Ancient Greek · ~100 min
Homily 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De incomprehensibili dei natura (+ Contra Anomoeos, homiliae 1-5) 4.1
Not analysed yet
Τοῦ αὐτοῦ περὶ ἀκαταλήπτου λόγος δʹ. Ἤρκει μὲν οὖν πρώην δείξαντα ἀνθρώποις ἀκατάληπτον ὄντα τὸν Θεόν, ἔτι δὲ καὶ τοῖς Χερουβὶμ καὶ τοῖς Σεραφίμ, ἀπηλλάχθαι πραγμάτων καὶ μηδὲν περαιτέρω κινεῖν· ἀλλ' ἐπειδὴ προθυμία καὶ σπουδὴ πᾶσα ἡμῖν, οὐχὶ τῶν ἐναντίων ἀπορράψαι τὰ στόματα μόνον, ἀλλὰ καὶ τὴν ὑμετέραν ἀγάπην ἐπὶ πλεῖον σοφίσαι, πάλιν τῆς αὐτῆς ὑποθέσεως ἁπτόμεθα καὶ περαιτέρω τὸν λόγον προάγομεν. Ἡ γὰρ ἐν τούτοις διατριβὴ καὶ ὑμᾶς εἰδέναι ποιήσει πλείονα καὶ ἡμῖν λαμπρότερα ἐργάσεται τὰ νικητήρια, εἰ καί τι λείψανον ὑπολέλειπται ἐκκαθαίρουσα· ἐπεὶ καὶ τὰς πονηρὰς βοτάνας οὐκ ἄνωθεν ἀποκείρειν χρὴ μόνον—πάλιν γὰρ βλαστάνουσι τῶν ῥιζῶν κάτω κειμένων—, ἀλλ' ἐξ αὐτῶν τῶν λαγόνων τῆς γῆς καὶ τῶν κόλπων ἀνασπᾶν καὶ γυμνὰς προτιθέναι τῇ θέρμῃ τῆς ἀκτῖνος, ὥστε καταμαρανθῆναι ῥᾳδίως. Φέρε οὖν ἐπὶ τὸν οὐρανὸν ὑμᾶς ἐπαναγάγωμεν τῷ λόγῳ πάλιν, οὐχὶ περιεργαζόμενοι οὐδὲ πολυπραγμονοῦντες, ἀλλὰ τῶν οὐκ ἐπισταμένων ἑαυτοὺς οὐδὲ ἀνεχομένων εἰδέναι μέτρα φύσεως ἀνθρωπίνης τὴν ἄκαιρον φιλονεικίαν καταλῦσαι σπεύδοντες. Διὰ γὰρ τοῦτο ἐκ πολλῆς τῆς περιουσίας οὐχὶ Θεοῦ ἐπιφάνειαν μόνον, ἀλλὰ καὶ ἀγγέλων ἐδείξαμεν ἀφόρητον οὖσαν τῷ δικαίῳ τότε ἐκείνῳ, ὅτε καὶ τὴν ἱστορίαν ὑμῖν πᾶσαν ἀνέγνωμεν καὶ συνεχῶς ἐδείκνυμεν τὸν μακάριον Δανιὴλ ὠχριῶντα, τρέμοντα, τῶν ψυχορραγούντων οὐδὲν ἄμεινον διακείμενον, τῆς ψυχῆς ἐπειγομένης ἀπορρῆξαι τὸν τῆς σαρκὸς δεσμόν. Καθάπερ γὰρ περιστερὰ χειροήθης καὶ ἥμερος ἐν οἰκίσκῳ τινὶ διατρίβουσα, ὅταν ποτὲ αἴσθηταί τινος φόβου, πτοηθεῖσα πρὸς τὴν ὀροφὴν ἵπταται καὶ διὰ τῶν θυρίδων ἔξοδόν τινα ἐπιζητεῖ, τῆς ἀγωνίας ἀπαλλαγῆναι ἐπιθυμοῦσα, οὕτω δὴ καὶ ἡ ψυχὴ τοῦ μακαρίου τότε ἐκείνου ἐκ τοῦ σώματος ἀναπτῆναι ἔσπευδε καὶ πρὸς τὰ ἔξω πάντοθεν ἠπείγετο καὶ ἐξῆλθεν ἂν καὶ ἀπέπτη καὶ τὸ σῶμα κατέλιπεν ἔρημον, εἰ μὴ ταχέως ὁ ἄγγελος προλαβὼν αὐτὴν ἀπήλλαξε τῆς ἀγωνίας καὶ πρὸς τὸ οἰκεῖον πάλιν ἐπανήγαγε καταγώγιον. Διὰ τοῦτο δὲ ταῦτα ἐλέγομεν τότε, ἵνα μαθόντες ὅσον ἀνθρώπου ἄγγελος διαφέρει καὶ ἐν τῇ τοῦ συνδούλου ὑπεροχῇ σωφρονισθέντες, τῆς κατὰ τοῦ Δεσπότου μανίας ἀπαλλαγῶσιν. Ὁ δίκαιος ἄγγελον ἰδεῖν οὐκ ἤνεγκεν, ὁ παρρησίαν τοσαύτην ἔχων, καὶ οἱ τοσοῦτον ἀφεστηκότες αὐτοῦ τῆς ἀρετῆς, οὐχὶ ἄγγελον, ἀλλ' αὐτὸν τὸν τῶν ἀγγέλων Δεσπότην περιεργάζονται. Ἐκεῖνος λεόντων θυμὸν ἐδάμασεν· ἡμεῖς δὲ οὐδὲ ἀλωπέκων περιγενέσθαι δυνάμεθα· ἐκεῖνος δράκοντα μέσον ἔρρηξε καὶ τῆς τοῦ θηρίου φύσεως ἐκράτησε διὰ τῆς πρὸς τὸν Θεὸν παρρησίας· ἡμεῖς δὲ καὶ τὰ ψιλὰ ἑρπετὰ δεδοίκαμεν· ἐκεῖνος βασιλέα καθάπερ λέοντα θυμούμενον ἔστησε καὶ τὴν τοῦ Ναβουχοδονόσορ ὀργὴν φλογὸς ἁπάσης σφοδρότερον ἐπὶ τὰ βαρβαρικὰ στρατόπεδα φερομένην μέσος φανεὶς ἀνέστειλε καὶ τὰ ἐσκοτισμένα πάντα ἐφώτισεν. Ἀλλ' οὗτος ὁ φωτίσας ἄγγελον ἐλθόντα ἰδὼν πρὸς αὐτόν, σκοτοδινίᾳ κατείχετο χαλεπῇ. Τίνα οὖν ἕξουσιν ἀπολογίαν οἱ τὴν μακαρίαν ἐκείνην φύσιν ἐμβατεύειν ἐπιχειροῦντες; Ἡμεῖς δὲ οὐδὲ ἐνταῦθα τὸν λόγον ἐστήσαμεν τότε, ἀλλὰ καὶ ἐπὶ τὰς σοφὰς ἐκείνας ἀνηγάγομεν δυνάμεις τὴν διήγησιν· ἐδείξαμεν τὴν ἀποστροφὴν τῶν ὀφθαλμῶν, τὴν προβολὴν τῶν πτερύγων, τὴν ὀρθότητα τῶν σκελῶν, τὴν βοὴν τὴν διηνεκῆ καὶ ὅτι διὰ πάντων τὴν ἔκπληξιν καὶ τὸ θάμβος ἐμφαίνουσιν ἡμῖν αἱ ἀσώματοι δυνάμεις ἐκεῖναι· ὅσῳ γάρ εἰσι σοφαί, ὅσῳ ἡμῶν ἐγγύτεραί εἰσι τῇ ἀρρήτῳ καὶ μακαρίᾳ οὐσίᾳ ἐκείνῃ, τοσούτῳ μᾶλλον ἡμῶν τὸ ἀκατάληπτον ἴσασιν. Ἡ γὰρ ἐπίτασις τῆς σοφίας ἐπίτασιν ποιεῖ εὐλαβείας. Εἴπομεν ὑμῖν τί ποτέ ἐστι τὸ ἀπρόσιτον καὶ ὅτι τοῦ ἀκαταλήπτου πολλῷ μεῖζόν ἐστι καὶ τὴν αἰτίαν προσεθήκαμεν ὅτι τὸ μὲν ἀκατάληπτον μετὰ τὸ ἐρευνηθῆναι ἀκατάληπτον φαίνεται, τὸ δὲ ἀπρόσιτον οὐδὲ ἐρεύνης ἀνέχεται, οὐδὲ προσόδου τὴν ἀρχήν, ὅτε καὶ τῆς τοῦ πελάγους εἰκόνος ἐδεήθημεν. Εἴπομεν ὅτι οὐκ εἶπε φῶς ὢν ἀπρόσιτον, ἀλλὰ «φῶς οἰκῶν ἀπρόσιτον»· εἰ δὲ ὁ οἶκος ἀπρόσιτος, πολλῷ μᾶλλον ὁ ἐνοικῶν Θεός. Ταῦτα δὲ ἔλεγεν ὁ Παῦλος, οὐχ ἵνα τόπῳ περιγράψῃ τὸν Θεόν, ἀλλ' ἵνα ἐκ πολλοῦ τοῦ περιόντος τὸ ἀπερινόητον αὐτοῦ καὶ τὸ ἀπρόσιτον παραστήσῃ. Παρηγάγομεν καὶ ἑτέρας δυνάμεις, τὰ Χερουβίμ, καὶ ἐδείξαμεν πῶς ἐπάνω αὐτῶν στερέωμα, πῶς λίθος κρυστάλλου, πῶς ὁμοίωμα θρόνου καὶ εἶδος ἀνθρώπου καὶ ἤλεκτρον καὶ πῦρ καὶ τόξον καὶ μετὰ πάντα ἐκεῖνά φησιν ὁ προφήτης· «Αὕτη ἡ ὅρασις ὁμοιώματος δόξης Κυρίου» καὶ διὰ πάντων τούτων ἐδείκνυμεν ὑμῖν τοῦ Θεοῦ τὴν συγκατάβασιν καὶ αὐτὴν ταύτην ἀφόρητον οὖσαν ταῖς ἄνω δυνάμεσιν. Οὐχ ἁπλῶς δὲ ταῦτα ἀνακεφαλαιοῦμαι· ἀλλ' ἐπειδὴ χρέος ὑμῖν ὀφείλω τῆς ὑποσχέσεως ἐκείνης, βούλομαι καταμαθεῖν μετὰ ἀκριβείας τί μὲν κατέβαλον, τί δὲ ὑπολέλειπται. Οὕτω καὶ οἱ τὰ δανείσματα ὀφείλοντες ποιοῦσι, τὸ γραμματεῖον ἐς μέσον ἀγαγόντες, ἔνθα ὁ λόγος πᾶς ἐγγέγραπται, καὶ τοῖς δανεισταῖς τοῖς ἑαυτῶν ἐπιδείξαντες, τὰ λειπόμενα καταβάλλουσι. Κἀγὼ τοίνυν καθάπερ βιβλίον ἀναπτύξας τὴν μνήμην τῆς διανοίας τῆς ὑμετέρας, ὥσπερ δακτύλῳ τινὶ τῷ λόγῳ τὰ καταβληθέντα ἐπιδείξας, ἐπὶ τὰ λειπόμενα βαδιοῦμαι λοιπόν. Τί οὖν ἦν τὸ ὑπολελειμμένον δεῖξαι; Ὅτι οὔτε ἀρχαί, οὔτε ἐξουσίαι, οὔτε κυριότητες, οὔτε εἴ τις ἑτέρα κτιστὴ δύναμίς ἐστιν ἣ ἔχει τοῦ Θεοῦ τὴν ἀκριβῆ κατάληψιν. Εἰσὶ γάρ, εἰσὶ καὶ ἕτεραι δυνάμεις ὧν οὐδὲ τὰ ὀνόματα ἴσμεν. Ἐννοήσατε τὴν ἀπόνοιαν τῶν αἱρετικῶν· τῶν δούλων οὐδὲ τὰ ὀνόματα ἴσμεν καὶ τοῦ Δεσπότου αὐτὴν τὴν οὐσίαν περιεργάζονται. Εἰσὶ μὲν γὰρ ἄγγελοι καὶ ἀρχάγγελοι καὶ θρόνοι καὶ κυριότητες καὶ ἀρχαὶ καὶ ἐξουσίαι· ἀλλ' οὐχ οὗτοι μόνοι οἱ δῆμοι ἐν τοῖς οὐρανοῖς εἰσιν, ἀλλ' ἄπειρα ἔθνη καὶ φῦλα ἀμύθητα ἅπερ λόγος οὐδεὶς παραστῆσαι δύναται. Καὶ πόθεν δῆλον ὅτι καὶ τούτων πλείους εἰσὶ δυνάμεις ὧν οὐδὲ τὰ ὀνόματα ἴσμεν; Ὁ ταῦτα εἰρηκὼς Παῦλος καὶ τοῦτό φησιν οὑτωσὶ λέγων περὶ τοῦ Χριστοῦ· «Ἐκάθισεν αὐτὸν ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι.» Ὁρᾶτε ὅτι τινά ἐστιν ὀνόματα ἐκεῖ μέλλοντα γνώριμα γίνεσθαι, ἅπερ ἄδηλά ἐστι νῦν; Διὰ τοῦτο εἶπεν· «Οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ὀνομαζόμενα, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι.» Καὶ τί θαυμαστὸν εἰ τῆς οὐσίας τὴν ἀκριβῆ κατάληψιν οὐκ ἔχουσι; τοῦτο γὰρ οὐδὲν μέγα ἀποδεῖξαι. Τῶν γὰρ οἰκονομιῶν αὐτοῦ πολλὰς οὐκ ἴσασιν αἱ ἄνω δυνάμεις αὗται, αἱ ἀρχαὶ καὶ ἐξουσίαι καὶ κυριότητες. Καὶ τοῦτο πάλιν ἀπ' αὐτῶν τῶν ἀποστολικῶν ἀποδείξομεν ῥημάτων ὅτι οἰκονομίας αὐτοῦ τινας μεθ' ἡμῶν ἔμαθον καὶ πρὸ ἡμῶν οὐκ ᾔδεσαν· οὐ μόνον δὲ μεθ' ἡμῶν ἔμαθον, ἀλλὰ καὶ δι' ἡμῶν. «Ἑτέραις γὰρ γενεαῖς οὐκ ἐγνωρίσθη, φησίν, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις, εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα τῆς ἐπαγγελίας αὐτοῦ—αἱ δὲ ἐπαγγελίαι τοῖς Ἰουδαίοις ἦσαν δεδομέναι—διὰ τοῦ εὐαγγελίου οὗ ἐγενόμην ἐγὼ Παῦλος διάκονος.» Καὶ πόθεν τοῦτο δῆλον ὅτι νῦν ἔμαθον αἱ ἄνω δυνάμεις; τὰ γὰρ εἰρημένα περὶ ἀνθρώπων εἴρηται. Ἄκουσον οὖν. «Ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων, φησί, ἐδόθη ἡ χάρις αὕτη εὐαγγελίσασθαι τοῖς ἔθνεσι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ.» Τί ἔστιν «ἀνεξιχνίαστον»; Μὴ δυνάμενον ζητηθῆναι· οὐ μόνον δὲ μὴ δυνάμενον εὑρεθῆναι, ἀλλ' οὐδὲ ἀνιχνευθῆναι. Ἀκουέτωσαν πάλιν πῶς πυκνὰ καὶ ἐπάλληλα δίδωσιν αὐτοῖς τὰ βέλη. Εἰ γὰρ ὁ πλοῦτος ἀνεξιχνίαστος, πῶς ὁ δωρησάμενος τὸν πλοῦτον οὐκ ἀνεξιχνίαστος; «. . . καὶ φωτίσαι πάντας τίς ἡ οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἐν τῷ Θεῷ, ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ.» Ἤκουσας πῶς νῦν, οὐχὶ πρὸ τούτου, ἔγνωσαν ταῦτα αἱ δυνάμεις ἐκεῖναι; Ἃ γὰρ βασιλεὺς βουλεύεται, ὁ ὑπασπιστὴς οὐκ ἐπίσταται, «. . . ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ.» Ὅρα ὅση τιμὴ πρὸς τὴν ἀνθρωπίνην ἐγένετο φύσιν, ὅτι καὶ μεθ' ἡμῶν καὶ δι' ἡμῶν αἱ ἄνω δυνάμεις ἔγνωσαν τὰ ἀπόρρητα τοῦ βασιλέως. Ἀλλὰ πόθεν δῆλον ὅτι περὶ ἐκείνων τῶν ἐπουρανίων λέγει; Καὶ γὰρ ἀρχὰς καὶ ἐξουσίας καὶ τοὺς δαίμονας οἶδε καλεῖν λέγων· «Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου.» Ἆρα οὖν μὴ καὶ ἐνταῦθα τοῦτο λέγει ὅτι οἱ δαίμονες τότε ἔγνωσαν; Οὐδαμῶς, ἀλλὰ περὶ ἐκείνων τῶν ἄνω δυνάμεων, εἰπὼν γάρ· «τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας», ἐπήγαγεν· «ἐν τοῖς ἐπουρανίοις». Ἐκεῖναι μὲν γὰρ αἱ ἀρχαὶ καὶ ἐξουσίαι ἐπουράνιαι, αὗται δὲ αἱ ἀρχαὶ καὶ ἐξουσίαι ὑπὸ τὸν οὐρανόν· διὰ τοῦτο καὶ κοσμοκράτορας αὐτοὺς καλεῖ, δεικνὺς ὅτι ἄβατος αὐτοῖς ἐστιν ὁ οὐρανὸς καὶ τὴν τυραννίδα πᾶσαν ἐν τῷ παρόντι κόσμῳ ἐπιδείκνυνται μόνον. Εἶδες πῶς μεθ' ἡμῶν καὶ δι' ἡμῶν ἔγνωσαν ταῦτα; Ἀλλ' ἐπὶ τὴν τοῦ χρέους καταβολὴν τὸν λόγον λοιπὸν ἀγάγωμεν, δεικνύντες ὅτι οὐκ ἴσασιν αὐτοῦ τὴν οὐσίαν οὔτε ἀρχαί, οὔτε ἐξουσίαι. Τίς οὖν ταῦτά φησιν; Οὐκέτι Παῦλος, οὐκέτι Ἡσαΐας, οὐκέτι Ἰεζεκιήλ, ἀλλ' ἕτερον σκεῦος ἅγιον, αὐτὸς ὁ τῆς βροντῆς υἱός, ὁ ἀγαπητὸς τοῦ Χριστοῦ Ἰωάννης, ὁ ἐπὶ τὸ στῆθος ἀνακλιθεὶς τὸ δεσποτικὸν καὶ τὰς θείας πηγὰς ἐκεῖθεν ἀρυσάμενος. Τί οὖν οὗτός φησι; «Θεὸν οὐδεὶς ἑώρακε πώποτε.» Ὄντως βροντῆς υἱός· σάλπιγγος γὰρ λαμπροτέραν ἀφῆκε φωνὴν ἱκανὴν καταισχῦναι πάντας τοὺς φιλονεικοῦντας. Ἀλλ' ἴδωμεν καὶ τὸ ἀντικροῦον. Τί λέγεις, εἰπέ μοι, Ἰωάννη; «Θεὸν οὐδεὶς ἑώρακε πώποτε.» Τί οὖν ποιήσομεν τοῖς προφήταις λέγουσιν ὅτι εἶδον τὸν Θεόν; Ὁ μὲν γὰρ Ἡσαΐας φησίν· «Εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου.» Ὁ δὲ Δανιὴλ πάλιν· «Εἶδον ἕως οὗ θρόνοι ἐτέθησαν καὶ ὁ παλαιὸς τῶν ἡμερῶν ἐκάθητο.» Ὁ δὲ Μιχαίας· «Εἶδον τὸν Κύριον τὸν Θεὸν τοῦ Ἰσραὴλ καθήμενον ἐπὶ τοῦ θρόνου αὐτοῦ» καὶ ἕτερος προφήτης πάλιν· «Εἶδον τὸν Κύριον ἑστῶτα ἐπὶ τοῦ θυσιαστηρίου καὶ εἶπέ μοι· πάταξον ἐπὶ τὸ ἱλαστήριον.» Καὶ πολλὰς τοιαύτας ἔστι συνάγειν μαρτυρίας. Πῶς οὖν ὁ Ἰωάννης φησὶν ὅτι «Θεὸν οὐδεὶς ἑώρακε πώποτε»; Ἵνα μάθῃς ὅτι τὴν ἀκριβῆ αὐτοῦ κατάληψιν καὶ τὴν τετρανωμένην γνῶσιν λέγει. Ὅτι γὰρ πάντα ἐκεῖνα συγκατάβασις ἦν καὶ ἀκραιφνῆ τὴν οὐσίαν οὐδεὶς εἶδεν ἐκείνων, δῆλον ἐκ τοῦ διαφόρως ἕκαστον ὁρᾶν. Ὁ γὰρ Θεὸς ἁπλοῦς καὶ ἀσύνθετος καὶ ἀσχημάτιστος· οὗτοι δὲ ἅπαντες σχήματα ἔβλεπον διάφορα. Τοῦτο γοῦν αὐτὸ δι' ἑτέρου προφήτου ἐμφαίνων πάλιν καὶ πείθων αὐτοὺς ὡς οὐκ ἀκριβῆ τὴν οὐσίαν εἶδον, ἔλεγεν· «Ἐγὼ ὁράσεις ἐπλήθυνα καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην». Οὐκ αὐτὴν τὴν οὐσίαν ἔδειξα τὴν ἐμήν, ἀλλὰ συγκατέβην, φησί, πρὸς τὴν τῶν ὁρώντων ἀσθένειαν. Ὁ μέντοι Ἰωάννης οὐ περὶ τῶν ἀνθρώπων φησὶ μόνον ὅτι «Θεὸν οὐδεὶς ἑώρακε πώποτε». Τοῦτο γὰρ δῆλον ἦν ἀπό τε τῶν εἰρημένων τούτων, τῆς προφητικῆς ῥήσεως λέγω ταύτης τῆς λεγούσης· «Ἐγὼ ὁράσεις ἐπλήθυνα καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην» καὶ ἀπὸ τῆς πρὸς τὸν Μωϋσέα γενομένης ἀποφάσεως. Ἐκείνου γὰρ ἐπιθυμοῦντος αὐτὸν ἰδεῖν ὀφθαλμοφανῶς, φησὶν ὁ Θεός· «Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου καὶ ζήσεται.» Ὥστε τοῦτο δῆλον ἦν ἡμῖν καὶ ὡμολογημένον. Οὐ τοίνυν περὶ τῆς ἡμετέρας φύσεώς φησι μόνης τοῦτο, ἀλλὰ καὶ περὶ τῶν ἄνω δυνάμεων τὸ «Θεὸν οὐδεὶς ἑώρακε πώποτε». Διὰ τοῦτο καὶ τὸν μονογενῆ διδάσκαλον εἰσάγει τοῦ δόγματος. Ἵνα γὰρ μή τις λέγῃ· «Πόθεν τοῦτο δῆλον;» ἐπήγαγεν· «Ὁ μονογενὴς Υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, αὐτὸς ἐξηγήσατο», ἀξιόπιστον εἰσάγων τοῦ δόγματος μάρτυρα καὶ διδάσκαλον. Καίτοι εἰ καὶ τὸ Μωϋσέως ἡμῖν παραδηλῶσαι ἐβούλετο, περιττὸν ἦν εἰπεῖν ὅτι ὁ μονογενὴς ἐξηγήσατο· οὐ γάρ· «Ὁ μονογενὴς αὐτὸς ἐξηγήσατο», ἀλλὰ καὶ πρὶν ἢ τὸν Ἰωάννην ταῦτα εἰπεῖν, ὡς παρὰ τοῦ μονογενοῦς ἀκηκοότα, δῆλον ἡμῖν ὁ προφήτης πεποίηκεν ὡς ἀκηκοὼς παρὰ τοῦ Θεοῦ. Ἀλλ' ἐπειδὴ πλέον τῶν τότε εἰρημένων ἔμελλεν ἡμῖν ἐκκαλύπτειν ὅτι οὐδὲ αἱ ἄνω δυνάμεις αὐτὸν ὁρῶσι, διὰ τοῦτο εἰσάγει τὸν μονογενῆ διδάσκαλον. Ὅρασιν δὲ ἐνταῦθα τὴν γνῶσιν εἶναι νόμιζε. Οὐ γὰρ δὴ κόραι καὶ ὄμματα καὶ βλεφαρίδες περὶ τὰς ἀσωμάτους δυνάμεις, ἀλλ' ὅπερ ἐφ' ἡμῶν ἐστιν ὅρασις, τοῦτο ἐπ' ἐκείνων γνῶσις. Ὥστε ὅταν ἀκούσῃς ὅτι «Θεὸν οὐδεὶς ἑώρακε πώποτε», ἐκεῖνο νόμιζε ἀκούειν ὅτι τὸν Θεὸν οὐδεὶς ἔγνω οὐσιωδῶς μετὰ ἀκριβείας ἁπάσης. Καὶ περὶ τῶν Σεραφὶμ δὲ ὅταν ἀκούσῃς ὅτι ἀπέστρεψαν τοὺς ὀφθαλμοὺς καὶ τὴν ὄψιν ἐτείχισαν, καὶ τὰ Χερουβὶμ δὲ ὅτι τὸ αὐτὸ τοῦτο πάλιν ἐποίησαν, μὴ ὀφθαλμούς, μηδὲ κόρας εἶναι νόμιζε—σωμάτων γὰρ οὗτος ὁ σχηματισμός—ἀλλὰ διὰ τούτων τὴν γνῶσιν αὐτῶν αἰνίττεσθαι πίστευε τὸν προφήτην. Ὅταν οὖν λέγῃ ὁ προφήτης ὅτι συγκαταβαίνοντα τὸν Θεὸν ἰδεῖν οὐκ ἤνεγκαν, οὐδὲν ἄλλο λέγει ἀλλ' ἢ ὅτι τὴν γνῶσιν αὐτοῦ τετρανωμένην καὶ ἀκριβῆ τῆς καταλήψεως ἐνεγκεῖν οὐ δύνανται, οὐδὲ τολμῶσιν ἀτενὲς ἰδεῖν πρὸς τὴν ἀκραιφνῆ καὶ ἀκέραιον οὐσίαν, ἀλλ' οὐδὲ πρὸς αὐτὴν τὴν συγκατάβασιν. Τὸ δὲ ἀτενὲς ἰδεῖν τὸ γνῶναί ἐστι. Διὰ τοῦτο καὶ ὁ εὐαγγελιστής, εἰδὼς ὡς οὐκ ἔστιν ἀνθρωπίνης φύσεως τὸ τὰ τοιαῦτα εἰδέναι καὶ ὅτι οὐδὲ ταῖς δυνάμεσι κατάληπτός ἐστιν ὁ Θεός, αὐτὸν τὸν ἐκ δεξιῶν αὐτοῦ καθήμενον καὶ ταῦτα ἀκριβῶς ἐπιστάμενον παράγει τοῦ δόγματος ἡμῖν τούτου διδάσκαλον· καὶ οὐδὲ ἁπλῶς εἶπεν «ὁ Υἱός», καίτοι καὶ εἰ τοῦτο εἰρήκει, ἱκανὸν ἦν ἐπιστομίσαι τὰ τῶν ἀναισχύντων στόματα. Ὥσπερ γὰρ πολλοὶ χριστοί, ὁ δὲ Χριστὸς εἷς, καὶ πολλοὶ κύριοι λεγόμενοι, ὁ δὲ Κύριος εἷς, καὶ πολλοὶ θεοὶ λεγόμενοι, ὁ δὲ Θεὸς εἷς, οὕτω καὶ πολλοὶ υἱοὶ λεγόμενοι, ὁ δὲ Υἱὸς εἷς, καὶ ἡ τοῦ ἄρθρου προσθήκη ἱκανὴ τὸ ἐξαίρετον δεῖξαι τοῦ μονογενοῦς. Ἀλλ' ὅμως οὐκ ἠρκέσθη τούτῳ, ἀλλ' εἰπών· «Θεὸν οὐδεὶς ἑώρακε πώποτε» ἐπήγαγεν· «Ὁ μονογενὴς Υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, αὐτὸς ἐξηγήσατο.» Πρότερον εἶπε· «Μονογενὴς» καὶ τότε· «Υἱός»· ἐπειδὴ γὰρ πολλοὶ διὰ τὴν πρὸς τὸ ὄνομα κοινωνίαν ὑποτέμνονται αὐτοῦ τὴν δόξαν, ἕνα τῶν πολλῶν εἶναι αὐτὸν νομίζοντες—τὸ γὰρ υἱὸς τοῦτο κοινόν ἐστιν ὄνομα πάντων—ὅπερ ἐστὶν ἐξαίρετον αὐτοῦ καὶ ἴδιον καὶ οὐδενὶ τῶν ἄλλων προσὸν τέθεικε πρότερον, τὸ μονογενής, ἵνα ἀπὸ τούτου πιστεύσῃς ὅτι καὶ τὸ κοινὸν τοῦτο οὐκ ἔστι κοινόν, ἀλλ' ἴδιον αὐτοῦ καὶ κύριόν ἐστι, καὶ οὐδενὶ τῶν ἄλλων οὕτως ὡς ἐκείνῳ προσόν. Καὶ ἵνα σαφέστερον ὃ λέγω γένηται, πλατύτερον αὐτὸ πάλιν ἐρῶ. Τὸ υἱὸς ὄνομα πρόσεστι καὶ ἀνθρώποις, πρόσεστι καὶ τῷ Χριστῷ, ἀλλ' ἡμῖν καταχρηστικῶς, ἐκείνῳ δὲ κυριώς· τὸ δὲ μονογενὴς αὐτοῦ μόνον ἐστὶ καὶ οὐδενὶ τῶν ἄλλων οὐδὲ καταχρηστικῶς πρόσεστιν. Ἵνα οὖν ἀπὸ τῆς προσηγορίας τῆς οὐδενὶ προσούσης ἀλλ' ἢ αὐτῷ μόνῳ καὶ τὴν ἄλλην τὴν τοῖς πολλοῖς προσοῦσαν αὐτοῦ κυρίαν εἶναι νομίσῃς, διὰ τοῦτο πρότερον εἶπεν· «Ὁ μονογενὴς» καὶ τότε· «Υἱός». Εἰ δὲ οὐκ ἀρκεῖ σοι οὐδὲ ταῦτα, φησί, λέγω καὶ ἕτερον τρίτον, παχὺ μὲν καὶ ἀνθρώπινον, ἱκανὸν δὲ καὶ τοὺς χαμαὶ ἕρποντας εἰς τὴν ἔννοιαν τῆς τοῦ μονογενοῦς δόξης ἀναγαγεῖν. Τί δὲ τοῦτό ἐστιν; «Ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός.» Παχὺ τὸ ῥῆμα, ἀλλ' ἱκανὸν ἐνδείξασθαι τὴν γνησιότητα, ἂν θεοπρεπῶς ἐκλάβωμεν. Ὥσπερ γὰρ ἀκούων θρόνον καὶ τὴν ἐκ δεξιῶν καθέδραν, οὐ θρόνον ὑπολαμβάνεις, οὐδὲ τόπον καὶ περιγραφήν, ἀλλ' ἐκ τῆς τοῦ θρόνου προσηγορίας καὶ τῆς κατὰ τὴν καθέδραν κοινωνίας, τὸ τῆς τιμῆς ἀπαράλλακτον καὶ ἴσον, οὕτω καὶ τὸν κόλπον ἀκούων, μὴ κόλπον εἶναι νόμιζε, μηδὲ τόπον, ἀλλ' ἀπὸ τῆς τοῦ κόλπου προσηγορίας τὴν πρὸς τὸν γεγεννηκότα ἐγγύτητα καὶ τὴν παρρησίαν ἐκλάμβανε· τοῦ γὰρ ἐκ δεξιῶν καθῆσθαι τὸ τῷ κόλπῳ ἐνδιαιτᾶσθαι πολλῷ σαφέστερον ἡμῖν τὴν πρὸς τὸν γεγεννηκότα ἐγγύτητα δηλοῖ καὶ παρίστησιν. Οὔτε γὰρ ἂν ὁ Πατὴρ ἠνέσχετο ἐν τῷ κόλπῳ τὸν Υἱὸν ἔχειν, εἰ μὴ τῆς αὐτῆς οὐσίας ἦν, οὔτ' ἂν ἐκεῖνος ὑπέμεινεν ὑποδεεστέρας φύσεως ὢν ἐνδιαιτᾶσθαι τῷ κόλπῳ τῷ πατρικῷ. Ὡς Υἱὸς τοίνυν καὶ μονογενὴς καὶ ἐν τῷ κόλπῳ διατρίβων τῷ πατρικῷ πάντα τὰ τοῦ Πατρὸς ἐπίσταται ἀκριβῶς· διὰ τοῦτο καὶ τούτων ἐδεήθη τῶν ῥημάτων ὁ εὐαγγελιστής, ἵνα τὴν ἀκριβῆ τοῦ Υἱοῦ παραστήσῃ γνῶσιν τὴν περὶ τοῦ Πατρός. Περὶ γὰρ γνώσεως ἦν ὁ λόγος· ἐπεὶ εἰ μὴ τοῦτό ἐστι, τίνος ἕνεκεν ὁ κόλπος παρείληπται; Εἰ γὰρ μήτε σῶμά ἐστιν ὁ Θεός—ὥσπερ οὖν οὐδέ ἐστι—μήτε τὴν γνησιότητα καὶ τὴν ἐγγύτητα τὴν πρὸς τὸν γεγεννηκότα δηλοῖ, ἁπλῶς καὶ εἰκῇ τὸ ῥῆμα προσέρριπται, χρείαν ἡμῖν οὐδεμίαν πληροῦν. Ἀλλ' οὐχ ἁπλῶς προσέρριπται, μὴ γένοιτο· οὐδὲν γὰρ εἰκῇ τὸ Πνεῦμα φθέγγεται, ἀλλὰ τὴν ἐγγύτητα τοῦ Υἱοῦ τὴν πρὸς τὸν Πατέρα δηλοῖ. Ἐπειδὴ γὰρ μέγα ἀπεφήνατο ὁ εὐαγγελιστὴς ὅτι οὐδὲ ἡ ἄνω κτίσις αὐτὸν ὁρᾷ, τοῦτ' ἔστι γινώσκει αὐτὸν μετὰ ἀκριβείας, βουλόμενος ἀξιόπιστον ἐπιστῆσαι τοῦ πράγματος διδάσκαλον, ταῦτα τὰ ῥήματα τέθεικεν, ἵνα καὶ ὡς Υἱῷ καὶ ὡς μονογενεῖ καὶ ὡς ἐνδιατρίβοντι τῷ κόλπῳ τῷ πατρικῷ περὶ πάντων πιστεύσῃς καὶ μηδὲν ἀμφιβάλῃς λοιπόν. Εἰ δέ τις μὴ φιλονεικοίη, μηδὲ ἀναισχυντεῖν βούλοιτο, καὶ τοῦ ἀϊδίου τοῦτό φημι εἶναι παραστατικόν. Ὥσπερ γὰρ ἐξ ἐκείνης τῆς ῥήσεως τῆς πρὸς τὸν Μωϋσέα λεχθείσης· «Ἐγώ εἰμι ὁ ὤν», τὸ ἀΐδιον ἐκλαμβάνομεν, οὕτως καὶ ἐκ τῆς ῥήσεως ταύτης τῆς λεγούσης· «Ὁ ὢν ἐν τοῖς κόλποις τοῦ Πατρός», τὸ ἀϊδίως εἶναι ἐν τοῖς κόλποις τοῦ Πατρὸς δυνατὸν ἐκλαβεῖν. Ὅτι μὲν οὖν τῇ κτίσει πάσῃ ἀκατάληπτος ἡ οὐσία τοῦ Θεοῦ, διὰ τούτων πάντων ἡμῖν ἀποδέδεικται· λείπεται δὴ λοιπὸν δεῖξαι ὅτι ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον μόνον μετὰ ἀκριβείας αὐτὸν ἐπίστανται πάσης. Ἀλλὰ τοῦτο εἰς ἑτέραν διάλεξιν ὑπερθέμενοι, ἵνα μὴ τῷ πλήθει καταχώσωμεν τὴν μνήμην τῶν εἰρημένων, ἐπὶ τὴν συνήθη τρέψωμεν τὸν λόγον πάλιν παραίνεσιν. Τίς δὲ ἡ συνήθης ἡμῖν παραίνεσις ἦν; Εὐχῆς ἐκτενοῦς ἔχεσθαι νηφούσῃ διανοίᾳ καὶ ἀγρυπνούσῃ ψυχῇ. Καὶ γὰρ καὶ πρώην περὶ τούτων διαλεχθείς, εἶδον ἑτοίμως ἅπαντας ὑπακούσαντας. Ἄτοπον οὖν ῥᾳθυμοῦσι μὲν ἐγκαλεῖν, κατορθοῦντας δὲ μὴ ἐπαινεῖν. Ἐπαινέσαι τοίνυν ὑμᾶς βούλομαι τήμερον καὶ χάριν ὑμῖν ἀποδοῦναι τῆς ὑπακοῆς ἐκείνης. Ἔσται δὲ ἡ χάρις, ἂν διδάξωμεν ὑμᾶς τίνος ἕνεκεν ἐκείνη γίνεται πρὸ τῶν ἄλλων ἡ εὐχὴ καὶ τί δήποτε τοὺς δαιμονῶντας καὶ μανίᾳ πονηρᾷ κατεχομένους εἰσάγεσθαι κελεύει τότε ὁ διάκονος καὶ κλίνειν τὰς κεφαλάς; Τίνος οὖν ἕνεκεν τοῦτο ποιεῖ; Ἅλυσις πονηρὰ καὶ χαλεπὴ τῶν δαιμόνων ἐστὶν ἡ ἐνέργεια, ἅλυσις παντὸς σιδήρου δυνατωτέρα. Καθάπερ οὖν δικαστοῦ πρόοδον ἔχοντος καὶ ἐφ' ὑψηλοῦ τοῦ βήματος προκαθέζεσθαι μέλλοντος, οἱ δεσμοφύλακες τοὺς τὸ δεσμωτήριον οἰκοῦντας ἅπαντας ἐξαγαγόντες τοῦ οἰκήματος, πρὸ τῶν κιγκλίδων καὶ τῶν τοῦ δικαστηρίου παραπετασμάτων καθίζουσιν αὐχμῶντας, ῥυπῶντας, κομῶντας, ῥάκια περιβεβλημένους, οὕτω δὴ καὶ οἱ πατέρες ἐνομοθέτησαν τοῦ Χριστοῦ μέλλοντος ὥσπερ ἐφ' ὑψηλοῦ προκαθέζεσθαι βήματος καὶ ἐπ' αὐτῶν φαίνεσθαι τῶν μυστηρίων, τοὺς δαιμονῶντας καθάπερ δεσμώτας τινὰς εἰσάγεσθαι, οὐχ ἵνα εὐθύνας ὑπόσχωσι τῶν πεπλημμελημένων, καθάπερ ἐκεῖνοι οἱ δεδεμένοι, οὐδ' ἵνα κόλασιν ὑπομείνωσι καὶ τιμωρίαν, ἀλλ' ἵνα τοῦ δήμου καὶ τῆς πόλεως ἁπάσης ἔνδον παρούσης κοιναὶ περὶ αὐτῶν ἱκετηρίαι γένωνται, πάντων ὁμοθυμαδὸν τὸν κοινὸν Δεσπότην ὑπὲρ αὐτῶν ἐξαιτουμένων καὶ ἐλεῆσαι παρακαλούντων μετὰ σφοδρᾶς τῆς βοῆς. Τότε μὲν οὖν ἐνεκαλοῦμεν τοῖς καταλιμπάνουσι τὴν τοιαύτην εὐχὴν καὶ κατὰ τὸν καιρὸν ἐκεῖνον ἔξω διατρίβουσι· νυνὶ δὲ τοῖς ἔνδον μένουσιν ἐγκαλέσαι βούλομαι, οὐχ ὅτι μένουσιν ἔνδον, ἀλλ' ὅτι μένοντες τῶν ἔξω διατριβόντων οὐδὲν ἄμεινον διάκεινται, κατὰ τὸν φρικωδέστατον ἐκεῖνον καιρὸν ἀλλήλοις διαλεγόμενοι. Τί ποιεῖς, ἄνθρωπε; ὁρᾷς τοσούτους δεσμώτας ἀπὸ τῶν ἀδελφῶν τῶν σῶν ἑστηκότας πλησίον, καὶ σὺ περὶ τῶν οὐδὲν προσηκόντων διαλέγῃ πραγμάτων; ἡ γὰρ ὄψις μόνη οὐχ ἱκανή σε καταπλῆξαι καὶ εἰς συμπάθειαν ἀγαγεῖν; ὁ ἀδελφός σου ἐν δεσμοῖς, καὶ σὺ ἐν ῥᾳθυμίᾳ; καὶ ποίαν ἕξεις συγγνώμην, εἰπέ μοι, οὕτως ἀσυμπαθὴς ὤν, οὕτως ἀπάνθρωπος, οὕτως ὠμός; Οὐ δέδοικας μή ποτέ σου διαλεγομένου, ῥᾳθυμοῦντος, ὀλιγωροῦντος, δαίμων τις ἐκεῖθεν ἐκπηδήσας σχολάζουσαν καὶ σεσαρωμένην εὑρὼν τὴν ψυχήν, ἐπεισέλθῃ μετὰ ἀδείας πολλῆς, ἀθύρωτον τὴν οἰκίαν εὑρών; Οὐ γὰρ ἔδει πάντας κοινῇ πηγὰς δακρύων ἀφιέναι κατὰ τὴν ὥραν ἐκείνην καὶ διαβρόχους ὁρᾶσθαι πάντων τοὺς ὀφθαλμοὺς καὶ θρήνους καὶ οἰμωγὰς γίνεσθαι παρὰ τῆς Ἐκκλησίας ἁπάσης; Μετὰ τὴν κοινωνίαν τῶν μυστηρίων, μετὰ τὴν ἀπόλαυσιν τοῦ λουτροῦ, μετὰ τὸ συντάξασθαι τῷ Χριστῷ, ἴσχυσεν ὁ λύκος ἐκεῖνος ἁρπάσαι ἐκ τῆς ποίμνης τοὺς ἄρνας καὶ κατέχειν μεθ' ἑαυτοῦ, καὶ σὺ ὁρῶν τὴν συμφορὰν οὐ δακρύεις; καὶ ποῦ ταῦτα ἀπολογίας ἄξια; Οὐ θέλεις συναλγῆσαι τῷ ἀδελφῷ; κἂν ὑπὲρ σαυτοῦ δεῖσον καὶ διανάστηθι. Εἰ τὴν τοῦ γείτονος οἰκίαν εἶδες ἐμπυριζομένην, εἰπέ μοι, εἰ καὶ πάντων πολεμιώτατος ἦν ὁ γείτων, οὐκ ἂν ἔδραμες ἐπὶ τῷ σβέσαι τὴν πυράν, δεδοικὼς μὴ τὸ πῦρ ὁδῷ βαδίζον καὶ τῶν σῶν ἅψηται προθύρων; Τοῦτο καὶ ἐπὶ τῶν δαιμονώντων λογίζου· καὶ γὰρ πυρά τίς ἐστι καὶ ἐμπρησμὸς χαλεπὸς τῶν δαιμόνων ἡ ἐνέργεια. Σκόπει δή μοι μὴ καὶ τὴν σὴν προκαταλάβῃ ψυχὴν ὁδῷ βαδίζων ὁ δαίμων, καὶ ὅταν ἴδῃς παρόντα, μετὰ πολλῆς τῆς σπουδῆς πρόσφυγε τῷ Δεσπότῃ, ἵνα ἰδών σου τὴν θερμὴν καὶ διεγηγερμένην ψυχὴν ὁ δαίμων, ἄβατον αὐτῷ νομίσῃ λοιπὸν εἶναι τὴν διάνοιαν τὴν σήν. Ἂν μὲν γὰρ ἴδῃ χασμώμενον καὶ ῥᾳθυμοῦντα, ὡς εἰς ἔρημον καταγώγιον ταχέως ἐπεισελεύσεται· ἂν δὲ συντεταμένον καὶ διεγηγερμένον καὶ τῶν οὐρανῶν αὐτῶν ἐκκρεμάμενον, οὐδὲ ἀντιβλέψαι τολμήσει λοιπόν. Ὥστε εἰ καὶ τῶν ἀδελφῶν καταφρονεῖς, ἀλλὰ σαυτοῦ φεῖσαι γοῦν καὶ τὴν κατὰ τῆς σῆς ψυχῆς εἴσοδον ἀπόφραξον τῷ πονηρῷ δαίμονι. Οὐδὲν δὲ οὕτως αὐτοῦ τὴν καθ' ἡμῶν ἔφοδον ἀποτειχίζειν ἴωθεν, ὡς εὐχὴ καὶ δέησις ἐκτενής. Καὶ γὰρ αὐτὸ τοῦτο τὸ παρακελεύεσθαι τὸν διάκονον ἅπασι καὶ λέγειν· «Ὀρθοὶ στῶμεν καλῶς», οὐχ ἁπλῶς οὐδὲ εἰκῇ νενομοθέτηται, ἀλλ' ἵνα τοὺς χαμαὶ συρομένους λογισμοὺς ἀνορθώσωμεν, ἵνα τὴν ἔκλυσιν τὴν ἐκ τῶν βιωτικῶν ἡμῖν γινομένην πραγμάτων ἐκβαλόντες, ὀρθὴν ἔμπροσθεν τοῦ Θεοῦ ἀναστῆσαι δυνηθῶμεν ἡμῶν τὴν ψυχήν. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς καὶ οὐχὶ πρὸς τὸ σῶμα, ἀλλὰ πρὸς τὴν ψυχὴν ὁ λόγος ἀποτείνεται, ταύτην κελεύων ἀνορθοῦν, ἀκούσωμεν καὶ Παύλου τοῦτον τὸν τρόπον ταύτῃ κεχρημένου τῇ λέξει. Πρὸς γὰρ ἀνθρώπους καταπεπτωκότας καὶ πρὸς τὴν τῶν δεινῶν ἐπαγωγὴν ἀπαγορεύσαντας γράφων ἔλεγε· «Τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε.» Τί οὖν ἂν εἴποιμεν; ὅτι περὶ χειρῶν καὶ γονάτων λέγει τῶν τοῦ σώματος; Οὐδαμῶς· οὐ γὰρ δρομεῦσιν ἀνθρώποις, οὐδὲ παγκρατιασταῖς διαλέγεται, ἀλλὰ τὴν ἰσχὺν τῶν ἔνδον λογισμῶν προκαταβεβλημένην ὑπὸ τῶν πειρασμῶν ἀναστῆσαι διὰ τῶν ῥημάτων τούτων παρῄνεσεν. Ἐννόησον τίνος πλησίον ἕστηκας, μετὰ τίνων μέλλεις καλεῖν τὸν Θεόν, μετὰ τῶν Χερουβίμ· ἀναλόγισαί σου τοὺς συγχορευτὰς καὶ ἀρκέσει σοι τοῦτο εἰς νῆψιν, ὅταν ἐνθυμηθῇς ὅτι σῶμα περικείμενος καὶ σαρκὶ συμπεπλεγμένος, μετὰ τῶν ἀσωμάτων δυνάμεων κατηξιώθης ἀνυμνεῖν τὸν κοινὸν Δεσπότην ἁπάντων. Μηδεὶς τοίνυν διαλελυμένος τὴν προθυμίαν τῶν ἱερῶν κοινωνείτω καὶ μυστικῶν ὕμνων ἐκείνων· μηδεὶς βιωτικοὺς κατ' ἐκεῖνον τὸν καιρὸν ἐχέτω λογισμούς, ἀλλὰ πάντα τὰ γήϊνα τῆς διανοίας ἐξορίσας καὶ πρὸς τὸν οὐρανὸν ὅλον ἑαυτὸν μεταθείς, ὡς αὐτοῦ πλησίον ἑστὼς τοῦ θρόνου τῆς δόξης καὶ μετὰ τῶν Σεραφὶμ ἱπτάμενος, οὕτω τὸν πανάγιον ὕμνον ἀναφερέτω τῷ τῆς δόξης καὶ τῆς μεγαλωσύνης Θεῷ. Διὰ τοῦτο καὶ ἑστάναι καλῶς κατ' ἐκεῖνον τὸν καιρὸν κελευόμεθα. Τὸ γὰρ καλῶς ἑστάναι οὐδὲν ἕτερόν ἐστιν ἀλλ' ἢ τὸ οὕτως ἑστάναι, ὡς προσῆκόν ἐστιν ἄνθρωπον ὄντα ἔμπροσθεν ἑστάναι τοῦ Θεοῦ, μετὰ φρίκης καὶ τρόμου, μετὰ νηφούσης καὶ διεγηγερμένης ψυχῆς. Ὅτι γὰρ πρὸς τὴν ψυχὴν καὶ αὐτὴ ἡ λέξις ἀποτείνεται, καὶ αὐτὸ τοῦτο πάλιν ὁ Παῦλος ἐδήλωσε λέγων· «Οὕτω στήκετε ἐν Κυρίῳ, ἀγαπητοί.» Καθάπερ γὰρ ὁ τοξότης, ἐὰν εὔστοχα ἀφιέναι μέλλῃ τὰ βέλη, πρότερον τῆς στάσεως ἐπιμελεῖται τῆς ἑαυτοῦ καὶ καταντικρὺ τοῦ σκοποῦ μετὰ ἀκριβείας ἑαυτὸν στήσας τῆς ἀφέσεως ἔχεται τῶν βελῶν, οὕτω καὶ σὺ μέλλων τοξεύειν τὴν πονηρὰν τοῦ διαβόλου κεφαλήν, τῆς στάσεως τῶν λογισμῶν ἐπιμελοῦ πρότερον, ἵν' ὀρθήν τινα καὶ ἀπαρεμπόδιστον σαυτοῦ στηρίξας τὴν στάσιν εὔστοχα ἀφῇς κατ' ἐκείνου τὰ βέλη. Καὶ περὶ μὲν τῆς εὐχῆς ταῦτα· ἐπειδὴ δὲ πρὸς τῇ ῥᾳθυμίᾳ τῇ κατὰ τὰς εὐχὰς καὶ ἕτερόν τι πολλῆς ἀθυμίας γέμον ἐπενόησεν ὁ διάβολος, καὶ ταύτην ἀποτειχιστέον αὐτοῦ τὴν ἔφοδον. Τί τοίνυν ἐστὶν ὅπερ ἐκακούργησεν ὁ πονηρὸς δαίμων ἐκεῖνος; Ἰδὼν ὑμᾶς οὕτω καθάπερ ἓν σῶμα συνεσφιγμένους καὶ μετὰ πολλῆς τῆς ἀκριβείας τοῖς λεγομένοις προσηλωμένους, καθεῖναι μέν τινας τῶν αὐτοῦ διακόνων τοὺς διὰ συμβουλῆς καὶ παραινέσεως ἀπάξοντας ὑμᾶς τῆς ἀκροάσεως οὐκ ἐτόλμησεν· ᾔδει γὰρ ὡς οὐδεὶς ὑμῶν ἀνέξεται τῶν ταῦτα συμβουλευόντων· λῃστὰς δέ τινας καὶ βαλαντιοτόμους ἐγκαταμίξας τῷ πλήθει, παρεσκεύασε παρὰ πολλῶν πολλάκις τῶν ἐνταῦθα συλλεγομένων χρυσίον, ὅπερ εἶχον ἀποδεδεμένον, ὑφελέσθαι· καὶ τοῦτο πολλάκις καὶ ἐπὶ πολλῶν ἐνταῦθα συνέβη. Ἵν' οὖν μηδὲ τοῦτο γίνηται, μηδὲ τὴν περὶ τὴν ἀκρόασιν προθυμίαν ἡ τῶν χρημάτων ζημία κατασβέσῃ τῷ χρόνῳ, πολλῶν τοῦτο πασχόντων, παραινῶ καὶ συμβουλεύω πᾶσιν ὑμῖν, μηδένα χρυσίον ἐπιφερόμενον ἐσιέναι ἐνταῦθα, ὥστε μὴ τὴν ὑμετέραν σπουδήν, τὴν περὶ τὴν ἀκρόασιν, ἐφόδιον ἐκείνοις γενέσθαι τῆς κακουργίας, μηδὲ τὴν ἡδονὴν τὴν ἐκ τῆς ἐνταῦθα διατριβῆς ἐγγινομένην ὑμῖν, τῇ τῶν χρημάτων ἀμαυρωθῆναι κλοπῇ. Καὶ γὰρ ὁ διάβολος τοῦτο κατεσκεύασεν, οὐχ ἵνα ὑμᾶς πενεστέρους ἐργάσηται, ἀλλ' ἵνα ἡ τῶν χρημάτων ἀπώλεια, εἰς ἀηδίαν ὑμᾶς ἐμβαλοῦσα πολλήν, τῆς προθυμίας ἀπαγάγῃ τῆς περὶ τὴν ἀκρόασιν. Ἐπεὶ καὶ τὸν Ἰὼβ τῶν χρημάτων ἐγύμνωσεν ἁπάντων, οὐχ ἵνα πενέστερον ἐργάσηται, ἀλλ' ἵνα γυμνώσῃ τῆς εὐσεβείας. Τὸ γὰρ σπουδαζόμενον ἐκείνῳ, οὐχὶ χρήματα ἀφελέσθαι—οἶδε γὰρ οὐδὲν τοῦτο ὄν—, ἀλλ' ἵνα διὰ τῆς τῶν χρημάτων ἀφαιρέσεως εἰς ἁμαρτίαν ψυχῆς ἐμβάλῃ· κἂν μὴ τοῦτο ἰσχύσῃ ποιῆσαι, οὐδὲν ἡγήσεται κατωρθωκέναι ποτέ. Εἰδὼς τοίνυν αὐτοῦ τὴν γνώμην, ἀγαπητέ, ὅταν ἀφέληταί σου χρυσίον, ἢ διὰ λῃστῶν, ἢ δι' ἑτέρας τινὸς προφάσεως, δόξασον τὸν Δεσπότην, καὶ πλέον ἔσῃ κεκερδηκὼς καὶ διπλῆν δώσεις τῷ ἐχθρῷ τὴν πληγήν, ὅτι τε οὐκ ἐδυσχέρανας καὶ ὅτι ηὐχαρίστησας. Ἂν μὲν γὰρ ἴδῃ ὅτι σε ταπεινοῖ τῶν χρημάτων ἡ ζημία καὶ πείθει κατὰ τοῦ Δεσπότου δυσχερᾶναι, οὐδέποτε ἀποστήσεται τοῦτο ἐργαζόμενος· ἂν δὲ θεάσηται ὅτι οὐ μόνον οὐ βλασφημεῖς τὸν πεποιηκότα σε Θεόν, ἀλλὰ καὶ εὐχαριστεῖς αὐτῷ ἐφ' ἑκάστῳ τῶν συμβαινόντων δεινῶν, ἀποστήσεται ἐπάγων τοὺς πειρασμούς, εἰδὼς ὅτι εὐχαριστίας σοι ὑπόθεσις γίνεται τῶν δεινῶν ἡ πεῖρα, καὶ λαμπροτέρους ἐργάζεταί σοι τοὺς στεφάνους καὶ πλείονα τὰ βραβεῖα. Ὅπερ οὖν καὶ ἐπὶ τοῦ Ἰὼβ γέγονεν. Ἐπειδὴ γὰρ ἀφελόμενος αὐτοῦ τὰ χρήματα καὶ τὸ σῶμα πατάξας, εἶδεν εὐχάριστον γενόμενον, οὐκέτι προσελθεῖν ἐτόλμησεν, ἀλλ' αἰσχρὰν καὶ ἀσύγγνωστον ὑπομείνας ἧτταν ἀπῄει, λαμπρότερον ἐργασάμενος τοῦ Θεοῦ τὸν ἀθλητήν. Ταῦτα οὖν καὶ ἡμεῖς εἰδότες ἓν μόνον φοβώμεθα, τὴν ἁμαρτίαν, τὰ δὲ ἄλλα γενναίως φέρωμεν, κἂν χρημάτων ζημία, κἂν νόσος σωμάτων, κἂν περιστάσεις πραγμάτων, κἂν ἐπήρεια, κἂν συκοφαντία, κἂν ἄλλο ὁτιοῦν ἐπάγηται δεινὸν ἡμῖν· τούτων γὰρ ἡ φύσις οὐ μόνον ἡμᾶς οὐ παραβλάψει, ἀλλὰ καὶ τὰ μέγιστα ὠφελῆσαι δυνήσεται, ἂν μετ' εὐχαριστίας αὐτὰ φέρωμεν, καὶ πλείονας ἡμῖν ἐργάσεται τοὺς μισθούς. Ὁρᾷς γοῦν καὶ τὸν Ἰὼβ μετὰ τὸ τοὺς στεφάνους τῆς ὑπομονῆς καὶ τῆς ἀνδρείας ἅπαντας ἀναδήσασθαι, διπλᾶ τὰ ἀπολωλότα ἀπειληφότα ἅπαντα. Σὺ δὲ οὐχὶ διπλᾶ καὶ τριπλᾶ, ἀλλ' ἑκατονταπλασίονα ἅπαντα ἀπολήψῃ, ἂν φέρῃς γενναίως καὶ ζωὴν αἰώνιον κληρονομήσεις ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.