Ancient Greek · ~21 min
Section 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De eleemosyna 6.1
Not analysed yet
Ταῦτα δὲ οὐχ ἁπλῶς λέγω νῦν, ἀλλ' ἐπειδὴ πολλοὶ πολλάκις πρὸς τοὺς δεομένους ἀκριβολογοῦνται, καὶ πατρίδα ἐξετάζοντες, καὶ βίον, καὶ τρόπους, καὶ ἐπιτήδευμα, καὶ τὴν τοῦ σώματος εὐεξίαν, ἐγκλήματα ποιούμενοι, καὶ μυρίας ὑπὲρ ὑγιείας ἀπαιτοῦντες εὐθύνας. Διά τοι τοῦτο, καὶ πολλοὶ πηρώσεις ὑπεκρίναντο σώματος, ἵνα τὴν ὠμότητα τὴν ἡμετέραν καὶ τὴν ἀπανθρωπίαν τῷ τῆς συμφορᾶς ταύτης ἐπικάμψωσι δράματι. Καὶ τὸ μὲν, θέρους ὄντος. ταῦτα ἐγκαλεῖν, δεινὸν ὂν, οὐχ οὕτω δεινόν ἐστι· τὸ δὲ ἐν κρυμῷ καὶ ψύχει οὕτως ὠμὸν καὶ ἀπάνθρωπον γίνεσθαι δικαστὴν, καὶ μηδεμίαν ἀπονέμειν τοῖς ἀργοῦσι συγγνώμην, οὐκ ἂν ἔχοι τινὰ ὠμότητος ὑπερβολήν; Τί οὖν ὁ Παῦλος, φησὶν, ἐνομοθέτει Θεσσαλονικεῦσι, λόγων· Εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω; Ἵνα καὶ σὺ ταῦτα ἀκούσῃς, καὶ μὴ πρὸς ἐκεῖνον μόνον, ἀλλὰ καὶ πρὸς σαυτὸν διαλέγῃ τὰ τοῦ Παύλου ῥήματα. Οἱ γὰρ τοῦ Παύλου νόμοι οὐχὶ τοῖς πένησι μόνον, ἀλλὰ καὶ ἡμῖν κεῖνται. Εἴπω τι φορτικὸν καὶ ἐπαχθές· οἶδα μὲν ὅτι ὀργιεῖσθε· πλὴν ἀλλ' ὅμως ἐρῶ· οὐδὲ γὰρ ὥστε πλῆξαι, ἀλλ' ὥστε διορθῶσαι τοῦτο λέγω. Τούτοις μὲν ἀργίαν ἐγκαλοῦμεν, πρᾶγμα καὶ συγγνώμης πολλάκις ἄξιον· αὐτοὶ δὲ ἐργαζόμεθα τοιαῦτα πολλάκις, ἃ πάσης ἀργίας ἐστὶ χαλεπώτερα. Ἀλλ' ἐγὼ πατρῷον ἔχω κλῆρον, φησίν. Ἐπεὶ οὖν οὗτος πένης ἐστὶ, καὶ ἐκ πενήτων, καὶ οὐκ ἔσχε προγόνους εὐπόρους, ἀπόλλυσθαι δίκαιος, εἰπέ μοι; Δι' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα ἐλεεῖσθαι καὶ κατοικτείρεσθαι ἄξιος ἂν εἴη παρὰ τῶν ἐχόντων. Σὺ μὲν γὰρ πολλάκις διημερεύων τὴν ἡμέραν ἐν θεάτροις, ἢ ἐν συνεδρίοις καὶ συλλόγοις οὐδὲν ἔχουσι κέρδος, καὶ μυρίοις λέγων κακῶς, οὐδὲν ἡγῇ ποιεῖν δεινὸν, οὐδὲ ἀργεῖν τὸν δὲ ἄθλιον τοῦτον καὶ ταλαίπωρον πᾶσαν ἀναλίσκοντα τὴν ἡμέραν ἐν ἱκετηρίαις, ἐν δάκρυσιν, ἐν μυρίᾳ ταλαιπωρίᾳ, κρίνεις, καὶ εἰς δικαστήριον ἕλκεις, καὶ εὐθύνας ἀπαιτεῖς; Καὶ ποῦ ταῦτα γνώμης ἀνθρωπίνης, εἰπέ μοι; Ὥστε ὅταν λέγῃς, Τί οὖν ἐροῦμεν τῷ Παύλῳ; μὴ τοῖς πένησιν, ἀλλὰ καὶ σαυτῷ διαλεγόμενος ταῦτα λέγε. Ἄλλως δὲ, μὴ τὴν ἀπειλὴν ἀναγίνωσκε μόνον, ἀλλὰ καὶ τὴν συγγνώμην· ὁ γὰρ εἰπὼν, Εἴ τις μὴ ἐργάζεται, μηδὲ ἐσθιέτω, προσέθηκεν· Ὑμεῖς δὲ, ἀδελφοὶ, μὴ ἐκκακήσητε τὸ καλὸν ποιοῦντες. Ἀλλὰ τίς αὐτῶν ἡ εὐπρόσωπος πρόφασις· Δραπέται τινές εἰσι, φησὶ, καὶ ξένοι, καὶ μαστιγίαι, καὶ τὰς αὐτῶν ἀφέντες πατρίδας, εἰς τὴν ἡμετέραν πόλιν συῤῥέουσι. Διὰ τοῦτο οὖν ἀγανακτεῖς, εἰπέ μοι, καὶ τὸν στέφανον τῆς πόλεως διατίλλεις, ὅτι κοινὸν λιμένα πάντες αὐτὴν εἶναι νομίζουσι, καὶ τῆς ἐνεγκούσης τὴν ἀλλοτρίαν προτιθέασι; Διὰ τοῦτο μὲν οὖν ἀγάλλεσθαι ἔδει καὶ χαίρειν, ὅτι καθάπερ εἰς κοινὸν ἐμπόριον τὰς ὑμετέρας χεῖρας τρέχουσιν ἅπαντες, καὶ μητέρα κοινὴν εἶναι ταύτην τὴν πόλιν νομίζουσι. Μὴ δὴ διαφθείρητε τὸ ἐγκώμιον, μηδὲ ἀκρωτηριάσητε τὸν ἔπαινον πάτριον ὄντα αὐτῇ καὶ ἀρχαῖον. Καὶ γάρ ποτε λιμοῦ μέλλοντος εἰς τὴν γῆν ἐμβαλεῖν ἅπασαν, οἱ τὴν πόλιν ταύτην οἰκοῦντες τοῖς ἐν Ἱεροσολύμοις καθημένοις, αὐτοῖς δὲ (f. δὴ) τούτοις, περὶ ὧν ἡμῖν οὗτος ὁ λόγος ἅπας κεκίνηται, διὰ χειρὸς Βαρνάβα καὶ Σαύλου χρήματα ἔπεμψαν οὐκ ὀλίγα. Τίνος οὖν ἂν εἴημεν ἡμεῖς συγγνώμης ἄξιοι, ποίας δὲ ἀπολογίας, ὅταν οἱ μὲν πρόγονοι οἱ ἡμέτεροι καὶ τοὺς πόῤῥωθεν καθημένους φαίνωνται διὰ τῶν οἰκείων τρέφοντες χρημάτων, καὶ αὐτοὶ πρὸς ἐκείνους τρέχοντες· ἡμεῖς δὲ καὶ τοὺς ἀλλαχόθεν πρὸς ἡμᾶς καταφεύγοντας ἀπελαύνωμεν, καὶ ἀπαιτῶμεν εὐθύνας ἀκριβεῖς, καὶ ταῦτα εἰδότες, ὅτι μυρίων ὑπεύθυνοί ἐσμεν κακῶν; Κἂν ὁ Θεὸς οὕτως ἀκριβῶς τὰ καθ' ἡμᾶς ἐξετάσῃ, ὥσπερ ἡμεῖς τὰ τῶν πενήτων, οὐδεμιᾶς τευξόμεθα συγγνώμης, οὐδὲ ἐλέου τινός· Ἐν ᾧ γὰρ κρίματι κρίνετε, φησὶ, καὶ ὑμεῖς κριθήσεσθε. Γενοῦ τοίνυν φιλάνθρωπος καὶ ἥμερος τῷ συνδούλῳ, καὶ πολλὰ ἄφες τῶν ἡμαρτημένων, καὶ ἐλέησον, ἵνα καὶ αὐτὸς τοιαύτης τύχῃς τῆς ψήφου. Τί πράγματα σαυτῷ πλέκεις; τί περιεργάζῃ; Ἆρα εἰ προσέταξεν ὁ Θεὸς βίους ἐρευνᾷν, καὶ εὐθύνας ἀπαιτεῖν, καὶ πολυπραγμονεῖν τρόπους, οὐκ ἂν ἐδυσχέραινον πολλοί; οὐκ ἂν εἶπον πρὸς ἑαυτούς· Τί ποτε τοῦτό ἐστι; δύσκολον ἡμῖν τὸ πρᾶγμα κατέστησεν ὁ Θεός· μὴ γὰρ δυνάμεθα τὴν ἑτέρων ζωὴν ἐξετάζειν; μὴ γὰρ ἴσμεν τὰ ἡμαρτημένα τῷ δεῖνι; Οὐκ ἂν πολλοὶ πολλὰ τοιαῦτα εἶπον; Νῦν δὲ, ὅτε πάσης ἡμᾶς τοιαύτης πολυπραγμοσύνης ἀπήλλαξε, καὶ ὑπέσχετο δώσειν ἀπηρτισμένον τὸν μισθὸν, κἂν πονηροὶ, κἂν χρηστοὶ οἱ λαμβάνοντες ὦσιν, ἑαυτοῖς πράγματα ἐπισπώμεθα. Καὶ πόθεν τοῦτο δῆλον, φησὶν, ὅτι χρηστοῖς, καὶ τοῖς μὴ τοιούτοις δόντες ληψόμεθα τὸν μισθόν; Ἀφ' ὧν αὐτὸς εἶπεν· Εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων καὶ διωκόντων ὑμᾶς, ὅπως γένησθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν, τοῦ ἐν τοῖς οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Ὥσπερ οὖν ὁ Δεσπότης σου, μυρίων αὐτὸν βλασφημούντων, μυρίων πορνευόντων, κλεπτόντων, λῃστευόντων, τάφους ἀνορυττόντων, μυρία ἐργαζομένων κακὰ, οὐκ ἀφίσταται τῆς εἰς ἅπαντας εὐεργεσίας, ἀλλὰ κοινὴν τὴν ἀκτῖνα, κοινοὺς τοὺς ὄμβρους, καὶ τοὺς καρποὺς τοὺς ἀπὸ τῆς γῆς προτίθησι, τὴν φιλανθρωπίαν ἐπιδεικνύμενος τὴν ἑαυτοῦ· οὕτω καὶ σὺ ποίησον, καὶ ὅταν ἐλέους καιρὸς ᾖ καὶ φιλανθρωπίας, διόρθου τὴν πενίαν, λύε τὸν λιμὸν, ἀπάλλαττε τῆς θλίψεως, μηδὲν περαιτέρω περιεργάζου. Εἰ γὰρ δὴ μέλλοιμεν βίους ἐρευνᾶσθαι, οὐδέποτε οὐδένα ἄνθρωπον ἐλεήσομεν· ἀλλ' ὑπὸ τῆς ἀκαίρου ταύτης πολυπραγμοσύνης ἐμποδισθέντες, ἄκαρποι καὶ πάσης ἔρημοι βοηθείας διαμενοῦμεν, καὶ πολὺν ὑποστησόμεθα πόνον εἰκῆ καὶ μάτην. Διὸ δὴ παρακαλῶ τὴν ἄκαιρον ταύτην περιεργίαν ἐκβαλόντας, τοῖς δεομένοις διδόναι πᾶσι, καὶ μετὰ πολλῆς τοῦτο ποιεῖν τῆς δαψιλείας, ἵνα καὶ αὐτοὶ κατὰ τὴν ἡμέραν ἐκείνην πολλοῦ τοῦ ἐλέους καὶ τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας τύχωμεν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.