Ancient Greek · ~89 min
Homily 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De incomprehensibili dei natura (+ Contra Anomoeos, homiliae 1-5) 1.1
Not analysed yet
Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰω ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου περὶ ἀκαταλήπτου, ἀπόντος τοῦ ἐπισκόπου, πρὸς Ἀνομοίους λόγος αʹ. Τί τοῦτο; ὁ ποιμὴν οὐ πάρεστι καὶ τὰ θρέμματα μετὰ πάσης τῆς εὐταξίας ἕστηκε. Τοῦ ποιμένος καὶ τοῦτο τὸ κατόρθωμα, τὸ μὴ μόνον παρόντος, ἀλλὰ καὶ ἀπόντος πᾶσαν ἐπιδείκνυσθαι σπουδὴν τὰ ποίμνια. Ἐπὶ μὲν γὰρ τῶν ἀλόγων, ὅταν ὁ πρὸς τὴν νομὴν ἐξάγων μὴ παρῇ, μένειν εἴσω τῶν σηκῶν ἀνάγκη τὰ πρόβατα ἢ χωρὶς τοῦ ποιμαίνοντος τῆς μάνδρας προκύψαντα πολλὴν ὑπομένειν τὴν πλάνην· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον, ἀλλὰ καὶ μὴ παρόντος τοῦ ποιμένος, πρὸς τὰς συνήθεις νομὰς μετὰ πολλῆς ἀπηντήκατε τῆς εὐταξίας. Μᾶλλον δὲ καὶ ὁ ποιμὴν πάρεστιν, εἰ καὶ μὴ τῇ σαρκί, ἀλλὰ τῇ διαθέσει, εἰ καὶ μὴ τῇ παρουσίᾳ τοῦ σώματος, ἀλλὰ ταῇ εὐταξίᾳ τοῦ ποιμνίου. Διὰ τοῦτο μᾶλλον αὐτὸν ἐκπλήττομαι καὶ μακαρίζω ὅτι τοσαύτην ὑμῖν ἐναποθέσθαι σπουδὴν ἴσχυσεν. Καὶ γὰρ στρατηγὸν τότε μάλιστα θαυμάζομεν, ὅταν καὶ μὴ παρόντος αὐτοῦ τὰ στρατόπεδα εὐτακτῇ. Τοῦτο καὶ Παῦλος ἐπὶ τῶν μαθητῶν ἐζήτει λέγων· «Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου . . .» Διὰ τί· «Πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ»; Ὅτι παρόντος μὲν τοῦ ποιμαίνοντος, κἂν ἐπέλθῃ λύκος τῇ ποίμνῃ, ῥᾳδίως ἀπελαύνεται τῶν προβάτων· μὴ παρόντος δὲ ἐν μείζονι τὰ ποίμνια ἀγωνίᾳ καθεστάναι ἀνάγκη, μηδενὸς ὄντος τοῦ τειχίζοντος αὐτά. Καὶ πρὸς τούτοις δὲ παρὼν μὲν μερίζεται μετ' αὐτῶν τοὺς ἐπὶ τῇ σπουδῇ μισθούς, μὴ παρὼν δὲ γυμνὸν ἀφίησιν αὐτῶν φαίνεσθαι τὸ κατόρθωμα. Ταῦτα καὶ ὁ διδάσκαλος ἀπὼν ὑμῖν διαλέγεται καί, ὅπουπερ ἂν ᾖ νῦν, ὑμᾶς καὶ τὸν ὑμέτερον φαντάζεται σύλλογον καὶ οὐχ οὕτως τοὺς ἐκεῖ συγγινομένους αὐτῷ καὶ παρόντας ὡς ὑμᾶς τοὺς ἀπόντας ὁρᾷ νῦν. Οἶδα αὐτοῦ τὴν ἀγάπην τὴν ζέουσαν καὶ πεπυρωμένην καὶ θερμὴν καὶ ἀκάθεκτον, ἣν κατὰ πολλοῦ τοῦ βάθους τῆς διανοίας ἐρριζωμένην ἔχει καὶ μετὰ πολλῆς θεραπεύει τῆς σπουδῆς. Καὶ γὰρ οἶδε σαφῶς ὅτι κεφάλαιον αὕτη πάντων ἐστὶ τῶν ἀγαθῶν καὶ ῥίζα καὶ πηγὴ καὶ μήτηρ, καὶ ταύτης οὐκ οὔσης τῶν ἄλλων ἡμῖν ὄφελος οὐδέν. αὕτη γάρ ἐστι τῶν μαθητῶν Κυρίου ἡ εἰκών, ὁ χαρακτὴρ τῶν τοῦ Θεοῦ δούλων, τὸ γνώρισμα τῶν ἀποστόλων· «Ἐν τούτῳ γὰρ γνώσονται πάντες, φησίν, ὅτι μαθηταί μου ἐστέ.» Ἐν τίνι; εἰπέ· ἆρα ἐν τῷ νεκροὺς ἐγείρειν ἢ λεπροὺς καθαίρειν ἢ δαίμονας ἀπελαύνειν; Οὐχί, φησίν, ἀλλὰ πάντα ἐκεῖνα παραδραμών· «Ἐν τούτῳ γνώσονται πάντες, φησίν, ὅτι μαθηταί μού ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους.» Ἐκεῖνα μὲν γὰρ τῆς ἄνωθεν χάριτός ἐστι δῶρα μόνης, τοῦτο δὲ καὶ τῆς ἀνθρωπίνης σπουδῆς ἐστι κατόρθωμα. Τὸν δὲ γενναῖον οὐχ οὕτω τὰ ἄνωθεν διδόμενα δῶρα χαρακτηρίζειν εἴωθεν ὡς τῶν οἰκείων πόνων τὰ κατορθώματα. Διόπερ οὐκ ἀπὸ τῶν σημείων, ἀλλ' ἀπὸ τῆς ἀγάπης γνωρίζεσθαί φησι τοὺς αὑτοῦ μαθητὰς ὁ Χριστός. Ταύτης γὰρ παρούσης οὐδὲν μέρος φιλοσοφίας ἐλλείπει τῷ κεκτημένῳ, ἀλλ' ὁλόκληρον ἔχει καὶ παντελῆ καὶ ἀπηρτισμένην τὴν ἀρετήν, ὥσπερ οὖν ἀπούσης ἔρημος πάντων ἐστὶ τῶν ἀγαθῶν. Διὰ τοῦτο καὶ Παῦλος αὐτὴν ἐπαίρει καὶ ὑψοῖ τῷ λόγῳ· μᾶλλον δὲ ὅσα ἂν εἴπῃ, οὐδέπω τῆς ἀξίας αὐτῆς ἐφικνεῖται. Τί γὰρ ἂν γένοιτο ταύτης ἴσον, ἣ τοὺς προφήτας συνέχει καὶ τὸν νόμον ἅπαντα καὶ ἧς ἄνευ οὐ πίστις, οὐ γνῶσις, οὐ μυστηρίων εἴδησις, οὐκ αὐτὸ τὸ μαρτύριον, οὐκ ἄλλο οὐδὲν τὸν κεκτημένον διασῶσαι δυνήσεται; Καὶ γάρ· «Ἐὰν παραδῶ τὸ σῶμά μου, φησίν, ἵνα καυθῇ, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι.» Καὶ ἀλλαχοῦ πάλιν, ὅτι πάντων μείζων ἐστὶ καὶ κορυφὴ τῶν ἀγαθῶν παραδηλῶν, ἔλεγεν· «Εἴτε δὲ προφητεῖαι καταργηθήσονται, εἴτε γλῶσσαι παύσονται, εἴτε γνῶσις καταργηθήσεται· μένει δὲ πίστις, ἐλπίς, ἀγάπη, τὰ τρία ταῦτα· μείζων δὲ πάντων ἐστὶν ἡ ἀγάπη.» Ἀλλὰ γὰρ οὐ τὸ τυχὸν ἡμῖν ξήτημα ὁ περὶ τῆς ἀγάπης ἐπεισήγαγε λόγος. Τὸ μὲν γὰρ προφητείαν καταργηθῆναι καὶ παύσασθαι γλώσσας, χαλεπὸν οὐδέν· εἰς καιρὸν γὰρ τὰ χαρίσματα ταῦτα τὴν ἑαυτῶν χρείαν παρασχόντα ἡμῖν, καὶ παυσάμενα παραβλάψαι τὸν λόγον οὐδὲν δυνήσεται· ἰδοὺ γοῦν νῦν προφητεία οὐκ ἔστιν, οὐδὲ γλωσσῶν χάρισμα, καὶ ὁ τῆς εὐσεβείας οὐδὲν ἐνεποδίσθη λόγος· τὸ δὲ γνῶσιν παύσασθαι, τοῦτό ἐστι τὸ ζητούμενον. Εἰπὼν γάρ· «Εἴτε προφητεῖαι καταργηθήσονται, εἴτε γλῶσσαι παύσονται», ἐπήγαγεν· «Εἴτε γνῶσις καταργηθήσεται.» Εἰ δὴ οὖν μέλλοι ἡ γνῶσις παύεσθαι, οὐκ ἐπὶ τὸ βέλτιον, ἀλλ' ἐπὶ τὸ χεῖρον ἡμῖν προκόψει τὰ πράγματα· ἄνευ γὰρ ταύτης καὶ τὸ εἶναι ἄνθρωποι παντελῶς ἀπολοῦμεν. «Τὸν γὰρ Θεὸν φοβοῦ, φησί, καὶ τὰς ἐντολὰς αὐτοῦ φύλασσε, ὅτι τοῦτο πᾶς ἄνθρωπος.» Εἰ τοίνυν τοῦτό ἐστιν ἄνθρωπος, τὸ φοβεῖσθαι τὸν Θεόν, τοῦτο δὲ ἀπὸ γνώσεως γίνεται, ἡ δὲ γνῶσις μέλλει καταργεῖσθαι, καθώς φησιν ὁ Παῦλος, τότε παντελῶς ἀπολούμεθα, γνώσεως οὐκ οὔσης, καὶ τὰ καθ' ἡμᾶς δὲ πάντα οἰχήσεται καὶ τῶν ἀλόγων οὐδὲν ἄμεινον διακεισόμεθα, ἀλλὰ πολλῷ χεῖρον. Ἐν τούτῳ γὰρ πλεονεκτοῦμεν αὐτῶν, ὡς τοῖς γε ἄλλοις ἅπασι τοῖς σωματικοῖς ἐκ πολλοῦ τοῦ περιόντος αὐτοῖς νικώμεθα. Τί οὖν ἐστιν ὅ φησιν ὁ Παῦλος καὶ περὶ τίνος ὅτι «Ἡ γνῶσις καταργηθήσεται»; Οὐ περὶ τῆς παντελοῦς, ἀλλὰ περὶ τῆς μερικῆς τοῦτό φησι, κατάργησιν τὴν ἐπὶ τὸ βέλτιον πρόοδον λέγων, ὡς τὴν μερικὴν καταργουμένην μηκέτι εἶναι μερικήν, ἀλλὰ τελείαν. Καθάπερ γὰρ ἡ ἡλικία τοῦ παιδίου καταργεῖται, οὐκ ἀφανιζομένης τῆς οὐσίας, ἀλλ' αὐξανομένης τῆς ἡλικίας καὶ εἰς ἄνδρα τέλειον ἐκβαινούσης, οὕτω καὶ ἐπὶ τῆς γνώσεως γίνεται. Ἡ μικρά, φησίν, αὕτη οὐκέτι ἂν εἴη μικρά, διὰ τῶν ἑξῆς γενομένη μεγάλη. Τοῦτό ἐστι τὸ «καταργεῖται» καὶ τοῦτο διὰ τῶν ἑξῆς σαφέστερον ἡμῖν ἐδήλωσεν. Ἵνα γὰρ ἀκούσας ὅτι καταργεῖται, μὴ κατάλυσιν παντελῆ νομίσῃς εἶναι, ἀλλ' αὔξησίν τινα καὶ πρὸς τὸ βέλτιον ἐπίδοσιν, εἰπὼν «καταργεῖται», ἐπήγαγεν· «Ἐκ μέρους γὰρ γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν· ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται», ὡς μηκέτι εἶναι αὐτὸ ἐκ μέρους, ἀλλὰ τέλειον. Ὥστε τὸ ἀτελὲς αὐτοῦ καταργεῖται, ὡς μηκέτι εἶναι ἀτελές, ἀλλὰ τέλειον. Ἡ τοίνυν κατάργησις αὕτη πλήρωσίς ἐστι καὶ πρὸς τὸ μεῖζον ἐπίδοσις. Καὶ σκόπει μοι τὴν Παύλου σύνεσιν. Οὐ γὰρ εἶπε· Μέρος γινώσκομεν, ἀλλά· «Ἐκ μέρους γινώσκομεν», τοῦ μέρους μέρος κατέχομεν. Τάχα ἐπιθυμεῖτε ἀκοῦσαι καὶ πόσον μέρος κατέχομεν καὶ πόσον ὑπολέλειπται καὶ πότερον τὸ πλέον ἢ τὸ ἔλαττον κατέχομεν. Οὐκοῦν ἵνα μάθῃς ὅτι τὸ ἔλαττον κατέχεις, καὶ οὐχ ἁπλῶς τὸ ἔλαττον, ἀλλὰ τὸ ἑκατοστὸν ἢ τὸ μυριοστόν, ἄκουσον τῶν ἑξῆς· μᾶλλον δὲ πρὶν ἢ τὴν ἀποστολικὴν ὑμῖν ἀναγνῶναι φωνήν, ὑπόδειγμα ἐρῶ δυνάμενον ὑμῖν παραστῆσαι, ὡς ἐξ ὑποδείγματος δυνατόν, πόσον ὑπολέλειπται καὶ πόσον ἐστὶν ὃ κατέχομεν νῦν. Πόσον τοίνυν ἐστὶ τὸ μέσον τῆς μελλούσης ἡμῖν δοθήσεσθαι γνώσεως καὶ τῆς παρούσης νῦν; Ὅσον ἀνδρὸς τελείου πρὸς παῖδα θηλάζοντα τὸ μέσον· τοσαύτη γὰρ τῆς μελλούσης γνώσεως πρὸς τὴν παροῦσαν ἡ ὑπεροχή. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς καὶ τοσοῦτον ἐκείνη μείζων ταύτης ἐστίν, αὐτὸς λεγέτω πάλιν ὁ Παῦλος. Εἰπὼν γάρ· «Ἐκ μέρους γινώσκομεν» καὶ βουλόμενος δεῖξαι ἐκ πόσου μέρους καὶ ὅτι τὸ βραχύτατον νῦν κατέχομεν, ἐπήγαγεν· «Ὅτε ἤμην νήπιος, ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρόνουν, ὡς νήπιος ἐλογιζόμην· ὅτε δὲ γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου», νηπίου μὲν ἕξει τὴν παροῦσαν γνῶσιν, ἀνδρὸς δὲ τελείου τὴν γνῶσιν τὴν μέλλουσαν παραβάλλων. Καὶ οὐκ εἶπεν· Ὅτε ἤμην παῖς (παῖς γὰρ καὶ ὁ δωδεκαέτης λέγεται), ἀλλά· «Ὅτε ἤμην νήπιος», τὸν ὑπομάζιον καὶ ἔτι γαλακτοτροφούμενον καὶ θηλάζοντα ἡμῖν ἐμφαίνων. Ὅτι γὰρ τοῦτον ἡ Γραφή φησι νήπιον, ἄκουσον τοῦ ψαλμοῦ λέγοντος· «Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ, ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν· ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον.» Ὁρᾷς ὅτι τὸν νήπιον πανταχοῦ τὸν θηλάζοντα λέγει; Εἶτα προορῶν τῷ πνεύματι τῶν μελλόντων ἀνδρῶν τὴν ἀναισχυντίαν οὐχὶ τῷ παραδείγματι τούτῳ μόνον ἠρκέσθη, ἀλλὰ καὶ δευτέρῳ καὶ τρίτῳ τοῦτο βέβαιον ἡμῖν ἐποίησε. Καθάπερ γὰρ ὁ Μωϋσῆς πρὸς Ἰουδαίους ἀποστελλόμενος τριῶν σημείων ἐλάμβανεν ἀπόδειξιν, ἵνα, ἐὰν ἀπιστήσωσι τῷ προτέρῳ, τῆς τοῦ δευτέρου φωνῆς ἀκούσωσι, ἂν δὲ καὶ ταύτης καταφρονήσωσι, τὸ τρίτον αἰσχυνθέντες καταδέξωνται τὸν προφήτην, οὕτω καὶ οὗτος τρία τίθησιν ὑποδείγματα· ἓν μὲν τὸ τοῦ παιδίου, λέγων· «Ὅτε ἤμην νήπιος, ὡς νήπιος ἐφρόνουν», δεύτερον τὸ τοῦ ἐσόπτρου καὶ τρίτον τὸ τοῦ αἰνίγματος. Εἰπὼν γάρ· «Ὅτε ἤμην νήπιος», ἐπήγαγε· «Βλέπομεν δὲ ἄρτι δι' ἐσόπτρου ἐν αἰνίγματι.» Ἰδοὺ καὶ δεύτερον ὑπόδειγμα τῆς παρούσης ἀσθενείας καὶ τοῦ ἀτελῆ τὴν γνῶσιν εἶναι· τρίτον πάλιν τὸ «ἐν αἰνίγματι». Καὶ γὰρ τὸ παιδίον ὁρᾷ μὲν πολλὰ καὶ ἀκούει καὶ φθέγγεται, τρανὸν δὲ οὐδὲν οὔτε ὁρᾷ, οὔτε ἀκούει, οὔτε φθέγγεται· καὶ φρονεῖ μέν, οὐδὲν δὲ διηρθρωμένον. Οὕτω καὶ ἐγὼ οἶδα πολλά, οὐκ ἐπίσταμαι δὲ αὐτῶν τὸν τρόπον. Ὅτι μὲν γὰρ πανταχοῦ ἔστιν ὁ Θεὸς οἶδα καὶ ὅτι ὅλως ἔστι πανταχοῦ· τὸ δὲ πῶς οὐκ οἶδα. Ὅτι ἄναρχός ἐστι καὶ ἀΐδιος οἶδα· τὸ δὲ πῶς οὐκ οἶδα. Οὐ γὰρ δέχεται λογισμὸς εἰδέναι πῶς οἷόν τε οὐσίαν εἶναι, μήτε παρ' ἑαυτῆς μήτε παρ' ἑτέρου τὸ εἶναι ἔχουσαν. Οἶδα ὅτι Υἱὸν ἐγέννησεν, τὸ δὲ πῶς ἀγνοῶ· οἶδα ὅτι τὸ Πνεῦμα ἐξ αὐτοῦ, τὸ δὲ πῶς ἐξ αὐτοῦ οὐκ ἐπίσταμαι. [Βρώματα ἐσθίω, τὸ δὲ πῶς μερίζονται εἰς φλέγμα, εἰς αἷμα, εἰς χυμόν, εἰς χολήν, ἀγνοῶ. Ταῦτα ἅπερ βλέπομεν καθ' ἑκάστην ἡμέραν ἐσθίοντες ἀγνοοῦμεν, καὶ τὴν οὐσίαν τοῦ Θεοῦ πολυπραγμονοῦμεν;] Ποῦ τοίνυν εἰσὶν οἱ τὸ πᾶν ἀπειληφέναι τῆς γνώσεως λέγοντες, οἱ πρὸς τὸ βάραθρον τῆς ἀγνωσίας καταπεσόντες; Οἱ γὰρ κατὰ τὸ παρὸν λέγοντες ἀπειληφέναι τὸ πᾶν, εἰς τὸ μέλλον ἐρήμους ἑαυτοὺς τῆς παντελοῦς καθιστῶσι γνώσεως. Ἐγὼ μὲν γὰρ ὁ λέγων ὅτι ἐκ μέρους γινώσκω, κἂν εἴπω ὅτι καταργεῖται ἡ γνῶσις αὕτη, πρὸς τὸ βέλτιον καὶ τελειότερον ὁδεύω, καταργηθείσης τῆς μερικῆς καὶ γενομένης τελειοτέρας· ἐκεῖνος δὲ ὁ λέγων παντελῆ καὶ ὁλόκληρον καὶ τελείαν ἔχειν τὴν γνῶσιν, εἶτα ὁμολογῶν αὐτὴν καταργεῖσθαι ἐν τῷ μέλλοντι, ἔρημον ἑαυτὸν ἀποφαίνει τῆς γνώσεως, ταύτης μὲν καταργουμένης, ἑτέρας δὲ τελειοτέρας οὐκ ἐπεισαγομένης, εἴπερ αὕτη ἐστὶ κατ' αὐτοὺς ἡ τελεία. Ὁρᾶτε πῶς φιλονεικοῦντες ἐνταῦθα τὸ πᾶν ἔχειν, οὔτε τὸ ἐνταῦθα ἕξουσι, καὶ ἐκεῖ τοῦ παντὸς ἑαυτοὺς ἐκβαλοῦσι; Τοσοῦτόν ἐστι κακὸν τὸ μὴ μένειν εἴσω τῶν ὅρων ὧν ἐξ ἀρχῆς ἡμῖν ἔταξεν ὁ Θεός. Οὕτω καὶ ὁ Ἀδὰμ ἐλπίδι πλείονος τιμῆς καὶ τῆς οὔσης ἐξέπεσεν· οὕτω καὶ ἐπὶ τῶν φιλαργύρων γίνεται· πολλοὶ πολλάκις μειζόνων ἐπιθυμοῦντες καὶ τὰ παρόντα ἀπώλεσαν· οὕτω καὶ οὗτοι προσδοκῶντες ἐνταῦθα τὸ πᾶν ἔχειν, καὶ τοῦ μέρους ἐξέπεσον. Διὸ παραινῶ φεύγειν αὐτῶν τὴν μανίαν· μανίαν γὰρ ἔγωγέ φημι εἶναι ἐσχάτην τὸ φιλονεικεῖν εἰδέναι τί τὴν οὐσίαν ἐστὶν ὁ Θεός. Καὶ ἵνα μάθῃς ὅτι μανίας ἐσχάτης τοῦτο, ἀπὸ τῶν προφητῶν ὑμῖν τοῦτο ποιήσω φανερόν· οἱ γὰρ προφῆται οὐ μόνον τί τὴν οὐσίαν ἐστὶν ἀγνοοῦντες φαίνονται, ἀλλὰ καὶ περὶ τῆς σοφίας αὐτοῦ πόση τίς ἐστιν ἀποροῦσι· καίτοι γε οὐχ ἡ οὐσία ἀπὸ τῆς σοφίας, ἀλλ' ἡ σοφία ἐκ τῆς οὐσίας. Ὅταν δὲ μηδὲ ταύτην δύνωνται καταλαμβάνειν οἱ προφῆται μετὰ ἀκριβείας, πόσης ἂν εἴη μανίας τὸ τὴν οὐσίαν αὐτὴν νομίζειν δύνασθαι τοῖς οἰκείοις ὑποβάλλειν λογισμοῖς; Ἀκούσωμεν τοίνυν τί φησιν ὁ προφήτης περὶ αὐτῆς· «Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ.» Μᾶλλον δὲ ἀνωτέρω τὸν λόγον ἀγάγωμεν· «Ἐξομολογήσομαί σοι, ὅτι φοβερῶς ἐθαυμαστώθης.» Τί ἐστι «φοβερῶς»; Πολλὰ θαυμάζομεν μόνον, ἀλλ' οὐ μετὰ φόβου, οἷον κιόνων κάλλος, τοίχων ζωγραφίαν, ἄνθη σωμάτων· θαυμάζομεν πάλιν τῆς θαλάσσης τὸ πέλαγος καὶ τὸν ἄπειρον βυθόν, ἀλλὰ μετὰ φόβου, ὅταν πρὸς τὸ βάθος κατακύψωμεν. Οὕτω τοίνυν καὶ ὁ προφήτης πρὸς τὸ ἄπειρον καὶ ἀχανὲς πέλαγος τῆς τοῦ Θεοῦ κατακύψας σοφίας καὶ ἰλιγγιάσας, μετὰ φόβου πολλοῦ θαυμάσας ἀνεχώρησε βοῶν καὶ λέγων· «Ἐξομολογήσομαί σοι ὅτι φοβερῶς ἐθαυμαστώθης· θαυμάσια τὰ ἔργα σου.» Καὶ πάλιν· «Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν.» Ὁρᾷς εὐγνωμοσύνην οἰκέτου; «Εὐχαριστῶ σοι, φησί, διὰ τοῦτο ὅτι ἀκατάληπτον ἔχω Δεσπότην», οὐ περὶ οὐσίας ἐνταῦθα λέγων· ἐκεῖνο μὲν γὰρ ὡς ὡμολογημένον ἀκατάληπτον εἶναι παρῆκε· περὶ δὲ τοῦ πανταχοῦ παρεῖναι τὸν Θεὸν ταῦτά φησι δεικνὺς ὅτι οὐδὲ αὐτὸ τοῦτο οἶδε, πῶς πανταχοῦ πάρεστιν. Ὅτι γὰρ περὶ τούτων φησίν, ἄκουε τῶν ἑξῆς· «Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει.» Εἶδες πῶς πανταχοῦ πάρεστιν; Ἀλλ' ὁ προφήτης οὐκ οἶδεν, ἀλλ' ἰλιγγιᾷ καὶ διαπορεῖ καὶ θορυβεῖται μόνον εἰς νοῦν αὐτὸ λαβών; Πῶς οὖν οὐκ ἐσχάτης ἀνοίας τοὺς τοσοῦτον ἀπέχοντας τῆς ἐκείνου χάριτος αὐτὴν τοῦ Θεοῦ πολυπραγμονεῖν τὴν οὐσίαν; Καίτοι οὗτός ἐστιν ὁ προφήτης ὁ λέγων· «Τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.» Ἀλλ' ὅμως τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας αὐτοῦ μαθών, περὶ αὐτῆς φησι ταύτης ὅτι ἀπρόσιτός ἐστι καὶ ἀκατάληπτος· «Μέγας γὰρ Κύριος, φησί, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός», τοῦτ' ἔστι οὐκ ἔστι κατάληψις. Τί λέγεις; ἡ σοφία ἀκατάληπτος τῷ προφήτῃ καὶ ἡ οὐσία ἡμῖν καταληπτή; ἆρα οὐ φανερὰ αὕτη ἡ μανία; ἡ μεγαλωσύνη αὐτοῦ οὐκ ἔχει πέρας καὶ τὴν οὐσίαν αὐτοῦ περιγράφεις; Ταῦτα καὶ ὁ Ἡσαΐας φιλοσοφῶν ἔλεγε· «Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;» Οὐκ εἶπε· τίς διηγεῖται, ἀλλά· «Τίς διηγήσεται» καὶ τὸ μέλλον ἀπέκλεισε. Καὶ ὁ μὲν Δαυίδ φησιν· «Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ»· ὁ δὲ Ἡσαΐας οὐκ ἀφ' ἑαυτοῦ φησιν, ἀλλὰ καὶ ἀπὸ πάσης τῆς ἀνθρωπίνης φύσεως ἀποκεκλεῖσθαι τὴν διήγησιν ταύτην. Ἀλλ' ἴδωμεν μήποτε ὁ Παῦλος ἔγνω, ἅτε δὴ μείζονος ἀπολελαυκὼς χάριτος· αὐτὸς μὲν οὖν ἐστιν ὁ λέγων· «Ἐκ μέρους γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν.» Καὶ οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἀλλαχοῦ οὐ περὶ οὐσίας, ἀλλὰ περὶ σοφίας καὶ αὐτὸς διαλεγόμενος τῆς ἐν τῇ προνοίᾳ φαινομένης, οὐ τῆς καθόλου λέγω, καθ' ἣν ἀγγέλων καὶ ἀρχαγγέλων καὶ τῶν ἄνω προνοεῖ δυνάμεων, ἀλλ' ἐκεῖνο τῆς προνοίας τὸ μέρος ἐξετάζων, καθ' ὃ προνοεῖ τῶν ἐν τῇ γῇ ἀνθρώπων, καὶ ταύτης αὐτῆς πάλιν μέρος. Οὐδὲ γὰρ ταύτην ὅλην ἐξετάζει, καθ' ἣν ἀνατέλλει ἥλιον, καθ' ἣν ψυχὰς ἐμπνεῖ, καθ' ἣν σώματα διαπλάττει, καθ' ἣν τρέφει τοὺς ἐπὶ γῆς ἀνθρώπους, καθ' ἣν συγκρατεῖ τὸν κόσμον, καθ' ἣν τὰς ἐτησίους δίδωσι τροφάς· ἀλλὰ ταῦτα πάντα ἀφεὶς καὶ μικρόν τι μέρος ἐξετάσας τῆς προνοίας αὐτοῦ, καθ' ὃ τοὺς μὲν Ἰουδαίους ἐξέβαλε, τοὺς δὲ ἐξ ἐθνῶν εἰσεδέξατο, καὶ πρὸς αὐτὸ τοῦτο τὸ μικρὸν μέρος, ὥσπερ πρὸς πέλαγος ἄπειρον ἰλιγγιάσας καὶ βάθος ἰδὼν ἀχανές, ἀπεπήδησεν εὐθέως καὶ μέγα ἀνεβόησεν εἰπών· «Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ». Οὐκ εἶπεν· ἀκατάληπτα, ἀλλ' «ἀνεξερεύνητα». Εἰ δὲ ἐρευνηθῆναι οὐ δύναται, πολλῷ μᾶλλον καταληφθῆναι ἀδύνατον. «Καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ». Αἱ ὁδοὶ αὐτοῦ ἀνεξιχνίαστοι καὶ αὐτὸς καταληπτός; εἰπέ μοι. Καὶ τί λέγω περὶ τῶν ὁδῶν; τὰ ἔπαθλα τὰ ἀποκείμενα ἡμῖν ἀκατάληπτα· «Ὀφθαλμὸς γὰρ αὐτὰ οὐκ εἶδεν, οὐδὲ οὖς ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.» Καὶ ἡ δωρεὰ αὐτοῦ ἀνεκδιήγητος· «Χάρις γὰρ τῷ Θεῷ, φησίν, ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ» καὶ «εἰρήνη αὐτοῦ ὑπερέχει πάντα νοῦν». Τί λέγεις; τὰ κρίματα αὐτοῦ ἀνεξερεύνητα, αἱ ὁδοὶ αὐτοῦ ἀνεξιχνίαστοι, ἡ εἰρήνη ὑπερέχει πάντα νοῦν, ἡ δωρεὰ ἀνεκδιήγητος, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν οὐκ ἀνέβη ἐπὶ καρδίαν ἀνθρώπου, ἡ μεγαλωσύνη πέρας οὐκ ἔχει, ἡ σύνεσις ἀριθμὸν οὐκ ἔχει, πάντα ἀκατάληπτα, καὶ αὐτὸς μόνος καταληπτός; Καὶ ποίαν οὐκ ἂν ἔχοι τοῦτο μανίας ὑπερβολήν; Κάτεχε τὸν αἱρετικόν· μὴ ἀφῇς ἀναχωρῆσαι. Εἰπέ· τί φησιν ὁ Παῦλος; «Ἐκ μέρους γινώσκομεν.» Οὐ περὶ τῆς οὐσίας φησίν, ἀλλὰ περὶ τῶν οἰκονομιῶν. Μάλιστα μέν· εἰ καὶ περὶ τῶν οἰκονομιῶν ἦν ὁ λόγος, ἐκ πλείονος ἡμῖν περιουσίας καὶ οὕτω τὰ νικητήρια· εἰ γὰρ αἱ οἰκονομίαι ἀκατάληπτοι, πολλῷ μᾶλλον αὐτός· ὅτι δὲ ἐνταῦθα οὐ περὶ τῶν οἰκονομιῶν φησιν, ἀλλὰ περὶ αὐτοῦ τοῦ Θεοῦ, ἄκουσον τῶν ἑξῆς. Εἰπὼν γάρ· «Ἐκ μέρους γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν», ἐπήγαγεν· «Ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην.» Ὑπὸ τίνος οὖν ἐπεγνώσθη, ὑπὸ τοῦ Θεοῦ ἢ ὑπὸ τῶν οἰκονομιῶν; Ὑπὸ τοῦ Θεοῦ δηλονότι· τοῦτον οὖν καὶ ἐκ μέρους γινώσκει. «Ἐκ μέρους» δὲ εἶπεν, οὐχ ὅτι τὸ μὲν αὐτοῦ τῆς οὐσίας γινώσκει, τὸ δὲ ἀγνοεῖ—ἁπλοῦς γὰρ ὁ Θεός—, ἀλλ' ἐπειδὴ ὅτι μὲν ἔστι Θεὸς οἶδε, τὸ δέ, τί τὴν οὐσίαν ἐστίν, ἀγνοεῖ· ὅτι μὲν σοφός ἐστιν ἐπίσταται, τὸ δὲ πόσον ἐστὶ σοφός, ἀγνοεῖ· ὅτι μὲν μέγας οὐκ ἀγνοεῖ, τὸ δὲ πῶς ἢ τίς ἡ μεγαλωσύνη αὐτοῦ, τοῦτο οὐκ οἶδεν· ὅτι πανταχοῦ πάρεστιν ἐπίσταται, τὸ δὲ πῶς οὐκ ἐπίσταται· ὅτι προνοεῖ καὶ συνέχει τὰ πάντα καὶ συγκρατεῖ μετ' ἀκριβείας, οὐκ ἀγνοεῖ, τὸν δὲ τρόπον καθ' ὃν ταῦτα ποιεῖ ἀγνοεῖ. Διὰ τοῦτο ἔλεγεν· «Ἐκ μέρους γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν.» Ἀλλὰ γάρ, εἰ δοκεῖ, τὸν Παῦλον ἀφέντες καὶ τοὺς προφήτας, ἀνέλθωμεν εἰς τοὺς οὐρανούς, μή ποτε ἐκεῖ τινές εἰσιν εἰδότες τί τὴν οὐσίαν ἐστὶν ὁ Θεός. Μάλιστα μὲν γάρ, κἂν εὑρεθῶσιν εἰδότες, οὐδὲν κοινὸν πρὸς ἡμᾶς· πολὺ γὰρ τὸ μέσον ἀγγέλων καὶ ἀνθρώπων· πλὴν ἀλλ' ἵνα ἐκ περιουσίας μάθῃς ὅτι οὐδὲ ἐκεῖ τις οἶδε κτιστὴ δύναμις τοῦτο, ἀκούσωμεν τῶν ἀγγέλων. Τί οὖν; περὶ τῆς οὐσίας ταύτης ἐκεῖ διαλέγονται καὶ πρὸς ἑαυτοὺς ζητοῦσιν; Οὐδαμῶς. Ἀλλὰ τί; Δοξάζουσι, προσκυνοῦσι, τὰς ἐπινικίους καὶ μυστικὰς ᾠδὰς διηνεκῶς ἀναπέμπουσι μετὰ πολλῆς τῆς φρίκης· καὶ οἱ μὲν λέγουσι· «Δόξα ἐν ὑψίστοις Θεῷ»· τὰ δὲ Σεραφίμ· «Ἅγιος, ἅγιος, ἅγιος» καὶ τοὺς ὀφθαλμοὺς ἀποστρέφουσιν, οὐδὲ τὴν συγκατάβασιν ἐνεγκεῖν δυνάμενα τοῦ Θεοῦ· τὰ δὲ Χερουβίμ· «Εὐλογημένη ἡ δόξα αὐτοῦ ἐκ τοῦ τόπου αὐτοῦ», οὐχ ὅτι τόπος περὶ Θεόν, μὴ γένοιτο, ἀλλ' ὡς ἂν εἴποιμεν ἀνθρωπίνως φθεγγόμενοι· ὅπουπερ ἄν ἐστιν ἢ ὅπως ἄν ἐστιν, εἰ δὴ καὶ τοῦτο ἀσφαλὲς ἐπὶ Θεοῦ εἰπεῖν· ἀνθρωπίνην γὰρ ἔχομεν γλῶτταν. Εἶδες πόσος ἄνω φόβος, πόση κάτω καταφρόνησις; Ἐκεῖνοι δοξάζουσιν, οὗτοι περιεργάζονται· εὐφημοῦσιν ἐκεῖνοι, πολυπραγμονοῦσιν οὗτοι· ἐκεῖνοι τὰς ὄψεις ἀποκρύπτουσιν, οὗτοι φιλονεικοῦσιν ἐνατενίζειν ἀναισχύντως εἰς τὴν ἀνεκδιήγητον δόξαν. Τίς οὐκ ἂν στενάξειε, τίς οὐκ ἂν θρηνήσειεν αὐτοὺς τῆς παραπληξίας καὶ τῆς ἐσχάτης ταύτης ἀνοίας; Ἐβουλόμην μὲν οὖν μακροτέρω προαγαγεῖν τὸν λόγον, ἀλλ' ἐπειδὴ νῦν πρῶτον εἰς ταῦτα κατέβην τὰ παλαίσματα, λυσιτελὲς ὑμῖν εἶναι νομίζω ἀρκεσθῆναι τέως τοῖς εἰρημένοις, ὥστε μὴ τὸ πλῆθος τῶν μελλόντων ῥηθήσεσθαι ἐπελθὸν πολλῇ τῇ ῥύμῃ παρασύρῃ καὶ τούτων τὴν μνήμην· πάντως δέ, ἂν ὁ Θεὸς ἐπιτρέπῃ, ταύτην λοιπὸν μέχρι πολλοῦ τὴν ὑπόθεσιν ἐργασόμεθα. Ἐγὼ μὲν γὰρ καὶ πάλαι τούτους ὤδινον πρὸς ὑμᾶς τοὺς λόγους εἰπεῖν, ἔμελλον δὲ καὶ ἀνεβαλλόμην, ὅτι πολλοὺς τῶν ταῦτα νοσούντων ἑώρων μεθ' ἡδονῆς ἡμῶν ἀκροωμένους, καὶ οὐ βουλόμενος ἀποσοβῆσαι τὴν θήραν, τέως ἐπεῖχον τὴν γλῶτταν τούτων τῶν παλαισμάτων, ὥστε μετὰ τὸ κατασχεῖν αὐτοὺς ἀκριβῶς, τότε ἐπαποδύσασθαι· ἐπειδὴ δὲ διὰ τὴν τοῦ Θεοῦ χάριν αὐτῶν ἤκουσα παρακαλούντων καὶ ἐνοχλούντων εἰς τούτους ἐμβῆναι τοὺς ἀγῶνας, θαρρῶν ἀπεδυσάμην λοιπὸν καὶ τὰ ὅπλα ἔλαβον τὰ τοὺς λογισμοὺς καθαιροῦντα καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Ταῦτα δὲ ἔλαβον τὰ ὅπλα, οὐχ ἵνα βάλω τοὺς ἐναντίους, ἀλλ' ἵνα ἀναστήσω κειμένους· αὕτη γὰρ τῶν ὅπλων τούτων ἡ δύναμις τοὺς μὲν φιλονεικοῦντας πλήττειν οἶδε, τοὺς δὲ εὐγνωμόνως ἀκούοντας μετὰ πολλῆς θεραπεύειν τῆς ἐπιμελείας· οὐχὶ δίδωσι τραύματα, ἀλλὰ θεραπεύει νοσήματα. Μὴ τοίνυν πρὸς ἐκείνους ἀγριαίνωμεν, μηδὲ θυμὸν προβαλλώμεθα, ἀλλὰ μετὰ ἐπιεικείας αὐτοῖς διαλεγώμεθα· οὐδὲν γὰρ ἐπιεικείας καὶ πραότητος ἰσχυρότερον. Διὰ τοῦτο καὶ Παῦλος πολλῇ τῇ σπουδῇ τούτου τοῦ πράγματος ἀντέχεσθαι ἐκέλευσε λέγων· «Δοῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλ' ἤπιον εἶναι πρὸς πάντας.» Οὐκ εἶπε πρὸς τοὺς ἀδελφοὺς μόνον, ἀλλὰ πρὸς πάντας. Καὶ πάλιν· «Τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω», οὐκ εἶπε· τοῖς ἀδελφοῖς, ἀλλὰ «Πᾶσιν ἀνθρώποις». Τί γάρ, φησίν, ὄφελος, ἐὰν τοὺς φιλοῦντας ὑμᾶς φιλῆτε; Ἂν μὲν οὖν βλάπτωσιν αὐτῶν αἱ φιλίαι καὶ πρὸς κοινωνίαν τῆς ἀσεβείας ἕλκωσι, κἂν οἱ γεγεννηκότες ὦσιν, ἀποπήδησον· κἂν ὀφθαλμὸς ᾖ, ἐξόρυξον· «Ἐὰν γάρ, φησίν, ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζῃ σε, ἔκκοψον αὐτόν», οὐ περὶ σώματος λέγων· πῶς γάρ; Εἰ γὰρ περὶ τῆς τοῦ σώματος φύσεως ἔλεγε, τὸ ἔγκλημα εἰς τὸν τῆς φύσεως δημιουργὸν διέβαινεν· ἄλλως δὲ οὐχ ἕνα ἐξορύττειν ἐχρῆν· κἂν γὰρ ὁ ἀριστερὸς ὑπολειφθῇ, ὁμοίως σκανδαλίζει τὸν ἔχοντα. Ἀλλὰ ἵνα μάθῃς ὅτι οὐ περὶ ὀφθαλμοῦ ὁ λόγος, προσέθηκε τὸν δεξιόν, δεικνὺς ὅτι κἂν ὡς δεξιὸν ὀφθαλμὸν ἔχῃς τινὰ φίλον, καὶ τοῦτον ἔκβαλε καὶ ἀπότεμε τῆς πρὸς σὲ φιλίας, ἐάν σε σκανδαλίζῃ. Τί γὰρ ὄφελος ἔχειν ὀφθαλμὸν ἐπὶ λύμῃ τοῦ λοιποῦ σώματος; Ἂν μὲν οὖν, ὅπερ ἔφην, βλάπτωσιν αἱ φιλίαι, φεύγωμεν καὶ ἀποπηδῶμεν· ἐὰν δὲ μηδὲν ἡμᾶς εἰς τὸν τῆς εὐσεβείας ἀδικῶσι λόγον, ἕλκωμεν καὶ ἐπισπώμεθα πρὸς ἑαυτοὺς ἐκείνους· εἰ δὲ μήτε αὐτὸν ὠφελεῖς καὶ τὴν παρ' ἐκείνου δέχῃ βλάβην, κέρδανον τὸ μεῖναι διὰ τῆς ἐκκοπῆς ἀσινὴς καὶ φεῦγε αὐτῶν τὰς φιλίας, ἂν βλάπτωσι· φεῦγε μόνον, μὴ μάχου, μηδὲ πολέμει. Οὕτω καὶ Παῦλος παραινεῖ λέγων· «Εἰ δυνατόν, τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες.» Δοῦλος εἶ τοῦ τῆς εἰρήνης Θεοῦ· ἐκεῖνος τοὺς δαίμονας ἐκβάλλων καὶ μυρία ἐργαζόμενος ἀγαθά, ἐπειδὴ δαιμονῶντα αὐτὸν ἐκάλεσαν, οὐκ ἀφῆκε σκηπτόν, οὐ συνέτριψε τοὺς λοιδοροῦντας, οὐ κατέκαυσε τὴν γλῶτταν τὴν οὕτως ἀναίσχυντον καὶ ἀγνώμονα, καίτοι πάντα ταῦτα δυνάμενος, ἀλλ' ἀπεκρούσατο τὴν κατηγορίαν μόνον εἰπών· «Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν πέμψαντά με.» Ἐπειδὴ δὲ καὶ ὁ δοῦλος τοῦ ἀρχιερέως αὐτὸν ἐτύπτησεν, τί φησιν; «Εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις;» Ὁ Δεσπότης τῶν ἀγγέλων ἀπολογεῖται καὶ εὐθύνας δίδωσιν οἰκέτῃ· οὐ χρεία μακροτέρων λόγων. Ταῦτα μόνον στρέφε τὰ ῥήματα ἐν τῇ διανοίᾳ καὶ συνεχῶς αὐτὰ μελέτα καὶ λέγε· «Εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις;» Καὶ ἐννόησον τὸν λέγοντα καὶ πρὸς τίνα φησὶ καὶ τίνος ἕνεκεν, καὶ ἔσται σοι θεία τις ἐπῳδὴ καὶ διηνεκὴς τὰ ῥήματα ταῦτα καὶ πᾶσαν δυνήσεται φλεγμονὴν καταστεῖλαι· ἐννόησον τὸ ἀξίωμα τοῦ ὑβρισθέντος, τὸ εὐτελὲς τοῦ ὑβρίσαντος, τὴν ὑπερβολὴν τῆς ὕβρεως. Οὐ γὰρ ἐλοιδορήσατο μόνον, ἀλλὰ καὶ ἐτύπτησε· καὶ οὐκ ἐτύπτησεν ἁπλῶς, ἀλλὰ καὶ ἐρράπισεν· οὐδὲν δὲ ταύτης τῆς πληγῆς ἀτιμότερον· ἀλλ' ὅμως ἅπαντα ἤνεγκεν, ἵνα ἐκ περιουσίας μάθῃς σὺ σωφρονεῖν. Ταῦτα μὴ μόνον ἐνταῦθα φιλοσοφῶμεν, ἀλλὰ καὶ ὅταν καιρὸς ᾖ, αὐτῶν μνημονεύωμεν. Ἐπῃνέσατε τὰ λεγόμενα, ἀλλ' ἐπὶ τῶν ἔργων δείξατέ μοι τὸν ἔπαινον. Καὶ γὰρ ὁ παλαιστὴς ἐν τῇ παλαίστρᾳ γυμνάζεται, ἵνα ἐπὶ τῶν ἀγώνων δείξῃ τῆς ἐκεῖ γυμνασίας τὴν ὠφέλειαν· καὶ σὺ τοίνυν τῆς ἐνταῦθα ἀκροάσεως, ὅταν ἐπέλθῃ θυμός, δεῖξον τὸ κέρδος καὶ τοῦτο συνεχῶς λέγε τὸ ῥῆμα· «Εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις;» Τοῦτο ἔγγραψον τῇ διανοίᾳ· διὰ τοῦτο συνεχῶς ὑπομιμνήσκω τούτων τῶν λόγων ὑμᾶς, ὥστε ἐντεθῆναι ὑμῶν τῇ ψυχῇ τὰ εἰρημένα ἅπαντα, ὥστε ἀνεξάλειπτον μεῖναι τὴν μνήμην καὶ τὴν ἀπὸ τῆς μνήμης ὠφέλειαν. Ἂν γὰρ ἔχωμεν ἐγγεγραμμένα τὰ ῥήματα ταῦτα ἐπὶ τὸ πλάτος τῆς διανοίας τῆς ἡμετέρας, οὐδεὶς οὕτω λίθινος καὶ ἀγνώμων καὶ ἀναίσθητος ὡς ἐξενεχθῆναί ποτε πρὸς ὀργήν· ἀντὶ γὰρ χαλινοῦ παντὸς καὶ πάσης ἡνίας, τὴν γλῶτταν ἡμῖν πέρα τοῦ μέτρου καὶ τοῦ προσήκοντος ἐκφερομένην ταῦτα ἐπισχεῖν δυνήσεται τὰ ῥήματα καὶ τὴν διάνοιαν οἰδοῦσαν καταστεῖλαι καὶ ποιῆσαι μετριάζειν διηνεκῶς καὶ ὁλόκληρον ἡμῖν ἐγκατοικίσαι τὴν εἰρήνην ἧς γένοιτο διαπαντὸς ἡμᾶς ἀπολαύειν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.