ἐκεῖνος μὲν τοσαύτην παρὰ πᾶσι δόξαν ἔχων διακρούηται τὰς παρὰ πάντων τιμὰς, ἡμεῖς δὲ καὶ ἀγανακτῶμεν, καὶ δυσχεραίνωμεν, ἂν μὴ τῇ ἡμετέρᾳ γνώμῃ, μηδὲ τῇ κρίσει καὶ τῇ ψήφῳ οἱ τὰ τοιαῦτα διακονούμενοι χρήματα χειροτονῶνται; ὅταν ὕβριν εἶναι νομίζωμεν τὸ μὴ μεθ' ἡμῶν καὶ τῆς ἡμετέρας γνώμης τοὺς τὰ αὐτῶν δαπανῶντας τοῦτο ποιεῖν; Καὶ ὅρα πῶς ἑαυτοῦ πανταχοῦ μέμνηται, καὶ οὐδαμοῦ ἐπιλανθάνεται, οὐδὲ γὰρ ἐνταῦθα ἐντολὴν ἐκάλεσεν, οὐδὲ ἐλεημοσύνην, ἀλλὰ, Χάριν· δεικνὺς, ὅτι καθάπερ νεκροὺς ἐγείρειν, καὶ δαίμονας ἐλαύνειν, καὶ λεπροὺς καθαίρειν, χάριτος ἔργον ἐστίν· οὕτω καὶ πενίαν διορθοῦν, καὶ τοῖς δεομένοις χεῖρα ὀρέγειν, καὶ πολλῷ μᾶλλον τοῦτο ἢ ἐκεῖνο· ἀλλ' εἰ καὶ χάρις ἐστὶ, καὶ τῆς ἡμετέρας δεῖται σπουδῆς καὶ προθυμίας, ἵνα ἑλώμεθα καὶ βουληθῶμεν, καὶ τῆς χάριτος ἀξίους ἑαυτοὺς παρασκευάσωμεν. Ἑνὶ μὲν οὖν τούτῳ παρεμυθήσατο, τῷ τὰ γράμματα αὐτοῦ πέμπειν μετ' ἐκείνων· ἑτέρῳ δὲ μείζονι τοῦ προτέρου πάλιν, τῷ καὶ αὐτὸν ὑποσχέσθαι τῆς ἀποδημίας ταύτης κοινωνήσειν αὐτοῖς. Ἐὰν γὰρ ᾖ ἄξιον, φησὶ, τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται. Καὶ σκόπει κἀνταῦθα αὐτοῦ τὴν σύνεσιν. Οὔτε γὰρ ἠρνήσατο συναπιέναι, οὔτε ὑπέσχετο καθάπαξ, ἀλλὰ πάλιν τῇ τῶν διδόντων γνώμῃ τοῦτο ἐπέτρεψε, καὶ κυρίους αὐτοὺς ἐποίησε τῆς ἀποδημίας τῆς ἑαυτοῦ, ἐνδειξάμενος ὅτι εἰ δαψιλὲς εἴη τὸ δεδομένον καὶ τοσοῦτον ὡς καὶ αὐτὸν διαναστῆσαι, πάντως ἅψεται τῆς ὁδοῦ. Τὸ γὰρ εἰπεῖν, Ἐὰν ᾖ ἄξιον, τοῦτό ἐστιν αἰνιττομένου. Εἰ μὲν οὖν καθόλου τὴν ἀποδημίαν ταύτην ἠρνήσατο, ἀθυμοτέρους ἂν ἐποίησε καὶ ὀκνηροτέρους αὐτούς· πάλιν εἰ ἀμφιβόλως ὡμολόγησε καὶ ὑπέσχετο, ῥᾳθυμοτέρους ἂν εἰργάσατο. Διὰ δὴ τοῦτο οὔτε ἀπαγορεύει καθόλου, οὔτε ὑπισχνεῖται· ἀλλ' ἐπὶ τῇ γνώμῃ τῶν Κορινθίων τοῦτο ποιεῖ, εἰπὼν, Ἐὰν δὲ ᾖ ἄξιον. Ἀκούοντες γὰρ ὅτι Παῦλος μέλλει τὴν προσφορὰν αὐτῶν ἀποφέρειν, πλείονι προθυμίᾳ καὶ σπουδῇ πρὸς τὸ πρᾶγμα ἐκέχρηντο· ὥστε τὰς ἁγίας χεῖρας ἐκείνας διακονήσασθαι τοῖς διδομένοις, καὶ τὰς εὐχὰς τὰς ἐκείνου προστεθῆναι τῇ θυσίᾳ ταύτῃ. Εἰ δὲ Παύλῳ διδόναι μέλλοντες οἱ Κορίνθιοι ὥστε διακομίσαι, μετὰ πλείονος τοῦτο ἐποίουν τῆς προθυμίας· σὺ τῷ Παύλου μέλλων διδόναι Δεσπότῃ (διὰ γὰρ τῶν πενήτων ἐκεῖνος λαμβάνει), ποίαν ἕξεις ἀπολογίαν ἀναβαλλόμενος; Οὐδὲ γὰρ ἂν, εἰ μὴ μέγα ἦν τὸ πρᾶγμα καὶ πολλῆς ἄξιον σπουδῆς, ὁ τὴν οἰκουμένην πᾶσαν ἐγχειρισθεὶς, καὶ τὰς ὑφ' ἡλίῳ κειμένας μεριμνῶν Ἐκκλησίας, ὑπέσχετο τῇ τῶν χρημάτων οἰκονομίᾳ διακονήσασθαι τούτων. Ταῦτ' οὖν καὶ ἡμεῖς λογιζόμενοι, ἄν τε δοῦναι δέῃ, ἄν τε παρέχουσιν ἑτέροις ὑπηρετεῖν, μὴ κατοκνῶμεν, μηδὲ ἀθυμῶμεν, ὡς τῆς οὐσίας ἡμῖν ἐλαττουμένης. Πῶς γὰρ οὐκ ἄτοπον, τὸν μὲν γηπόνον τὰ σπέρματα καταβάλλοντα, καὶ τὰ ὄντα κενοῦντα, μὴ δάκνεσθαι, μηδὲ ἀλγεῖν, μηδὲ ἀνάλωμα νομίζειν εἶναι τὸ γινόμενον, ἀλλὰ κέρδος καὶ πρόσοδον, καίτοι ἀδήλου τῆς ἐλπίδος οὔσης· σὲ δὲ οὐκ ἐπὶ τοιούτοις, ἀλλ' ἐπὶ πολλῷ μείζοσι σπείροντα, καὶ αὐτῷ μέλλοντα τὸ ἀργύριον ἐγχειρίζειν τῷ Χριστῷ, ἀναδύεσθαι, καὶ ναρκᾷν, καὶ πενίαν προβάλλεσθαι; Μὴ γὰρ οὐκ ἠδύνατο ὁ Θεὸς κελεῦσαι τῇ γῇ χρυσίον ἀπηρτισμένον ἐκβαλεῖν; Ὁ γὰρ εἰπὼν, Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, καὶ δείξας αὐτὴν ἐξαίφνης κομῶσαν, ἠδύνατο κελεῦσαι καὶ πηγὰς καὶ ποταμοὺς χρυσίου ῥεῦσαι πάντοθεν. Ἀλλ' οὐκ ἠθέλησεν, ἀλλ' ἀφῆκεν εἶναι πολλοὺς ἐν πτωχείᾳ, διά τε τὸ ἐκείνοις, διά τε τὸ σοὶ συμφέρον. Καὶ γὰρ πρὸς ἀρετὴν ἐπιτηδειότερον πενία πλούτου· καὶ τοῖς ἐν ἁμαρτήμασι καθεστηκόσιν οὐ μικρὰ παραμυθία γίνεται ἀπὸ τῆς εἰς τοὺς δεομένους βοηθείας, καὶ τοσαύτη τοῦ πράγματος σπουδὴ τῷ Θεῷ, ὅτι καὶ παραγενόμενος, καὶ σάρκα περιβαλόμενος, καὶ τοῖς ἀνθρώποις συναναστραφεὶς, οὐ παρῃτήσατο, οὐδὲ αἰσχύνης ἄξιον εἶναι ἐνόμισεν οἰκονομεῖν αὐτὸς τὰ τῶν πενήτων. Καίτοι γε τοσούτους ἐργασάμενος ἄρτους, καὶ πάντα ἐξ ἐπιτάγματος ποιῶν ἅπερ ἤθελε, καὶ δυνάμενος δεῖξαι μυρίους ἀθρόον θησαυροὺς, οὐκ ἐποίησε τοῦτο· ἀλλὰ γλωσσόκομον ἔχειν ἐκέλευσε τοῖς μαθηταῖς, καὶ τὰ βαλλόμενα βαστάζειν, καὶ τοῖς δεομένοις ἐκεῖθεν ἐπικουρεῖν. Ὅτε γοῦν τῷ Ἰούδᾳ περὶ τῆς προδοσίας αἰνιγματωδῶς διελέγετο, μὴ συνιέντες οἱ μαθηταὶ τὸ λεχθὲν, ἐνόμισαν, φησὶν, ὅτι εἶπεν αὐτῷ ἵνα τοῖς πτωχοῖς τι δῷ· Καὶ γὰρ τὸ γλωσσόκομον αὐτὸς, φησὶν, εἶχε, καὶ τὰ βαλλόμενα ἐβάσταζε. Πολὺς γὰρ τῷ Θεῷ λόγος ἐλέους, οὐ τοῦ παρ' αὐτοῦ μόνον εἰς ἡμᾶς, ἀλλὰ καὶ τοῦ παρ' ἡμῶν εἰς τοὺς συνδούλους ὀφείλοντος γίνεσθαι· καὶ ἐν τῇ Παλαιᾷ, καὶ ἐν τῇ Καινῇ μυρίους ὑπὲρ τούτου τίθησι νόμους, κελεύων διὰ πάντων εἶναι φιλάνθρωπον, καὶ διὰ ῥημάτων, καὶ χρημάτων, καὶ πραγμάτων. Καὶ Μωϋσῆς ἄνω καὶ κάτω τοὺς περὶ τούτων διασπείρει λόγους ταῖς νομοθεσίαις ἁπάσαις· καὶ οἱ προφῆται ἐκ προσώπου τοῦ Θεοῦ τοῦτο βοῶσιν, ὅτι Ἔλεον θέλω, καὶ οὐ θυσίαν· καὶ οἱ ἀπόστολοι πάντες συνῳδὰ τούτοις καὶ ποιοῦσι καὶ λέγουσι. Μὴ τοίνυν καταμελῶμεν τοῦ πράγματος· οὐ γὰρ τοὺς πένητας, ἀλλ' αὐτοὺς ἡμᾶς τὰ μέγιστα ὠφελοῦμεν, καὶ μείζονα λαμβάνομεν ὧν παρέχομεν.