Ancient Greek · ~7 min
Section 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De futurae vitae deliciis 2
Not analysed yet
Αὗται αἱ ἀρχαὶ οὐκ εἰσὶ χρημάτων ὠνηταὶ, οὐδὲ τοὺς φθονοῦντας ἔχουσι· ταύτην οὐκ οἶδε κατηγόρου γλῶττα, οὔτε βασκάνων ὀφθαλμὸς, οὐδὲ ἐπιβούλων μηχανήματα, ἀλλ' ὥσπερ ἐν ἀσύλῳ χωρίῳ τινὶ τῷ τῆς φιλοσοφίας ἐνδιαιτωμένη, μένει διηνεκῶς ἀχείρωτος, οὐ μόνον ταῖς ἄλλαις τῶν πραγμάτων περιστάσεσιν, ἀλλ' οὐδὲ αὐτῇ εἴκουσα τῇ τελευτῇ. Καὶ δεικνύουσι ταῦτα οἱ μάρτυρες, ὧν τὰ σώματα μὲν διελύθη καὶ κόνις γέγονε καὶ τέφρα, ἡ δὲ ἀρχὴ καθ' ἑκάστην ζῇ τὴν ἡμέραν καὶ ἐνεργεῖ, δαίμονας ἀπελαύνουσα, καὶ νοσήματα δραπετεύειν παρασκευάζουσα, καὶ πόλεις ὁλοκλήρους ἀναπτεροῦσα, καὶ δήμους ἐνταῦθα ἄγουσα. Τοσαύτη τῆς ἀρχῆς ταύτης ἡ δύναμις, οὐχὶ ζώντων τῶν ἀρχόντων μόνον, ἀλλὰ καὶ τελευτησάντων, ὡς ἀνάγκῃ μὲν μηδένα, γνώμῃ δὲ καὶ πόθῳ πάντας ἐνταῦθα ἐλθεῖν, καὶ μηδενὶ μαραίνεσθαι χρόνῳ. Ὁρᾶτε ὡς οὐ μάτην τουτὶ τὸ θέατρον σεμνότερον ἔφην εἶναι τῶν βασιλικῶν αὐλῶν; Τὰ μὲν γὰρ ἐκεῖ φύλλοις ἔοικε μαραινομένοις, καὶ σκιαῖς παρατρεχούσαις· τὰ δὲ ἐνταῦθα διδόμενα τὸν ἀδάμαντα μιμεῖται, μᾶλλον δὲ κἀκείνου στεῤῥότερα, ἅτε ἀθάνατα ὄντα καὶ ἀκίνητα καὶ οὐδεμιᾷ εἴκοντά ποτε μεταβολῇ, καὶ τοῖς ἐρῶσιν αὐτῶν ἀδεῶς ἐπιόντα, μάχης ἀπηλλαγμένα καὶ φιλονεικίας, καὶ φθόνου καὶ δικαστηρίων, καὶ ἐπιβούλων καὶ συκοφαντίας. Τὰ μὲν γὰρ βιωτικὰ πολλοὺς ἔχει τοὺς φθονοῦντας· τὰ δὲ πνευματικὰ, ὅσον ἂν εἰς πλείονας ἔλθῃ, τοσοῦτον μᾶλλον τὴν εὐπορίαν ἐνδείκνυται τὴν ἑαυτῶν. Καὶ τοῦτο ἔξεστιν ὑμῖν ἐκ τοῦ λόγου τούτου μαθεῖν. Τὸν γὰρ λόγον, ὃν εἰς πάντας ἐκχέω, ἂν μὲν οἴκοι κατάσχω παρ' ἐμαυτῷ, ἀπορώτερος γίνομαι· ἂν δὲ εἰς πάντας ἐκχέω, ὥσπερ εἰς ἄρουραν καθαρὰν βάλλων τὰ σπέρματα, ἐπιτείνω μου τὴν εὐπορίαν, πλείονα ποιῶ τὸν πλοῦτον, ἅπαντας ὑμᾶς εὐπορωτέρους ἐργαζόμενος, αὐτὸς δὲ οὐδὲν ἐν ταύτῃ πενέστερος γινόμενος, ἀλλὰ καὶ πλουσιώτερος μειζόνως· ὅπερ ἐπὶ χρημάτων οὐκ ἔνι, ἀλλὰ τοὐναντίον ἅπαν. Εἰ γὰρ ἔχων χρυσίον ἀποκείμενον, εἰς πάντας αὐτὸ διανεῖμαι ἑλοίμην, οὐκέτι ἂν δυναίμην ἔχειν τὴν προτέραν εὐπορίαν, τῇ διαιρέσει ταύτης ἐλαττουμένης.