Ancient Greek · ~108 min
Homily 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De incomprehensibili dei natura (+ Contra Anomoeos, homiliae 1-5) 2.1
Not analysed yet
Τοῦ αὐτοῦ πρὸ πολλῶν ἡμερῶν πρὸς Ἀνομοίους εἰπόντος εἶτα πρὸς Ἰουδαίους, εἶτα σιγήσαντος διὰ παρουσίαν ἐπισκόπων καὶ μαρτύρων μνήμας πολλῶν γενομένας, νῦν πάλιν πρὸς Ἀνομοίους περὶ ἀκαταλήπτου λόγος βʹ. Φέρε δὴ πάλιν πρὸς τοὺς ἀπίστους Ἀνομοίους ἀποδυσώμεθα· εἰ δὲ ἀγανακτοῦσιν ἄπιστοι καλούμενοι, φευγέτωσαν τὸ πρᾶγμα, κἀγὼ κρύπτω τὸ ὄνομα· ἀποστήτωσαν τῆς ἀπίστου διανοίας, καὶ ἀφίσταμαι τῆς ἐπονειδίστου προσηγορίας. Εἰ δὲ αὐτοὶ διὰ τῶν ἔργων τὴν πίστιν ἀτιμάζοντες καὶ ἑαυτοὺς καταισχύνοντες οὐ καταδύονται, τίνος ἕνεκεν πρὸς ἡμᾶς δυσχεραίνουσι διὰ τῶν ῥημάτων ἐγκαλοῦντας αὐτοῖς ἃ διὰ τῶν ἔργων αὐτοὶ ἐπιδείκνυνται; Πρώην μὲν γὰρ ἡνίκα εἰς τὸ στάδιον τῶν λόγων τούτων καθήκαμεν, καθάπερ δὴ μέμνησθε, καὶ τῶν αὐτῶν ἡψάμεθα παλαισμάτων, οἱ πρὸς Ἰουδαίους ἡμᾶς εὐθέως ἀγῶνες διεδέξαντο καὶ οὐκ ἦν ἀσφαλὲς τὰ οἰκεῖα μέλη νενοσηκότα παρατρέχειν. Οἱ μὲν γὰρ πρὸς Ἀνομοίους λόγοι ἀεὶ καιρὸν ἔχουσι· τότε δὲ τοὺς ἀρρωστοῦντας τῶν ἀδελφῶν τῶν ἡμετέρων καὶ τὰ ἰουδαϊκὰ νοσοῦντας εἰ μὴ προλαβόντες εὐθέως ἐξηρπάσαμεν τῆς πυρᾶς τῆς ἰουδαϊκῆς, οὐδὲν ὄφελος ἡμῖν λοιπὸν ἐγίνετο τῆς παραινέσεως, τῆς ἁμαρτίας τῆς κατὰ τὴν νηστείαν προχωρησάσης αὐτοῖς. Μετὰ δὲ τοὺς πρὸς ἐκείνους ἀγῶνας πάλιν διεδέξατο πατέρων παρουσία πνευματικῶν πολλῶν πολλαχόθεν ἐνταῦθα ἀφιγμένων, καὶ οὐδὲ τότε εὔκαιρον ἦν, ἁπάντων ἐκείνων καθάπερ τινῶν ποταμῶν εἰς τὴν πνευματικὴν ταύτην ῥεόντων θάλασσαν, τὸν ἡμέτερον ἐκτείνεσθαι λόγον· καὶ μετὰ τὴν ἐκείνων δὲ ἀποδημίαν μαρτύρων ἀπήντησαν ἐπάλληλοι μνῆμαι καὶ συνεχεῖς, καὶ οὐκ ἔδει καταφρονῆσαι τῆς τῶν ἀθλητῶν ἐκείνων εὐλογίας. Ταῦτα δὲ λέγω καὶ ἀπαριθμοῦμαι, ἵνα μὴ νομίσητε ἐξ ὄκνου τινὸς καὶ ῥᾳθυμίας ἡμῖν γενέσθαι τὴν ἀναβολὴν τῶν ἀγώνων τῶν πρὸς ἐκείνους. Νῦν γοῦν ἐπειδὴ καὶ τῆς πρὸς Ἰουδαίους λοιπὸν ἀπηλλάγημεν μάχης καὶ οἱ πατέρες πρὸς τὰς ἑαυτῶν ἐπανῆλθον πατρίδας καὶ τῆς εὐλογίας τῶν μαρτύρων ἀπελαύσαμεν ἱκανῶς, φέρε δὴ λοιπὸν τὴν χρονίαν ὠδῖνα τῆς ἡμετέρας ἀκροάσεως λύσωμεν. Εὖ γὰρ οἶδ' ὅτι ἐμοῦ τοῦ λέγοντος οὐκ ἔλαττον ἕκαστος ὑμῶν ὠδίνει τοὺς περὶ τούτων ἀκοῦσαι λόγους· τὸ δὲ αἴτιον, φιλόχριστος ἡμῖν ἄνωθεν ἡ πόλις ἐστί, καὶ πατρῴαν ταύτην διεδέξασθε κληρονομίαν, μηδέποτε περιορᾶν τὰ τῆς εὐσεβείας δόγματα νοθευόμενα. Πόθεν τοῦτο δῆλον; Κατέβησάν τινες ἀπὸ τῆς Ἰουδαίας ποτὲ ἐπὶ τῶν προγόνων τῶν ὑμετέρων, ἐπιθολοῦντες τὰ καθαρὰ τῆς ἀποστολικῆς διδασκαλίας δόγματα, καὶ κελεύοντες περιτέμνεσθαι καὶ τηρεῖν τὸν νόμον Μωϋσέως. Ταύτην οὐκ ἤνεγκαν σιγῇ τὴν καινοτομίαν οἱ τότε τὴν πόλιν ὑμῶν οἰκοῦντες· ἀλλ' ὥσπερ τινὲς γενναῖοι σκύλακες λύκους ὁρῶντες ἐπεισιόντας καὶ τὴν ποίμνην ἅπασαν διαφθείροντας, οὕτως ἐπιπηδήσαντες ἐκείνοις οὐ πρότερον ἀπέστησαν σοβοῦντες αὐτοὺς πάντοθεν καὶ ἀπελαύνοντες, ἕως παρεσκεύασαν παρὰ τῶν ἀποστόλων πανταχοῦ τῆς οἰκουμένης πεμφθῆναι δόγματα ἀποτειχίζοντα κἀκείνοις καὶ τοῖς μετ' ἐκείνους ἅπασι τὴν τοιαύτην κατὰ τῶν πιστῶν ἔφοδον. Πόθεν οὖν ἡμῖν ἀρκτέον τῶν πρὸς ἐκείνους λόγων; Πόθεν ἄλλοθεν ἀλλ' ἢ ἀπὸ τῆς κατὰ τὴν ἀπιστίαν κατηγορίας; Πάντα γὰρ ποιοῦσι καὶ πραγματεύονται, ὥστε ἐξωθῆσαι τῆς τῶν ἀκουόντων διανοίας τὴν πίστιν, οὗ τί γένοιτ' ἂν μεῖζον ἀσεβείας ἔγκλημα; Ὅταν γὰρ ὁ Θεὸς ἀποφαίνηταί τι, δέχεσθαι χρὴ πιστῶς τὸ λεχθέν, οὐ περιεργάζεσθαι τολμηρῶς. Ὁ βουλόμενος αὐτῶν καλείτω με ἄπιστον, ἀλλ' οὐκ ἀγανακτῶ. Διὰ τί; Διὰ γὰρ τῶν ἔργων ἐπιδείκνυμαι τὴν προσηγορίαν. Καὶ τί λέγω· Καλείτω με ἄπιστον; καλείτω με καὶ μωρὸν ἐν Χριστῷ; Καὶ ἐπὶ τούτῳ ὥσπερ ἐπὶ στεφάνῳ πάλιν ἀγάλλομαι· καὶ μετὰ Παύλου κοινωνῶ τῆς προσηγορίας ταύτης. Ἐκεῖνος γάρ φησιν· «Ἡμεῖς μωροὶ διὰ Χριστόν.» Πάσης σοφίας αὕτη ἡ μωρία φρονιμωτέρα. Ἃ γὰρ οὐκ ἴσχυσεν ἡ ἔξωθεν εὑρεῖν σοφία, ταῦτα κατώρθωσεν ἡ μωρία ἡ κατὰ Χριστόν· αὕτη τὸ σκότος τῆς οἰκουμένης ἀπήλασεν, αὕτη τὸ φῶς τῆς γνώσεως ἐπανήγαγε. Τί δέ ἐστι μωρία κατὰ Χριστόν; Ὅταν τοὺς οἰκείους λογισμοὺς λυττῶντας ἀκαίρως καταστέλλωμεν, ὅταν ἔρημον καὶ κενὴν τὴν ἡμετέραν διάνοιαν τῆς ἔξωθεν ποιῶμεν παιδεύσεως, ἵνα, ὅταν δέῃ τὰ τοῦ Χριστοῦ δέχεσθαι, σχολάζουσαν καὶ σεσαρωμένην αὐτὴν πρὸς ὑποδοχὴν τῶν θείων λόγων παρέχωμεν. Καὶ γὰρ ὅταν ἀποφαίνηταί τι Θεὸς ὃ μὴ δεῖ πολυπραγμονεῖσθαι, πίστει παραδέχεσθαι χρή. Τὸ γὰρ ἐπὶ τῶν τοιούτων περιεργάζεσθαι τὰς αἰτίας καὶ ἀπαιτεῖν τὰς εὐθύνας καὶ τὸν τρόπον ἐπιζητεῖν, τολμηροτάτης καὶ ῥιψοκινδύνου ψυχῆς. Καὶ τοῦτο πάλιν ἀπ' αὐτῶν τῶν Γραφῶν παραστῆσαι πειράσομαι. Ζαχαρίας τις ἦν ἀνὴρ θαυμαστὸς καὶ μέγας, ἀρχιερωσύνῃ τετιμημένος, παρὰ τοῦ Θεοῦ τὴν προστασίαν ἐμπεπιστευμένος τοῦ δήμου παντός· οὗτος ὁ Ζαχαρίας εἰσελθὼν εἰς τὰ ἅγια τῶν ἁγίων, εἰς αὐτὰ τὰ ἄδυτα ἃ μόνῳ τῶν πάντων ἀνθρώπων ἐκείνῳ θέμις ἦν τότε ὁρᾶν—σκόπει πῶς τοῦ πλήθους παντὸς ἀντίρροπος ἦν, καὶ λιτὰς ὑπὲρ τοῦ πλήθους παντὸς ἀναφέρων τῷ Θεῷ καὶ ἵλεω ποιῶν τὸν Δεσπότην τοῖς οἰκέταις, καθάπερ μεσίτης τις ὢν Θεοῦ καὶ ἀνθρώπων—εἶδεν ἄγγελον ἔνδον ἑστῶτα καί, ἐπειδὴ ἐξέπληξεν ἡ ὄψις τὸν ἄνθρωπον, φησὶν ἐκεῖνος· «Μὴ φοβοῦ, Ζαχαρία· εἰσηκούσθη ἡ δέησίς σου καὶ τέξῃ υἱόν.» Καὶ ποία αὕτη ἀκολουθία; Ὑπὲρ τοῦ λαοῦ παρεκάλει, ὑπὲρ τῶν ἁμαρτημάτων ἐδεῖτο, συγγνώμην ᾔτει τοῖς συνδούλοις, καὶ λέγει· «Μὴ φοβοῦ· ἠκούσθη γὰρ ἡ δέησίς σου», καὶ τοῦ ἀκουσθῆναι ἀπόδειξιν ποιεῖται τὸ τεχθήσεσθαι παῖδα αὐτῷ τὸν Ἰωάννην. Καὶ μάλα εἰκότως. Ἐπειδὴ γὰρ ὑπὲρ τῶν ἁμαρτιῶν τοῦ λαοῦ παρεκάλει, ἔμελλε δὲ τίκτειν υἱὸν βοῶντα· «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», εἰκότως φησίν· «Ἠκούσθη ἡ δέησίς σου καὶ τέξῃ υἱόν.» Τί οὖν ἐκεῖνος; Τὸ γὰρ ζητούμενον τοῦτό ἐστιν ὅτι τὸ περιεργάζεσθαι τρόπους χρησμῶν θείων ἀσύγγνωστόν ἐστι, τὰς δὲ ἀποφάσεις πίστει δέχεσθαι χρή. Εἶδεν εἰς τὴν ἡλικίαν τὴν ἑαυτοῦ, εἰς τὴν πολιάν, εἰς τὸ σῶμα τὸ ἐξησθενηκός· εἶδεν εἰς τὴν στείρωσιν τῆς γυναικὸς καὶ διηπίστησε καὶ τὸν τρόπον ἐζήτησε μαθεῖν καὶ εἶπε· «Κατὰ τί γνώσομαι τοῦτο;» Πῶς, φησίν, ἔσται τοῦτο; Ἰδοὺ ἐγὼ γεγήρακα καὶ πεπολίωμαι, καὶ ἡ γυνή μου στεῖρα προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς· ἡ ἡλικία ἄωρος, ἡ φύσις ἄχρηστος· πῶς ἔχει λόγον τὰ ἐπηγγελμένα; ἐγὼ ὁ σπείρων ἀσθενής· ἡ ἄρουρα ἄγονος. Ἆρ' οὐ δοκεῖ τισι συγγνώμης ἄξιος εἶναι πραγμάτων ἀκολουθίαν ἐπιζητῶν καὶ δοκῶν τι λέγειν εἰκός; Ἀλλ' οὐ τῷ Θεῷ ἔδοξεν ἄξιος εἶναι. Καὶ μάλα εἰκότως. Ὅταν γὰρ ὁ Θεὸς ἀποφαίνηται, λογισμοὺς κινεῖν οὐ χρή, οὐδὲ πραγμάτων ἀκολουθίαν, οὐδὲ φύσεως ἀνάγκην προβάλλεσθαι, οὐδὲ ἄλλο τι τῶν τοιούτων οὐδέν· πάντων γὰρ τούτων ἀνωτέρα τῆς ἀποφάσεως ἡ δύναμις οὐδενὶ διακοπτομένη κωλύματι. Τί ποιεῖς, ἄνθρωπε; Ὁ Θεὸς ἐπαγγέλλεται, καὶ ἐπὶ ἡλικίαν καταφεύγεις καὶ γῆρας προβάλλῃ; μὴ γὰρ ἰσχυρότερον τὸ γῆρας τῆς ἐπαγγελίας τοῦ Θεοῦ; μὴ γὰρ δυνατωτέρα ἡ φύσις τοῦ δημιουργοῦ τῆς φύσεως; οὐκ οἶδας ὅτι ἰσχυρὰ ἔργα λόγων αὐτοῦ; Ὁ λόγος αὐτοῦ τὸν οὐρανὸν ἔστησεν· ὁ λόγος αὐτοῦ τὴν κτίσιν παρήγαγεν· ὁ λόγος αὐτοῦ ἀγγέλους ἐποίησεν, καὶ σὺ περὶ γεννήσεως ἀμφιβάλλεις; Διὰ ταῦτα ἠγανάκτησεν ὁ ἄγγελος, καὶ οὐδὲ διὰ τὴν ἱερωσύνην συνέγνω· δι' αὐτὴν μὲν οὖν ἐκολάζετο μειζόνως. Τὸν γὰρ πλέον τῶν ἄλλων εἰς τιμῆς ἔχοντα λόγον καὶ περὶ τὴν πίστιν τῶν ἄλλων πλεονεκτεῖν ἔδει. Καὶ τίς ὁ τρόπος τῆς κολάσεως; «Ἰδοὺ ἔσῃ σιωπῶν, καὶ μὴ δυνάμενος λαλεῖν.» Ἡ γλῶσσά σου, φησί, ἣ διηκόνησε πρὸς τὴν τῶν ῥημάτων ἀπιστίαν, αὕτη δέξεται καὶ τὴν ἐπὶ τῇ ἀπιστίᾳ τιμωρίαν· «Ἰδοὺ ἔσῃ σιωπῶν καὶ μὴ λαλῶν, ἕως ἂν γένηται ταῦτα.» Ἐννόησον φιλανθρωπίαν Δεσπότου. Ἀπιστεῖς μοι, φησί· νῦν δέχου τὴν κόλασιν, καὶ ὅταν διὰ τῶν πραγμάτων παράσχω τὴν ἀπόδειξιν, τότε λύω τὴν ὀργήν· ὅταν μάθῃς ὅτι δικαίως ἐκολάσθης, τότε σε ἀπαλλάττω τῆς τιμωρίας. Ἀκουέτωσαν οἱ Ἀνόμοιοι πῶς ἀγανακτεῖ πολυπραγμονούμενος ὁ Θεός. Εἰ δὲ ἐκεῖνος ἀπιστήσας τῇ θνητῇ γεννήσει κολάζεται, σὺ ὁ τὴν ἀπόρρητον καὶ τὴν ἄνω περιεργαζόμενος πῶς διαφεύξῃ τιμωρίαν; εἰπέ μοι. Ἐκεῖνος οὐκ ἀπεφήνατο, ἀλλὰ μαθεῖν ἠθέλησε, καὶ οὐκ ἔτυχε συγγνώμης· σὺ δὲ καὶ εἰδέναι διϊσχυριζόμενος τὰ πᾶσιν ἀθέατα καὶ ἀκατάληπτα, ποίαν ἕξεις ἀπολογίαν; τίνα δὲ οὐκ ἐπισπάσῃ κατὰ σαυτοῦ τιμωρίαν; Ἀλλ' οἱ μὲν περὶ γεννήσεως λόγοι τοὺς προσήκοντας ἀναμενέτωσαν καιρούς· τέως δὲ ὁδῷ βαδίζωμεν ἐπὶ τὴν προτέραν ὑπόθεσιν, ἧς πρώην τὰ λείψανα κατελίπομεν, τὴν ὀλεθρίαν ἐκσπάσαι ῥίζαν ἐπιχειροῦντες, τὴν πάντων μητέρα τῶν κακῶν καὶ ὅθεν αὐτοῖς τὰ δόγματα ταῦτα ἐβλάστησε. Ποία δὲ ἡ ῥίζα τῶν κακῶν πάντων; Πιστεύσατε, φρίκη με κατέχει μέλλοντα αὐτὴν ἐκλαλεῖν· ὀκνῶ γὰρ διὰ γλώττης ἐκφέρειν ἃ μελετῶσιν ἐπὶ τῆς διανοίας ἐκεῖνοι διαπαντός. Τίς οὖν ἐστιν ἡ ῥίζα τούτων τῶν κακῶν; Ἐτόλμησεν ἄνθρωπος εἰπεῖν ὅτι Θεὸν οἶδα ὡς αὐτὸς ὁ Θεὸς ἑαυτὸν οἶδε. Ταῦτα οὖν ἐλέγχου δεῖται, ταῦτα ἀποδείξεως; οὐκ ἀρκεῖ μόνη ἡ προφορὰ τῶν ῥημάτων δεῖξαι πᾶσαν αὐτῶν τὴν ἀσέβειαν; Καὶ γὰρ μανία τίς ἐστι ταῦτα σαφὴς παραπληξία ἀσύγγνωστος, καινότερος ἀσεβείας τρόπος· οὐδεὶς τοιοῦτον οὐδὲν οὐδέποτε οὔτε εἰς νοῦν βαλέσθαι, οὔτε διὰ τῆς γλώττης προενεγκεῖν ἐτόλμησεν. Ἐννόησον, ἄθλιε καὶ ταλαίπωρε, τίς εἶ καὶ τίνα περιεργάζῃ· ἄνθρωπος ὢν Θεὸν πολυπραγμονεῖς; Ἀρκεῖ γὰρ τὰ ὀνόματα ψιλὰ τῆς ἀνοίας δεῖξαι τὴν ὑπερβολήν, ἄνθρωπος γῆ καὶ σποδὸς ὑπάρχων, σὰρξ καὶ αἷμα, χόρτος καὶ ἄνθος χόρτου, σκιὰ καὶ καπνὸς καὶ ματαιότης, καὶ εἴ τι τούτων ἀδρανέστερον καὶ εὐτελέστερον. Καὶ μὴ νομίσητε κατηγορίαν εἶναι τῆς φύσεως τὰ λεγόμενα· οὐδὲ γὰρ ἐγὼ ταῦτα λέγω, ἀλλ' οἱ προφῆται ταῦτα φιλοσοφοῦσιν, οὐκ ἀτιμάζοντες ἡμῶν τὸ γένος, ἀλλὰ καταστέλλοντες τῶν ἀνοήτων τὸ φύσημα· οὐκ ἐξευτελίζοντες ἡμῶν τὴν φύσιν, ἀλλὰ ταπεινοῦντες τῶν μαινομένων τὴν ἀπόνοιαν. Εἰ γὰρ τοσαῦτα καὶ τοιαῦτα εἰρηκότων ἐκείνων ὅμως ἐφάνησάν τινες οἱ τοῦ διαβόλου τὴν μεγαληγορίαν νικήσαντες, εἰ μηδὲν τούτων εἴρητο, ποῦ οὐκ ἂν ἐξελάκτισαν ἀπονοίας; εἰπέ μοι. Ἔχουσι τὸ φάρμακον ἐπικείμενον καὶ ἔτι φλεγμαίνουσι· καὶ ποῦ οὐκ ἂν ὄγκου καὶ ἀπονοίας ἐξεφυσήθησαν, εἰ μὴ τοσαῦτα καὶ τοιαῦτα ἀπεφήναντο περὶ τῆς φύσεως τῆς ἀνθρωπίνης ἐκεῖνοι; Ἄκουσον γοῦν τί φησιν ὁ δίκαιος πατριάρχης περὶ ἑαυτοῦ· «Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός.» Θεῷ διελέγετο, καὶ οὐκ ἐπῆρεν αὐτὸν ἡ παρρησία· αὕτη μὲν οὖν, αὕτη μετριάζειν αὐτὸν ἀνέπειθεν. Οὗτοι δὲ οὐδὲ τῆς σκιᾶς ὄντες ἄξιοι τῆς ἐκείνου, τῶν ἀγγέλων αὐτῶν μείζους ἑαυτοὺς εἶναι νομίζουσιν, ὅπερ ἐσχάτης ἐστὶ μανίας ἀπόδειξις. Θεόν, εἰπέ μοι, περιεργάζῃ τὸν ἄναρχον, τὸν ἀναλλοίωτον, τὸν ἀσώματον, τὸν ἄφθαρτον, τὸν πανταχοῦ παρόντα, καὶ πάντα ὑπερβαίνοντα καὶ ἀνωτέρω τῆς κτίσεως ἁπάσης ὄντα. Ἄκουσον τί φιλοσοφοῦσιν οἱ προφῆται περὶ αὐτοῦ καὶ φοβήθητι· «Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν.» Εἶδε μόνον καὶ ἐσάλευσε τὴν τοσαύτην καὶ τηλικαύτην γῆν. «Ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται . . . ὁ σείων τὴν ὑπ' οὐρανὸν ἐκ θεμελίων, καὶ οἱ στῦλοι αὐτῆς σαλεύονται· ὁ ἀπειλῶν τῇ θαλάσσῃ καὶ ξηραίνων αὐτήν· ὁ λέγων τῇ ἀβύσσῳ· Ἐρημωθήσῃ.» «Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν· ὁ Ἰορδάνης ἀνεχώρησεν εἰς τὰ ὀπίσω· τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων.» Πᾶσα ἡ κτίσις σαλεύεται, δέδοικε, τρέμει· μόνοι δὲ οὗτοι καταφρονοῦσιν, ὑπερορῶσιν, ἐξευτελίζουσι τὴν ἑαυτῶν σωτηρίαν· οὐ γὰρ ἂν εἴποιμι τὸν ἁπάντων Δεσπότην. Πρώην μὲν οὖν αὐτοὺς ἀπὸ τῶν ἄνω δυνάμεων ἐσωφρονίζομεν, ἀγγέλων, ἀρχαγγέλων, τῶν Χερουβίμ, τῶν Σεραφίμ· νῦν δὲ ἀπὸ τῆς ἀναισθήτου κτίσεως, καὶ οὐδὲ ἐντεῦθεν ἐντρέπονται. Οὐχ ὁρᾷς τουτονὶ τὸν οὐρανόν, πῶς καλός, πῶς μέγας, πῶς τῷ ποικίλῳ τῶν ἄστρων ἐστεφάνωται χορῷ; πόσον διήρκεσε χρόνον; Πεντακισχίλια γὰρ καὶ πλείω λοιπὸν ἕστηκεν ἔτη, καὶ τὸ πλῆθος τοῦ χρόνου οὐκ ἐπήγαγεν αὐτῷ γῆρας· ἀλλ' ὥσπερ σῶμα νέον καὶ σφριγῶν ἀνθοῦσαν ἔχει καὶ ἐνακμάζουσαν αὐτῷ τῆς ἡλικίας τὴν ὥραν, οὕτω δὴ καὶ οὐρανὸς ὅπερ ἐξ ἀρχῆς ἔλαχε κάλλος διετήρησε καὶ οὐδὲν ὑπὸ τοῦ χρόνου γέγονεν ἀσθενέστερος. Ἀλλὰ τοῦτον τὸν καλόν, τὸν μέγαν, τὸν φαιδρόν, τὸν κατηστερωμένον, τὸν διαρκῆ, τὸν ἐπὶ τοσοῦτον ἑστηκότα χρόνον, ὁ Θεὸς οὗτος, ὃν σὺ περιεργάζῃ καὶ τῇ τῶν οἰκείων λογισμῶν ὑποβάλλεις περιγραφῇ, ὡς ἂν εἰ παίζων τις καλύβην ποιήσειεν, οὕτω μετ' εὐκολίας εἰργάσατο. Καὶ τοῦτο ἐμφαίνων ὁ Ἡσαΐας ἔλεγεν· «Ὁ στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν καὶ διατείνας αὐτὸν ὡς σκηνὴν ἐπὶ τῆς γῆς.» Ἀλλὰ τὴν γῆν βούλει ἰδεῖν; ἀλλὰ καὶ ταύτην ὡς οὐδὲν ἐποίησε. Περὶ μὲν γὰρ ἐκείνου λέγει· «Ὁ στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν καὶ διατείνας αὐτὸν ὡς σκηνὴν ἐπὶ τῆς γῆς», περὶ δὲ ταύτης· «Ὁ κατέχων τὸν γῦρον τῆς γῆς, ὁ ποιήσας τὴν γῆν ὡς οὐδέν», τὴν τοσαύτην καὶ τηλικαύτην. Ἐννόησον γὰρ πόσον μὲν ὁρῶν ὄγκον, πόσα δὲ ἀνθρώπων ἔθνη, πόσα δὲ ὕψη καὶ πλήθη φυτῶν, πόσας δὲ πόλεις καὶ πόσα οἰκοδομημάτων μεγέθη καὶ πόσα τετραπόδων, θηρίων, ἑρπετῶν πλήθη παντοδαπῶν ἐπὶ τὸν νῶτον φέρει τὸν ἑαυτῆς. Ἀλλ' ὅμως τὴν τοιαύτην καὶ τοσαύτην οὕτως εὐκόλως ἐποίησεν, ὡς καὶ τὸν προφήτην, μηδὲ παράδειγμα τῆς εὐκολίας δυνάμενον εὑρεῖν, εἰπεῖν ὅτι τὴν γῆν ἐποίησεν «ὡς οὐδέν». Ἐπειδὴ γὰρ οὐκ ἤρκει τὰ μεγέθη καὶ τὰ κάλλη τῶν ὁρωμένων τοῦ δημιουργοῦ παραστῆσαι τὴν δύναμιν, ἀλλὰ πολλῷ τῷ μέτρῳ ἐλείπετο τοῦ μεγέθους καὶ τῆς ἰσχύος τοῦ πεποιηκότος αὐτὰ ἁπάσης, εὗρον ἕτερον οἱ προφῆται τρόπον, δι' οὗ κατὰ δύναμιν τὴν ἑαυτῶν ἴσχυσαν παραδηλῶσαί τι πλέον ἡμῖν περὶ τῆς τοῦ Θεοῦ δυνάμεως. Ποῖον δὴ τοῦτον; Τὸ μὴ τὰ μεγέθη προθεῖναι τῶν κτισμάτων μόνον, ἀλλὰ καὶ τὸν τρόπον τῆς δημιουργίας εἰπεῖν, ἵν' ἑκατέρωθεν, καὶ ἐκ τοῦ μεγέθους τῶν γεγενημένων καὶ ἐκ τῆς κατὰ τὴν δημιουργίαν εὐκολίας, δυνηθῶμεν ἀξίαν τινὰ κατὰ δύναμιν τὴν ἡμετέραν ἔννοιαν λαβεῖν περὶ τῆς τοῦ Θεοῦ δυνάμεως. Μὴ τοίνυν τὸ μέγεθος ἐξέταζε μόνον τῶν γεγενημένων, ἀλλὰ καὶ τὴν εὐκολίαν τοῦ πεποιηκότος. Οὐκ ἐπὶ γῆς δὲ τοῦτο ἐνδείκνυται μόνον, ἀλλὰ καὶ ἐπ' αὐτῆς τῆς φύσεως τῶν ἀνθρώπων. Νῦν μὲν γάρ φησιν· «Ὁ κατέχων τὸν γῦρον τῆς γῆς, καὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ ὡσεὶ ἀκρίδας», νῦν δέ φησιν· «Πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου ἐναντίον αὐτοῦ.» Μὴ ἁπλῶς παρέλθῃς τὸν λόγον, ἀλλ' ἀνάπτυξον τὸ εἰρημένον καλῶς καὶ ἐξέτασον· ἀναλόγισαι πάντα τὰ ἔθνη, Σύρους, Κίλικας, Καππαδόκας, Βιθυνούς, τοὺς τὸν Εὔξεινον πόντον οἰκοῦντας, Θρᾴκην, Μακεδονίαν, τὴν Ἑλλάδα πᾶσαν, τοὺς ἐν ταῖς νήσοις, τοὺς ἐν τῇ Ἰταλίᾳ, τοὺς ὑπὲρ τὴν καθ' ἡμᾶς οἰκουμένην, τοὺς ἐν ταῖς νήσοις ταῖς Βρεττανικαῖς, Σαυρομάτας, Ἰνδούς, τοὺς τὴν τῶν Περσῶν οἰκοῦντας γῆν, τὰ ἄλλα τὰ ἄπειρα γένη καὶ φῦλα ὧν οὐδὲ τὰ ὀνόματα ἴσμεν· ἀλλὰ πάντα ταῦτα τὰ ἔθνη «. . . ὡς σταγών, φησίν, ἀπὸ κάδου ἐναντίον αὐτοῦ». Πόσον μέρος εἶ τῆς σταγόνος ταύτης, εἰπέ μοι, ὅτι περιεργάζῃ τὸν Θεὸν ᾧ «πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου»; Καὶ τί χρὴ λέγειν περὶ οὐρανοῦ καὶ γῆς καὶ θαλάττης καὶ ἀνθρώπων φύσεως; Ἀναβῶμεν ὑπὲρ τὸν οὐρανὸν τῷ λόγῳ καὶ ἐπὶ τοὺς ἀγγέλους ἔλθωμεν. Ἴστε γὰρ δήπου τοῦτο ὅτι τῆς κτίσεως τῆς ὁρωμένης ταύτης εἷς ἄγγελος μόνος ἀντίρροπός ἐστι· μᾶλλον δὲ καὶ πολλῷ τιμιώτερος. Εἰ γὰρ ἀνθρώπου δικαίου ἄξιος οὐκ ἂν εἴη πᾶς ὁ κόσμος, καθὼς ὁ Παῦλος φησίν· «. . . ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος οὗτος», πολλῷ μᾶλλον ἀγγέλου οὐκ ἂν γένοιτό ποτε ἄξιος· πολλῷ γὰρ τῶν δικαίων ἄγγελοι μείζους. Ἀλλ' ὅμως μυρίαι μυριάδες εἰσὶν ἀγγέλων ἄνω καὶ χίλιαι χιλιάδες εἰσὶν ἀρχαγγέλων καὶ θρόνοι καὶ κυριότητες καὶ ἀρχαὶ καὶ ἐξουσίαι καὶ ἄπειροι δῆμοι ἀσωμάτων δυνάμεων καὶ φῦλα ἀμύθητα καὶ ταύτας ἁπάσας τὰς δυνάμεις μετὰ τοσαύτης εὐκολίας ἐποίησε μεθ' ὅσης οὐδεὶς λόγος παραστῆσαι δύναται. Ἤρκεσε γὰρ αὐτῷ τὸ θελῆσαι πρὸς ἅπαντα καὶ καθάπερ ἡμῖν ἡ βούλησις οὐ παρέχει κάματον, οὕτως οὐδὲ ἐκείνῳ τὸ δημιουργῆσαι τοσαύτας καὶ τηλικαύτας δυνάμεις. Καὶ τοῦτο ὁ προφήτης ἐμφαίνων ἔλεγε· «Πάντα ὅσα ἠθέλησεν ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ.» Ὁρᾷς ὅτι οὔχι πρὸς τὴν δημιουργίαν τῶν ἐν τῇ γῇ μόνον, ἀλλὰ καὶ πρὸς τὴν κτίσιν τῶν ἄνω δυνάμεων ἤρκεσεν ἡ θέλησις αὐτοῦ μόνη; Ταῦτα οὖν ἀκούων οὐ θρηνεῖς σαυτόν, εἰπέ μοι, καὶ κατορύττεις πρὸς τοσοῦτον ἀπονοίας ἀρθείς, ὅτι ὃν δοξάζειν χρὴ μόνον καὶ προσκυνεῖν, τοῦτον ὡς ἕν τι τῶν εὐτελεστάτων πραγμάτων περιεργάζεσθαι φιλονεικεῖς καὶ πολυπραγμονεῖς; Διὰ τοῦτο καὶ ὁ Παῦλος ὁ πολλῆς σοφίας ἐμπεπλησμένος ὁρῶν τὴν ἀσύγκριτον ὑπεροχὴν τοῦ Θεοῦ καὶ τὴν εὐτέλειαν τῆς ἀνθρωπίνης φύσεως, πρὸς τοὺς περιεργαζομένους αὐτοῦ τὰς οἰκονομίας ἀγανακτῶν καὶ μετὰ πολλῆς δυσχεραίνων τῆς σφοδρότητος ἔλεγε· «Μενοῦν γε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ;» Τίς εἶ; ἐννόησον σοῦ τὴν φύσιν πρότερον· οὐδὲν γάρ ἐστιν ὄνομα εὑρεῖν δυνάμενον παραστῆσαί σου τὴν οὐδένειαν. Ἀλλ' ἐρεῖς ὅτι ἄνθρωπός εἰμι ἐλευθερίᾳ τετιμημένος. Ἀλλ' ἐτιμήθης οὐχ ἵνα εἰς ἀντιλογίαν τῇ ἐλευθερίᾳ, ἀλλ' ἵνα τῇ τιμῇ πρὸς ὑπακοὴν καταχρήσῃ τοῦ τετιμηκότος. Ἐτίμησέ σε ὁ Θεὸς οὐχ ἵνα αὐτὸν ὑβρίζῃς, ἀλλ' ἵνα δοξάζῃς· ὑβρίζει δὲ ὁ τὴν οὐσίαν αὐτοῦ περιεργαζόμενος. Εἰ γὰρ τὸ μὴ περιεργάζεσθαι τὰς ἐπαγγελίας αὐτοῦ δοξάζειν αὐτόν ἐστι, τὸ πολυπραγμονεῖν καὶ διερευνᾶσθαι οὐχὶ τὰς ἀποφάσεις μόνον, ἀλλὰ καὶ αὐτὸν τὸν ἀποφηνάμενον ἀτιμάζειν ἐστίν. Ὅτι δὲ τὸ μὴ περιεργάζεσθαι τὰς ἐπαγγελίας αὐτοῦ δοξάζειν αὐτόν ἐστιν, ἄκουσον τοῦ Παύλου λέγοντος περὶ τοῦ Ἀβραὰμ καὶ τῆς ὑπακοῆς τῆς ἐκείνου καὶ τῆς ἐν ἅπασι πίστεως· «Κατενόησε μὲν γάρ, φησί, τὸ ἑαυτοῦ σῶμα νενεκρωμένον, καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάρρας· εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ' ἐνεδυναμώθη τῇ πίστει.» Ἡ φύσις καὶ ἡ ἡλικία, φησίν, εἰς ἀπόγνωσιν ἐνέβαλλον, ἡ δὲ πίστις ἐλπίδας ὑπέτεινε χρηστάς. Ἀλλ' ἐνεδυναμώθη τῇ πίστει δοὺς δόξαν τῷ Θεῷ καὶ πληροφορηθεὶς ὅτι ὃ ἐπήγγελται, δυνατός ἐστι καὶ ποιῆσαι. Ὁρᾷς ὅτι ὁ πληροφορούμενος ὑπὲρ ὧν ἂν ὁ Θεὸς ἀποφαίνηται, δόξαν δίδωσι τῷ Θεῷ; Εἰ τοίνυν δόξαν δίδωσι τῷ Θεῷ ὁ πιστεύων αὐτῷ, ὁ ἀπιστῶν αὐτῷ τὴν ἀτιμίαν αὐτοῦ εἰς τὴν ἑαυτοῦ περιτρέπει κεφαλήν. «Σὺ τίς ὁ ἀνταποκρινόμενος τῷ Θεῷ;» Εἶτα βουλόμενος δεῖξαι τὸ μέσον ὅσον ἐστὶν ἀνθρώπου καὶ Θεοῦ, ἔδειξεν οὐχ ὅσον ἔδει, πλὴν ἀπὸ τοῦ δοθέντος ὑποδείγματος δυνατὸν καὶ πολλῷ μείζονος διαφορᾶς ἔννοιαν λαβεῖν. Τί γάρ φησι; «Μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι· τί με ἐποίησας οὕτως; Ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν;» Τί λέγεις; οὕτως ὀφείλω ὑποκεῖσθαι τῷ Θεῷ ὡς ὁ πηλὸς τῷ κεραμεῖ; Ναί, φησί· τοσοῦτον γὰρ τὸ μέσον ἀνθρώπου καὶ Θεοῦ ὅσον πηλοῦ καὶ κεραμέως· μᾶλλον δὲ οὐδὲ τοσοῦτον τὸ μέσον, ἀλλὰ καὶ πολλῷ πλέον. Πηλοῦ μὲν γὰρ καὶ κεραμέως οὐσία μία, καθάπερ καὶ παρὰ τῷ Ἰὼβ εἴρηται· «Ἐῶ δὲ τοὺς κατοικοῦντας οἰκίας πηλίνας, ἐξ οὗ καὶ αὐτοί ἐσμεν ἐκ τοῦ αὐτοῦ πηλοῦ.» Εἰ δὲ ἀμείνων φαίνεται καὶ εὐπρεπέστερος ἐκείνου ὁ ἄνθρωπος, τὴν διαφορὰν οὐχ ἡ ἐναλλαγὴ τῆς φύσεως, ἀλλ' ἡ σοφία τοῦ τεχνίτου πεποίηκε· ἐπεὶ πηλοῦ οὐδὲν διέστηκας. Εἰ δὲ ἀπιστεῖς, πειθέτωσάν σε αἱ σοροὶ καὶ αἱ λάρνακες· ἐπὶ γὰρ τοὺς τάφους ἀπελθὼν τῶν προγόνων εἴσῃ ὅτι ταῦτα οὕτως ἔχει. Πηλοῦ μὲν οὖν καὶ κεραμέως οὐδὲν τὸ μέσον· Θεοῦ δὲ καὶ ἀνθρώπων τῆς οὐσίας τοσοῦτον τὸ μέσον ὅσον οὐδὲ λόγος παραστῆσαι δύναται, οὐδὲ ἔννοια μετρῆσαι χωρεῖ. Ὥσπερ οὖν ὁ πηλὸς ἕπεται ταῖς χερσὶ τοῦ κεραμέως, ᾗπερ ἂν ἐκεῖνος ἕλκῃ καὶ περιάγῃ, οὕτω καὶ σὺ κατὰ τὸν πηλὸν ἄφωνος ἔσο, ὅταν ὁ Θεὸς οἰκονομεῖν τι βούληται. Οὐδὲ γὰρ ἀφαιρούμενος τὴν ἐξουσίαν ἡμῶν, μὴ γένοιτο, οὐδὲ τῷ αὐτεξουσίῳ λυμαινόμενος, ταῦτα εἴρηκεν ὁ Παῦλος, ἀλλ' ἐκ πολλῆς τῆς περιουσίας τὴν αὐθάδειαν ἡμῶν ἐπιστομίζων. Εἰ δὲ δοκεῖ, καὶ τοῦτο ἴδωμεν. Τί ποτε ἄρα ἐβουλήθησαν ἐκεῖνοι μαθεῖν, καὶ οὕτω σφοδρῶς αὐτοὺς ἐπεστόμισεν; ἆρα οὐσίαν περιειργάζοντο; Οὐδαμῶς· οὐδεὶς γὰρ τοῦτο ἐτόλμησεν οὐδέποτε, ἀλλὰ τὸ πολλῷ ἔλαττον, οἰκονομίας ἐζήτουν τοῦ Θεοῦ· διὰ τί ὁ δεῖνα κολάζεται καὶ διὰ τί ὁ δεῖνα ἐλεεῖται· διὰ τί ὁ δεῖνα ἀπαλλάττεται τιμωρίας, ὁ δὲ ἐν δεινοῖς ἐστι· καὶ ὁ μὲν συγγνώμης ἔτυχεν, ὁ δὲ οὐκ ἔτυχε. Ταῦτα γὰρ καὶ τὰ τοιαῦτα ἐζήτουν. Πόθεν τοῦτο δῆλον; Ἐκ τῶν ἀνωτέρω τούτων· εἰπὼν γάρ· «Ἄρα οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει». Ἐρεῖς οὖν μοι· Τί ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκε; Τότε ἐπήγαγεν· «Μενοῦν γε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ;» Οἰκονομίας τοίνυν ζητοῦντας περιεργάζεσθαι ἐπιστομίζει ὁ Παῦλος. Εἶτα ἐκείνοις μὲν οὐδὲ ταῦτα ἐφεῖται· σὺ δὲ τὴν μακαρίαν αὐτὴν οὐσίαν τὴν πάντα οἰκονομοῦσαν πολυπραγμονῶν, οὐχ ἡγῇ ἄξιος εἶναι μυρίων σκηπτῶν; καὶ πῶς οὐκ ἐσχάτης ταῦτα μανίας; Ἄκουσον τοῦ προφήτου λέγοντος, μᾶλλον δὲ τοῦ Θεοῦ δι' ἐκείνου· «Εἰ πατήρ εἰμι ἐγώ, ποῦ ἔστιν ἡ δόξα μου; καὶ εἰ Κύριός εἰμι, ποῦ ἔστιν ὁ φόβος μου;» Ὁ γὰρ φοβούμενος οὐ περιεργάζεται, ἀλλὰ προσκυνεῖ, οὐ πολυπραγμονεῖ, ἀλλ' εὐφημεῖ καὶ δοξάζει. Διδασκέτωσάν σε ταῦτα καὶ αἱ ἄνω δυνάμεις καὶ ὁ μακάριος Παῦλος· οὐ γὰρ ἑτέροις μὲν ταῦτα ἐπιπλήττει, αὐτὸς δὲ οὐχ οὕτω διάκειται. Ἄκουσον γοῦν τί Φιλιππησίοις φησί, δεικνὺς ὅτι μερικὴν ἐπίγνωσιν ἔχει, καθάπερ καὶ Κορινθίοις γράφων ἔλεγεν ὅτι «Ἐκ μέρους γινώσκομεν» καὶ τοῦ παντὸς οὐδέπω, καὶ νῦν ἐπείληπται· «Ἀδελφοί, ἐγὼ ἐμαυτὸν οὐ λογίζομαι κατειληφέναι.» Τί ταύτης σαφέστερον τῆς φωνῆς; Σάλπιγγος λαμπρότερον ἐβόησε τὴν οἰκουμένην ἅπασαν παιδεύων ἀγαπᾶν καὶ στέργειν τῷ δοθέντι τῆς γνώσεως μέτρῳ καὶ μὴ νομίζειν τὸ πᾶν ἀπειληφέναι νῦν. Τί λέγεις; εἰπέ μοι· τὸν Χριστὸν ἔχεις ἐν σεαυτῷ λαλοῦντα, καὶ λέγεις ὅτι «Ἐγὼ οὐ λογίζομαι ἐμαυτὸν κατειληφέναι»; Διὰ γὰρ αὐτὸ τοῦτο, φησίν, εἶπον, ὅτι τὸν Χριστὸν ἔχω ἐν ἐμαυτῷ λαλοῦντα· αὐτός με ταῦτα ἐδίδαξεν. Ὥστε καὶ οὗτοι, εἰ μὴ παντελῶς ἔρημοι τῆς τοῦ Πνεύματος ἦσαν βοηθείας καὶ τὴν ἐνέργειαν αὐτοῦ πᾶσαν ἐκ τῆς ἑαυτῶν ἀπώσαντο ψυχῆς, οὐκ ἄν, Παύλου λέγοντος· «Οὐ λογίζομαι ἐμαυτὸν κατειληφέναι», αὐτοὶ τοῦ παντὸς ἐπειλῆφθαι ἐνόμισαν. Καὶ πόθεν δῆλον, φησίν, ὅτι περὶ πίστεως ταῦτα λέγει καὶ γνώσεως καὶ δογμάτων, καὶ οὐχὶ περὶ βίου καὶ πολιτείας· ὅτι ἀτελῆ ἐμαυτὸν νομίζω ἐν βίῳ καὶ πολιτείᾳ; Μάλιστα μὲν οὖν τοῦτο δῆλον ἐποίησεν εἰπών· «Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος.» Ὁ δὲ τὸν στέφανον μέλλων ἀπολαμβάνειν καὶ τὸν δρόμον τελέσας, οὐκ ἂν εἶπεν· «Οὐ λογίζομαι ἐμαυτὸν κατειληφέναι.» Ἄλλως δὲ τὰ πρακτέα καὶ τὰ μὴ πρακτέα, οὐδενὶ τῶν ἀνθρώπων ἐστὶν ἀφανῆ, ἀλλὰ πᾶσι δῆλα καὶ γνώριμα, καὶ βαρβάροις καὶ Πέρσαις καὶ παντὶ τῷ τῶν ἀνθρώπων γένει. Ἵνα δὲ καὶ σαφέστερον ὃ λέγω ποιήσω, αὐτῆς ἀναγνώσομαι τῆς περικοπῆς ἀκολουθίαν. Εἰπὼν γάρ· «Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας» καὶ πολλὰ διαλεχθεὶς περὶ τῶν εἰσαγόντων ἰουδαϊκὰ δόγματα ἀκαίρως, ἐπήγαγε λέγων· «Ἅτινά μοι ἦν κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν· ἀλλὰ μὲν οὖν γε καὶ ἡγήσομαι τὰ πάντα ζημίαν, ἵνα εὑρεθῶ μὴ ἔχων δικαιοσύνην τὴν ἐκ νόμου, ἀλλὰ τὴν ἐκ Θεοῦ δικαιοσύνην, τὴν διὰ τῆς πίστεως Ἰησοῦ Χριστοῦ.» Εἶτα λέγει ποίας πίστεως· «. . . τοῦ γνῶναι αὐτὸν καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ καὶ τὴν κοινωνίαν τῶν παθημάτων αὐτοῦ». Τί ἐστι «δύναμιν ἀναστάσεως αὐτοῦ»; Καινός τις, φησίν, ἀναστάσεως ἐδείχθη τρόπος. Πολλοὶ μὲν γὰρ καὶ πρὸ ἐκείνου πολλάκις ἀνέστησαν νεκροί, οὕτω δὲ οὐδὲ εἷς. Οἱ μὲν γὰρ ἄλλοι πάντες ἀναστάντες πάλιν εἰς τὴν γῆν ὑπέστρεφον καί, πρὸς καιρὸν ἀπαλλαττόμενοι τῆς τοῦ θανάτου τυραννίδος, ὑπὸ τὴν ἀρχὴν πάλιν ἤγοντο τὴν ἐκείνου· τὸ δὲ σῶμα τὸ δεσποτικὸν ἀναστὰν οὐκ εἰς τὴν γῆν ὑπέστρεψεν, ἀλλ' εἰς τοὺς οὐρανοὺς ἀνέβη καὶ πᾶσαν τοῦ ἐχθροῦ κατέλυσε τὴν τυραννίδα καὶ μεθ' ἑαυτοῦ τὴν οἰκουμένην συνανέστησεν ἅπασαν καὶ νῦν τῷ θρόνῳ κάθηται τῷ βασιλικῷ. Ταῦτ' οὖν ἅπαντα ἐννοῶν ὁ Παῦλος καὶ δεικνὺς ὅτι τὰ τοσαῦτα καὶ τηλικαῦτα θαύματα λογισμὸς μὲν οὐδεὶς παραστῆσαι δυνήσεται, πίστις δὲ μόνη δύναται διδάξαι καὶ ποιῆσαι σαφῆ, ἔλεγεν ἐπὶ τῇ πίστει· «. . . τοῦ γνῶναι τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ». Εἰ γὰρ ἁπλῶς ἀνάστασιν οὐ δύναται παραστῆσαι λογισμός—μεῖζον γὰρ τοῦτο τῆς ἀνθρωπίνης φύσεως καὶ τῆς τῶν πραγμάτων ἀκολουθίας ἐστί—, τὴν τοσοῦτον τῶν ἄλλων ἀναστάσεων διαφέρουσαν ἀνάστασιν ποῖος δυνήσεται παραστῆσαι λογισμός; Οὐκ ἔστιν οὐδείς· ἀλλὰ πίστεως ἡμῖν δεῖ μόνης, εἰ μέλλοιμεν πείθεσθαι ὅτι σῶμα θνητὸν καὶ ἀνέστη καὶ εἰς ζωὴν ἦλθεν ἀθάνατον, πέρας οὐδὲν οὐδὲ τέλος ἔχουσαν· ὅπερ οὖν καὶ ἀλλαχοῦ σημαίνων ἔλεγεν· «Ὁ Χριστὸς ἐγερθεὶς οὐκέτι ἀποθνῄσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει», ὥστε διπλοῦν τὸ θαῦμα, καὶ τὸ ἀναστῆναι καὶ τὸ οὕτως ἀναστῆναι. Διὰ τοῦτο ἔλεγεν ἐπὶ τῇ πίστει· «. . . τοῦ γνῶναι τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ». Εἰ δὲ τὴν ἀνάστασιν οὐ δυνατὸν λογισμοῖς εὑρεῖν, πόλλῳ μᾶλλον τὴν γέννησιν τὴν ἄνω. Περὶ δὲ τούτων διαλεγόμενος ὁ Παῦλος καὶ περὶ τοῦ σταυροῦ καὶ τοῦ πάθους λέγων, κἀκεῖνα τῇ τῆς πίστεως ἐπέτρεψε δυνάμει· εἶτα τοῦτον ἅπαντα κινήσας τὸν λόγον, προϊὼν εἶπεν· «Ἀδελφοί, ἐγὼ ἐμαυτὸν οὐ λογίζομαι κατειληφέναι.» Οὐκ εἶπεν· ἐγὼ ἐμαυτὸν οὐ λογίζομαι εἰδέναι, ἀλλὰ «κατειληφέναι»· οὔτε παντελῆ ἄγνοιαν, οὔτε παντελῆ γνῶσιν ἐμαρτύρησεν ἑαυτῷ. Τὸ γὰρ εἰπεῖν· «Οὐ λογίζομαι κατειληφέναι» δηλοῦντός ἐστιν ὅτι ἐπὶ τῆς ὁδοῦ τέως ἕστηκε καὶ βαδίζει καὶ πρόεισι περαιτέρω, τοῦ δὲ τέλους πάντως οὐκ ἐπείληπται. Τοῦτο καὶ ἑτέροις παραινεῖ λέγων οὕτως· «Ὅσοι τέλειοι, τοῦτο φρονῶμεν· καὶ εἴ τι ἑτέρως φρονεῖτε, καὶ τοῦτο ὁ Θεὸς ὑμῖν ἀποκαλύψει.» Οὐ λογισμός, εἶπε, διδάξει, ἀλλ' ὁ Θεὸς ἀποκαλύψει. Ὁρᾷς ὅτι οὐ περὶ βίου καὶ πολιτείας ἐστὶν ὁ λόγος, ἀλλὰ περὶ δογμάτων καὶ πίστεως; Πολιτεία γὰρ καὶ βίος οὐκ ἀποκαλύψεως δεῖται, ἀλλὰ δόγματα καὶ γνῶσις. Καὶ ἑτέρωθι δὲ τὸ αὐτὸ τοῦτο δηλῶν ἔλεγεν· «Εἴ τις δοκεῖ εἰδέναι τι, οὐδέπω οὐδὲν ἔγνωκεν.» Οὐκ εἶπεν ἁπλῶς· οὐδὲν ἔγνωκεν, ἀλλὰ «καθὼς δεῖ γνῶναι»· ἔχει μὲν γὰρ γνῶσιν, οὐκ ἀκριβῆ δὲ καὶ ἀπηρτισμένην. Καὶ ἵνα μάθῃς ὅτι τοῦτό ἐστιν ἀληθές, μηδὲν περὶ τῶν ἄνω διαλεχθῶμεν, ἀλλ' εἰ βούλει κάτω πρὸς τὴν ὁρωμένην κτίσιν τὸν λόγον ἀγάγωμεν. Οὐχ ὁρᾷς τουτονὶ τὸν οὐρανόν; ὅτι μὲν καμάρας εἰκόνα διασῴζει ἴσμεν, καὶ τοῦτο αὐτὸ οὐκ ἀπὸ λογισμῶν, ἀλλ' ἀπὸ τῆς θείας Γραφῆς μαθόντες· καὶ ὅτι πᾶσαν περιλαμβάνει τὴν γῆν, καὶ τοῦτο ἴσμεν, ὁμοίως παρ' ἐκείνης ἀκούσαντες· τίς δὲ τὴν οὐσίαν ἐστὶν ἀγνοοῦμεν. Εἰ δέ τις διϊσχυρίζοιτο καὶ φιλονεικοίη, λεγέτω τί τὴν οὐσίαν ἐστὶν ὁ οὐρανός· ἆρα κρύσταλλος πεπηγώς; ἆρα νέφος πεπυκνωμένον; ἆρα ἀὴρ παχύτερος; Ἀλλ' οὐδεὶς ἂν ἔχοι σαφῶς οὐδὲν εἰπεῖν. Ἔτι οὖν ἀποδείξεως, εἰπέ μοι, δεῖσθε πρὸς τὸ μαθεῖν τὴν μανίαν τῶν τὸν Θεὸν εἰδέναι λεγόντων; Τοῦ οὐρανοῦ τοῦ ὁρωμένου καθ' ἡμέραν τὴν φύσιν οὐκ ἔχεις εἰπεῖν, καὶ τοῦ ἀοράτου Θεοῦ μετὰ ἀκριβείας ἐπαγγέλλῃ τὴν οὐσίαν εἰδέναι; Καὶ τίς οὕτως ἀναίσθητος ὡς μὴ τὴν ἐσχάτην τῶν ταῦτα λεγόντων καταγινώσκειν μανίαν; Διὰ δὴ ταῦτα παρακαλῶ πάντας ὑμᾶς καθάπερ τοὺς φρενίτιδι περιπεσόντας νόσῳ καὶ παραπαίοντας κατὰ δύναμιν τὴν ὑμετέραν πειρᾶσθαι θεραπεύειν μετὰ προσηνείας καὶ ἐπιεικείας αὐτοῖς διαλεγομένους· καὶ γὰρ ἐξ ἀπονοίας αὐτοῖς τὸ δόγμα τοῦτο ἐτέχθη, καὶ πολὺ τῆς διανοίας αὐτῶν τὸ φύσημα· τὰ δὲ φλεγμαίνοντα τῶν τραυμάτων οὐδὲ ἐπιβολὴν χειρὸς ἀνέχεται, οὐδὲ ἁφὴν ὑπομένει τραχυτέραν. Διὰ τοῦτο οἱ σοφοὶ τῶν ἰατρῶν μαλακῇ τινι σπογγιᾷ τὰ τοιαῦτα καταψήχουσιν ἕλκη. Ἐπεὶ οὖν καὶ τούτοις ἕλκος ἐστὶν ἐν τῇ ψυχῇ φλεγμαῖνον, ὥσπερ ἁπαλῇ τινι σπογγιᾷ προσηνὲς ὕδωρ καὶ πότιμον σπῶντες, οὕτω τὰ εἰρημένα ἅπαντα καταντλοῦντες, πειρώμεθα καταστέλλειν αὐτῶν τὸ φύσημα καὶ τὸν ὄγκον καθαιρεῖν ἅπαντα· κἂν ὑβρίζωσι, κἂν λακτίζωσι, κἂν ἐμπτύωσι, κἂν ὁτιοῦν ποιῶσι, μὴ καταλείπῃς τὴν ἰατρείαν, ἀγαπητέ. Τοὺς γὰρ ἄνθρωπον παραπλῆγα θεραπεύοντας ἀνάγκη πολλὰ τοιαῦτα ὑπομένειν· ἀλλ' ὅμως οὐδὲ οὕτως ἀφίστασθαι χρή, ἀλλὰ δι' αὐτὰ μὲν οὖν ταῦτα μάλιστα αὐτοὺς ταλανίζειν καὶ δακρύειν χρή, ὅτι τοιοῦτον αὐτῶν τῆς ἀρρωστίας ἐστὶ τὸ εἶδος. Ταῦτα πρὸς τοὺς ἰσχυροτέρους λέγω καὶ ἀνεπηρεάστους καὶ δυναμένους ἐκ τῆς ἐκείνων ὁμιλίας μηδεμίαν παραδέξασθαι βλάβην· ὡς εἴ τις ἀσθενέστερος εἴη, φευγέτω τούτων τὰς συνουσίας, ἀποπηδάτω τοὺς συλλόγους, ὥστε μὴ τὴν τῆς φιλίας ὑπόθεσιν ἀφορμὴν ἀσεβείας γενέσθαι. Οὕτω καὶ Παῦλος ποιεῖ, αὐτὸς μὲν τοῖς ἀρρωστοῦσιν ἀναμίγνυται καὶ λέγει· «Ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, τοῖς ἀνόμοις ὡς ἄνομος», τοὺς δὲ μαθητὰς καὶ ἀσθενέστερον διακειμένους ἀπάγει παραινῶν οὕτω καὶ διδάσκων· «Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί.» Καὶ πάλιν· «Ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει Κύριος.» Ὁ μὲν γὰρ ἰατρός, ἐὰν ἔλθῃ πρὸς τὸν κάμνοντα, κἀκεῖνον καὶ ἑαυτὸν πολλάκις ὠφέλησεν· ὁ δὲ ἀσθενέστερος καὶ ἑαυτὸν καὶ τὸν ἀρρωστοῦντα παρέβλαψε, τοῖς νοσοῦσιν ἀναμιγνύμενος· ἐκεῖνόν τε γὰρ οὐδὲν ὠφελῆσαι δυνήσεται, καὶ αὐτὸς ἐπισπάσεται πολλὴν ἀπὸ τῆς ἀρρωστίας τὴν βλάβην. Καὶ ὅπερ οἱ πρὸς τοὺς ὀφθαλμιῶντας ὁρῶντες πάσχουσιν, ἐφελκόμενοί τι τῆς ἀρρωστίας ἐκείνης, τοῦτο καὶ οἱ τοῖς βλασφήμοις συναναμιγνύμενοι τούτοις ὑπομένουσιν, ἂν ὦσιν ἀσθενέστεροι, πολὺ τῆς ἀσεβείας πρὸς ἑαυτοὺς ἐπισπώμενοι μέρος. Ἵν' οὖν μὴ τὰ μέγιστα ἑαυτοὺς παραβλάψωμεν, φεύγωμεν αὐτῶν τὰς συνουσίας, εὐχόμενοι μόνον καὶ παρακαλοῦντες τὸν φιλάνθρωπον Θεόν, τὸν θέλοντα πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν τῆς ἀληθείας ἐλθεῖν, ἀπαλλάξαι μὲν αὐτοὺς τῆς πλάνης καὶ τῆς τοῦ διαβόλου παγίδος, ἐπαναγαγεῖν δὲ ἐπὶ τὸ τῆς γνώσεως φῶς, τὸν Θεὸν καὶ πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, σὺν τῷ ζωοποιῷ καὶ παναγίῳ Πνεύματι, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.