Ancient Greek · ~98 min
Homily 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De incomprehensibili dei natura (+ Contra Anomoeos, homiliae 1-5) 3.1
Not analysed yet
Τοῦ αὐτοῦ περὶ ἀκαταλήπτου καὶ ὅτι οὐδὲ ἡ συγκατάβασις τοῦ Θεοῦ φορητὴ τοῖς Σεραφὶμ λόγος γʹ. Οἱ φιλόπονοι τῶν γεωργῶν, ἐπειδὰν ἴδωσι δένδρον ἄκαρπον καὶ ἀνήμερον τοῖς αὐτῶν λυμαινόμενον πόνοις καὶ τῇ τῆς ῥίζης τραχύτητι καὶ τῇ βαρύτητι τῆς σκιᾶς διαφθεῖρον τὰ ἥμερα τῶν φυτῶν, μετὰ πολλῆς ἐκτέμνουσιν αὐτὸ τῆς σπουδῆς. Πολλάκις δὲ αὐτοῖς καὶ ἄνεμός ποθεν ἐξελθών, συνεφάπτεται τῆς τομῆς, καὶ τῇ κόμῃ τοῦ δένδρου προσπεσὼν καὶ μετὰ πολλῆς τινάξας τῆς σφοδρότητος, συνέκλασέ τε αὐτὸ καὶ εἰς τὴν γῆν ἔρριψε, καὶ τοῦ πόνου τὸ πλέον αὐτοῖς ἐπεκούφισεν. Ἐπεὶ οὖν καὶ ἡμεῖς δένδρον ἐκτέμνομεν ἄγριον καὶ ἀνήμερον, τῶν Ἀνομοίων τὴν αἵρεσιν, παρακαλέσωμεν τὸν Θεὸν πέμψαι τοῦ Πνεύματος ἡμῖν τὴν χάριν, ἵνα ἀνέμου σφοδρότερον παντὸς προσβαλοῦσα πρόρριζον ἀνασπάσῃ τὴν αἵρεσιν, τὸ πλέον ἡμῖν ἐπικουφίζουσα τοῦ πόνου. Ἤδη γάρ που καὶ γῆ χερσωθεῖσα καὶ γεωργικῶν οὐκ ἀπολαύσασα χειρῶν, πονηρὰς βοτάνας καὶ ἀκανθῶν πλῆθος καὶ δένδρα ἄγρια ἐξέβρασεν ἐκ τῶν οἰκείων κόλπων πολλάκις· οὕτω καὶ ἡ τῶν Ἀνομοίων ἐρημωθεῖσα ψυχὴ καὶ τῆς ἀπὸ τῶν Γραφῶν ἐπιμελείας οὐκ ἀπολαύσασα, οἴκοθεν καὶ ἀπ' αὐτῆς τὴν ἀγρίαν ταύτην καὶ ἀνήμερον ἐξέβρασεν αἵρεσιν. Τοῦτο γὰρ τὸ δένδρον οὐ Παῦλος ἐφύτευσεν, οὐκ Ἀπολλὼς ἐπότισεν, οὐχ ὁ Θεὸς ηὔξανεν, ἀλλ' ἐφύτευσε μὲν λογισμῶν ἄκαιρος περιεργία, ἐπότισε δὲ ἀπονοίας τῦφος, ηὔξησε δὲ φιλοδοξίας ἔρως. Καὶ δεῖ τῆς τοῦ Πνεύματος ἡμῖν φλογός, ἵνα μὴ μόνον ἀνασπάσωμεν, ἀλλὰ καὶ κατακαύσωμεν τὴν πονηρὰν ταύτην ῥίζαν, καλέσωμεν τοίνυν αὐτόν, τὸν ὑπ' ἐκείνων μὲν βλασφημούμενον, ὑφ' ἡμῶν δὲ εὐφημούμενον Θεόν, καὶ παρακαλέσωμεν, ὥστε καὶ τὴν γλῶτταν ἡμῶν πρὸς πλείονα διεγεῖραι δρόμον καὶ τὴν διάνοιαν ἡμῖν πρὸς σαφεστέραν διανοῖξαι τῶν λεγομένων σύνεσιν. Ὑπὲρ γὰρ αὐτοῦ καὶ τῆς αὐτοῦ δόξης ἅπας ἡμῖν ὁ πόνος, μᾶλλον δὲ ὑπὲρ τῆς σωτηρίας τῆς ἡμετέρας. Τὸν μὲν γὰρ Θεὸν οὐδεὶς οὔτε ἀτιμάζων παραβλάψαι δυνήσεται, οὔτε εὐφημῶν λαμπρότερον ἀποφῆναι· ἀλλ' ἐπὶ τῆς οἰκείας ἀεὶ μένει δόξης, οὔτε εὐφημίαις αὐξανόμενος, οὔτε ἐλαττούμενος βλασφημίαις· τῶν δὲ ἀνθρώπων οἱ μὲν δοξάζοντες αὐτὸν κατ' ἀξίαν, μᾶλλον δὲ κατ' ἀξίαν μὲν οὐδενὶ δυνατόν, εἰς δὲ δύναμιν τὴν ἑαυτῶν, τὴν ἀπὸ τῆς δοξολογίας ὠφέλειαν καρποῦνται· οἱ δὲ βλασφημοῦντες καὶ ἐξευτελίζοντες τὴν οἰκείαν λυμαίνονται σωτηρίαν. «Ὁ γὰρ βαλὼν λίθον ἐς ὕψος, εἰς τὴν κεφαλὴν ἑαυτοῦ ἔβαλε», περὶ τῶν βλασφημούντων τις εἴρηκε. Καθάπερ γὰρ ὁ λίθον πρὸς ὕψος ἀκοντίζων, τοῦ οὐρανοῦ μὲν τὸ σῶμα διατεμεῖν οὐ δυνήσεται, οὔτε πρὸς τὸ ὕψος φθάσαι ἐκεῖνο, τὴν δὲ πληγὴν τῇ οἰκείᾳ δέχεται κορυφῇ, πρὸς τὸν ἀκοντίσαντα ἐπανιόντος τοῦ λίθου, οὕτω δὴ καὶ ὁ βλασφημῶν τὴν μακαρίαν ἐκείνην οὐσίαν, ἐκείνην μὲν οὐδὲν ἂν παραβλάψειέ ποτε πολλῷ μείζονα οὖσαν καὶ ὑψηλοτέραν ἢ ὥστε δέξασθαί τινα βλάβην, κατὰ δὲ τῆς ἑαυτοῦ ψυχῆς τὸ ξίφος ἀκονᾷ, ἀγνώμων περὶ τὸν εὐεργέτην γενόμενος. Καλῶμεν τοίνυν αὐτὸν τὸν ἀνέκφραστον, τὸν ἀπερινόητον Θεόν, τὸν ἀόρατον, τὸν ἀκατάληπτον, τὸν νικῶντα γλώττης δύναμιν ἀνθρωπίνης, τὸν ὑπερβαίνοντα θνητῆς διανοίας κατάληψιν, τὸν ἀνεξιχνίαστον ἀγγέλοις, τὸν ἀθέατον τοῖς Σεραφίμ, τὸν ἀκατανόητον τοῖς Χερουβίμ, τὸν ἀόρατον ἀρχαῖς, ἐξουσίαις, δυνάμεσι καὶ ἁπλῶς πάσῃ τῇ κτίσει, ὑπὸ δὲ Υἱοῦ καὶ Πνεύματος μόνου γνωριζόμενον. Καὶ οἶδα μὲν ὅτι ἀλαζονείαν καταγνώσονται τοῦ λόγου, ὅτι καὶ ταῖς ἀνωτέραις δυνάμεσιν ἀκατάληπτον αὐτὸν εἶπον εἶναι· ἐγὼ δὲ διὰ τοῦτο πολλὴν αὐτῶν καταγνώσομαι μανίαν καὶ ἀπόνοιαν. Ἀλαζονεία γὰρ οὐ τὸ λέγειν ὅτι τῆς τῶν γεννητῶν ἁπάντων καταλήψεως ἀνώτερός ἐστιν ὁ δημιουργός, ἀλλὰ τὸ λέγειν ὅτι τὸν ταῖς ἄνω δυνάμεσιν ἀκατάληπτον δυνατὸν αὐτοῖς τοῖς χαμαὶ ἑρπομένοις καὶ τοσοῦτον ἐκείνων ἀφεστηκόσι, τῇ τῶν οἰκείων λογισμῶν ἀσθενείᾳ περιγράψαι καὶ περιλαβεῖν. Ἐγὼ μέν, ἂν μὴ δείξω τοῦτο ὅπερ ὑπεσχόμην, δίκαιος ἂν εἴην ἀλαζονείας ὑποστῆναι ἔγκλημα· ὑμεῖς δέ, εἰ μετὰ τὸ δεῖξαί με ταῖς ἄνω δυνάμεσιν ὄντα ἀκατάληπτον, διϊσχυριζόμενοι ἔτι καὶ φιλονεικεῖτε αὐτὸν εἰδέναι, πόσων ἂν εἴητε βαράθρων, πόσων δὲ κρημνῶν ἄξιοι, τὰ ταῖς ἀσωμάτοις δυνάμεσιν ἁπάσαις ἀθέατα ἀλαζονευόμενοι μετὰ ἀκριβείας εἰδέναι; Φέρε οὖν λοιπὸν ἐπὶ τὰς ἀποδείξεις αὐτὰς χωρῶμεν, πάλιν ἐπὶ τὴν εὐχὴν τὸν λόγον τρέψαντες· πολλάκις γὰρ αὐτὴ τῆς εὐχῆς ἡ ἀκολουθία παρέξει τῶν ζητουμένων ἡμῖν τὴν ἀπόδειξιν. Καλῶμεν τοίνυν «αὐτὸν τὸν βασιλέα τῶν βασιλευόντων καὶ κύριον τῶν κυριευόντων, τὸν μόνον ἔχοντα ἀθανασίαν, φῶς ἀπρόσιτον οἰκοῦντα, ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται, ᾧ τιμὴ καὶ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.» Ταῦτα οὐκ ἐμά, ἀλλὰ Παύλου τὰ ῥήματα· σὺ δέ μοι κατάμαθε αὐτοῦ τῆς ψυχῆς εὐλάβειαν καὶ φόβον ἐρριζωμένον. Μνησθεὶς γὰρ τοῦ Θεοῦ, οὐ πρότερον ἠνέσχετο πρὸς τὴν ἀκολουθίαν ἐκβῆναι τῆς διδασκαλίας, ἕως τὸ ὀφειλόμενον αὐτῷ χρέος ἀπέδωκεν εἰς δοξολογίαν κατακλείσας τὸν λόγον. Εἰ γὰρ «μνήμη δικαίου μετ' ἐγκωμίων», πολλῷ μᾶλλον μνήμη Θεοῦ μετ' εὐφημίας. Ποιεῖ δὲ αὐτὸ καὶ ἐν προοιμίοις ἐπιστολῶν· ἀρχόμενος γὰρ ἐπιστολῆς πολλάκις, ἐπειδὰν μνησθῇ τοῦ Θεοῦ, οὐ πρότερον ἐπὶ τὴν διδασκαλίαν πρόεισιν, ἕως ἂν ἀποδῷ τὴν ὀφειλομένην αὐτῷ δοξολογίαν. Ἄκουσον γοῦν Γαλάταις γράφων πῶς φησι· «Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ, τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ ἐνεστῶτος αἰῶνος πονηροῦ κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρός, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.» Καὶ πάλιν ἀλλαχοῦ· «Τῷ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.» Ἆρα οὖν ἐπὶ τοῦ Πατρὸς αὐτὸ ποιεῖ μόνον, ἐπὶ δὲ τοῦ Υἱοῦ οὐχ οὕτως; Ἄκουσον πῶς καὶ ἐπὶ τοῦ μονογενοῦς τὸ αὐτὸ τοῦτο πεποίηκεν· εἰπὼν γὰρ ὅτι «Ηὐχόμην ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα», ἐπήγαγεν· «Ὧν ἡ υἱοθεσία καὶ αἱ διαθῆκαι καὶ ἡ νομοθεσία καὶ αἱ λατρεῖαι καὶ αἱ ἐπαγγελίαι· ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.» Ὥσπερ γὰρ τῷ Πατρί, οὕτω καὶ τῷ μονογενεῖ τὴν δοξολογίαν πρότερον ἀποδούς, τότε ἐπὶ τὴν ἀκολουθίαν ἦλθε τοῦ λόγου· ἤκουσε γὰρ τοῦ Χριστοῦ λέγοντος· «Ἵνα πάντες τιμῶσι τὸν Υἱόν, καθὼς τιμῶσι τὸν Πατέρα.» Καί, ἵνα μάθητε ὅτι αὐτὴ ἡμῖν ἡ εὐχὴ παρέξει τὴν ἀπόδειξιν, φέρε αὐτὴν εἰς μέσον ἀγάγωμεν. «Ὁ βασιλεὺς τῶν βασιλευόντων, φησί, καὶ κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον.» Ἐνταῦθα στῆθι καὶ ἐρώτησον τὸν αἱρετικὸν τί ποτέ ἐστι τοῦτο «τὸ φῶς οἰκῶν ἀπρόσιτον», καὶ πρόσεχε τῇ ἀκριβείᾳ τοῦ Παύλου. Οὐκ εἶπε· φῶς ὢν ἀπρόσιτον, ἀλλά· «φῶς οἰκῶν ἀπρόσιτον», ἵνα μάθῃς ὅτι εἰ ὁ οἶκος ἀπρόσιτος, πόσῳ μᾶλλον ὁ ἐνοικῶν αὐτὸν Θεός. Ταῦτα δὲ ἔλεγεν, οὐχ ἵνα οἶκον καὶ τόπον περὶ Θεὸν ὑποπτεύσῃς, ἀλλ' ἵνα ἐκ πολλῆς τῆς περιουσίας τὸ ἀκατάληπτον μάθῃς. Ἀλλ' οὐδὲ φῶς οἰκῶν ἀκατάληπτον εἶπεν, ἀλλὰ ἀπρόσιτον, ὃ τοῦ ἀκαταλήπτου πολλῷ μεῖζόν ἐστι. Τὸ μὲν γὰρ ἀκατάληπτον λέγεται, ὅταν ἐρευνηθὲν καὶ ζητηθὲν μὴ καταληφθῇ παρὰ τῶν ζητούντων αὐτό· ἀπρόσιτον δέ ἐστιν, ὃ μηδὲ ἐρεύνης ἀνέχεται τὴν ἀρχήν, μηδὲ ἐγγὺς αὐτοῦ γενέσθαι τις δύναται. Οἷον ἀκατάληπτον λέγεται πέλαγος, εἰς ὃ καθιέντες ἑαυτοὺς οἱ κολυμβηταὶ καὶ πρὸς πολὺ καταφερόμενοι βάθος, τὸ πέρας ἀδυνατοῦσιν εὑρεῖν· ἀπρόσιτον δὲ ἐκεῖνο λέγεται, ὃ μήτε τὴν ἀρχὴν ζητηθῆναι δυνατόν, μηδὲ ἐρευνηθῆναι. Τί πρὸς ταῦτα ἂν εἴποις; Ἀλλὰ ἀνθρώποις, φησίν, ἀκατάληπτον, οὐχὶ δὲ ἀγγέλοις, οὐδὲ ταῖς ἄνω δυνάμεσι. Σὺ οὖν ἄγγελος εἶ, εἰπέ μοι, καὶ εἰς τὸν χορὸν τῶν ἀσωμάτων δυνάμεων τελεῖς; οὐχὶ ἄνθρωπος εἶ καὶ τῆς αὐτῆς οὐσίας ἐμοί; ἢ καὶ τῆς φύσεως ἐπιλέλησαι; Θῶμεν γὰρ ἀπρόσιτον ἀνθρώποις εἶναι μόνον, καίτοι γε τοῦτο οὐ πρόσκειται, οὐδὲ εἶπεν ὁ Παῦλος· ἀνθρώποις μὲν φῶς οἰκῶν ἀπρόσιτον, ἀγγέλοις δὲ οὐκ ἀπρόσιτον· πλὴν ἀλλά, εἰ βούλει, κατὰ συγχώρησιν θῶμεν· οὐχὶ καὶ αὐτὸς ἄνθρωπος εἶ; Τί οὖν εἰ καὶ ἀγγέλοις ἀπρόσιτον μὴ ᾖ; τί τοῦτο πρὸς σὲ τὸν φιλονεικοῦντα καὶ περιεργαζόμενον καὶ λέγοντα ἀνθρωπίνῃ φύσει καταληπτὴν εἶναι τὴν οὐσίαν ἐκείνην; Ἵνα δὲ μάθῃς ὅτι οὐκ ἀνθρώποις μόνον, ἀλλὰ καὶ ταῖς ἄνω δυνάμεσίν ἐστιν ἀπρόσιτος, ἄκουσον ὁ Ἡσαΐας τί φησιν· ὅταν δὲ εἴπω τὸν Ἡσαΐαν, τοῦ Πνεύματος τὴν ἀπόφασιν λέγω· προφήτης γὰρ πᾶς τὰ τῆς τοῦ Πνεύματος ἐνεργείας φθέγγεται· «Καὶ ἐγένετο τοῦ ἔτους οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ τὰ Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ, ἓξ πτέρυγες τῷ ἑνὶ καὶ ἓξ πτέρυγες τῷ ἑνί, καὶ ταῖς μὲν δυσὶ κατεκάλυπτον τὰ πρόσωπα αὐτῶν, ταῖς δὲ δυσὶ τοὺς πόδας.» Τίνος ἕνεκεν, εἰπέ μοι, καλύπτουσι τὰ πρόσωπα καὶ προβάλλονται τὰς πτέρυγας; Τίνος δὲ ἕνεκεν ἑτέρου, ἀλλ' ἢ διὰ τὸ μὴ φέρειν τὴν ἐκ τοῦ θρόνου λάμπουσαν ἀστραπὴν καὶ τὰς μαρμαρυγὰς ἐκείνας; Καίτοι γε οὐκ αὐτὸ ἄκρατον ἑώρων τὸ φῶς, οὐδ' αὐτὴν ἀκραιφνῆ τὴν οὐσίαν, ἀλλὰ συγκατάβασις ἦν τὰ ὁρώμενα. Τί δέ ἐστι συγκατάβασις; Ὅταν μὴ ὡς ἔστιν ὁ Θεὸς φαίνηται, ἀλλ' ὡς ὁ δυνάμενος αὐτὸν θεωρεῖν οἷός τέ ἐστιν, οὕτως ἑαυτὸν δεικνύῃ, ἐπιμετρῶν τῇ τῶν ὁρώντων ἀσθενείᾳ τῆς ὄψεως τὴν ἐπίδειξιν. Καὶ ὅτι συγκαταβάσις ἦν, ἐξ αὐτῶν τῶν ῥημάτων δῆλον. «Εἶδον γὰρ τὸν Κύριον, φησί, καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου.» Θεὸς δὲ οὐ κάθηται, σωμάτων γὰρ ὁ σχηματισμὸς οὗτος. Καὶ «ἐπὶ θρόνου». Θεὸς δὲ θρόνῳ οὐκ ἐμπεριείληπται, ἀπερίγραπτον γὰρ τὸ θεῖον. Ἀλλ' ὅμως οὐδὲ συγκατάβασιν ἠδυνήθησαν ἐνεγκεῖν, καίτοι πλησίον ἑστῶσαι· τὰ γὰρ Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ. Δι' αὐτὸ μὲν οὖν μάλιστα τοῦτο οὐκ ἴσχυσαν ἰδεῖν, ἐπειδὴ πλησίον ἦσαν· πλησίον δὲ οὐ τόπῳ φησίν, ἀλλὰ δεῖξαι βουλόμενος τὸ Πνεῦμα τὸ ἅγιον ὅτι, καίτοι γε ἡμῶν ἐγγύτεραι οὖσαι τῇ οὐσίᾳ ἐκείνῃ, οὐδὲ οὕτως αὐτὴν δύνανται θεωρεῖν, διὰ τοῦτό φησι· «Καὶ τὰ Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ», οὐχὶ τόπον πάλιν αἰνιττόμενος, ἀλλὰ τῇ κατὰ τὸν τόπον ἐγγύτητι τὸ ἡμῶν ἐγγυτέρας αὐτὰς εἶναι παραδηλῶν. Τὸ γὰρ ἀκατάληπτον οὐχ οὕτως ἡμεῖς ἴσμεν, ὡς ἐκεῖναι αἱ δυνάμεις, ὅσῳ καθαρώτεραι καὶ σοφώτεραι καὶ διορατικώτεραι τῆς ἀνθρωπίνης φύσεώς εἰσι. Καθάπερ γὰρ τὸ τῶν ἡλιακῶν τῶν ἀκτίνων ἀπρόσιτον οὐχ οὕτως οἶδεν ὁ τυφλὸς ὡς ὁ βλέπων, οὕτω καὶ τὸ τοῦ Θεοῦ ἀκατάληπτον οὐχ οὕτως ἡμεῖς ἴσμεν ὡς ἐκεῖναι. Ὅσον γὰρ τυφλοῦ καὶ βλέποντος τὸ μέσον, τοσοῦτον ἡμῶν καὶ ἐκείνων τὸ διάφορον. Ὥστε κἂν τοῦ προφήτου λέγοντος ἀκούσῃς· «Εἶδον τὸν Κύριον», μὴ τοῦτο ὑποπτεύσῃς ὅτι τὴν οὐσίαν εἶδεν ἐκείνην, ἀλλ' αὐτὴν τὴν συγκατάβασιν, καὶ ταύτην δὲ ἀμυδρότερον ἤπερ αἱ ἄνω δυνάμεις· τοσοῦτον γὰρ ἰδεῖν οὐκ ἂν ἴσχυσεν ὅσον τὰ Χερουβίμ. Καὶ τί λέγω περὶ τῆς μακαρίας ἐκείνης οὐσίας, ὅπου γε οὐδὲ ἀγγέλου οὐσίαν δυνατὸν ἀνθρώπῳ μετὰ ἀδείας ἰδεῖν; Καὶ ἵνα μάθητε ὅτι τοῦτό ἐστιν ἀληθές, ἄνθρωπον εἰς μέσον παράξω Θεοῦ φίλον, παρρησίαν ἔχοντα πολλὴν ἐπὶ σοφίᾳ καὶ δικαιοσύνῃ καὶ ἐπὶ πολλοῖς ἑτέροις μαρτυρηθέντα κατορθώμασι, τὸν ἅγιον Δανιήλ, ἵνα ὅταν ἀποδείξω ἐξασθενοῦντα καὶ διαλυόμενον καὶ διασπώμενον ἐκ τῆς τοῦ ἀγγέλου παρουσίας, μηδεὶς δι' ἁμαρτήματα καὶ πονηρὸν συνειδὸς τοῦτο αὐτὸν πεπονθέναι νομίζῃ, ἀλλὰ δειχθείσης τῆς κατὰ τὴν ψυχὴν αὐτοῦ παρρησίας, ἡ τῆς φύσεως ἀσθένεια σαφῶς διελέγχηται. Οὗτος τοίνυν ὁ Δανιὴλ ἐνήστευσε τρεῖς ἑβδομάδας ἡμερῶν, καὶ ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγεν, οὐδὲ οἶνος καὶ κρέας οὐκ εἰσῆλθεν εἰς τὸ στόμα αὐτοῦ, οὐδὲ ἄλειμμα ἠλείψατο. Καὶ τότε εἶδε τὴν ὀπτασίαν ἐκείνην, ὅτε ἐπιτηδειοτέρα αὐτῷ ἦν ἡ ψυχὴ πρὸς τὴν τοιαύτης θεωρίας ὑποδοχήν, ὑπὸ τῆς νηστείας κουφοτέρα καὶ πνευματικωτέρα γενομένη. Καὶ τί φησιν; «Ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ ἀνὴρ ἐνδεδυμένος βαδδίν, τουτέστι στολὴν ἱεράν, καὶ ἡ ὀσφὺς αὐτοῦ περιεζωσμένη χρυσίῳ Ὠφὰζ καὶ τὸ σῶμα αὐτοῦ ὡσεὶ Θαρσεῖς, τὸ πρόσωπον αὐτοῦ ὡσεὶ ὅρασις ἀστραπῆς, οἱ ὀφθαλμοὶ αὐτοῦ ὡσεὶ λαμπάδες πυρός, οἱ βραχίονες αὐτοῦ καὶ τὰ σκέλη ὡσεὶ ὅρασις χαλκοῦ στίλβοντος, ἡ φωνὴ τῶν λόγων αὐτοῦ ὡς φωνὴ ὄχλου. Καὶ ἐγὼ μόνος εἶδον τὴν ὀπτασίαν ταύτην, καὶ οἱ μετ' ἐμοῦ οὐκ εἶδον, ἀλλ' ἔκστασις μεγάλη ἔπεσεν ἐπ' αὐτοὺς καὶ ἔφυγον ἐν φόβῳ καὶ οὐχ ὑπελείφθη ἐν ἐμοὶ ἰσχὺς καὶ ἡ δόξα μου μετεστράφη εἰς διαφθοράν.» Τί ἐστιν· «Ἡ δόξα μου μετεστράφη εἰς διαφθοράν»; Εὐπρεπὴς ἦν ὁ νεανίας· ἐπεὶ οὖν ὁ φόβος τῆς παρουσίας τοῦ ἀγγέλου, καθάπερ τοὺς ἐκπνέοντας, οὕτως αὐτὸν διέθηκε, πολλὴν κατασκεδάσας τὴν ὠχρίαν καὶ ἀναλώσας τὸ ἄνθος τῆς ὥρας καὶ δαπανήσας τὴν εὔχροιαν τῆς ἐπιφανείας ἅπασαν, διὰ τοῦτό φησι· «Μετεστράφη ἡ δόξα μου εἰς διαφθοράν.» Καθάπερ γάρ, ἡνιόχου φοβηθέντος καὶ τὰς ἡνίας ἀφέντος, ἐπ' ὄψιν οἱ ἵπποι καταφέρονται πάντες καὶ τὸ ἅρμα ὁλόκληρον περιτρέπεται, οὕτω καὶ ἐπὶ τῆς ψυχῆς συμβαίνειν εἴωθεν, ὅταν ὑπό τινος θάμβους καὶ ἀγωνίας κατέχηται· πτοουμένη γὰρ καὶ καθάπερ ἡνίας τινὰς τὰς οἰκείας ἐνεργείας συστέλλουσα ἀφ' ἑκάστου τῶν αἰσθητηρίων τοῦ σώματος, ἔρημα ἀφίησι τὰ μέλη· εἶτα ἐκεῖνα, ἐρημωθέντα τῆς κατεχούσης αὐτὰ δυνάμεως, διαπίπτει καὶ περικρούεται· ὅπερ καὶ ὁ Δανιὴλ ἔπαθε τότε. Τί οὖν ὁ ἄγγελος; Ἀνέστησεν αὐτὸν καί φησι· «Δανιήλ, ἄνερ ἐπιθυμιῶν, σύνες ἐν τοῖς λόγοις τούτοις οἷς ἐγὼ λαλῶ πρὸς σὲ καὶ στῆθι ἐπὶ τῇ στάσει σου, ὅτι νῦν ἀπεστάλην πρὸς σέ.» Ὁ δὲ ἀνέστη ἔντρομος. Καὶ ἀρχομένου πάλιν πρὸς αὐτὸν διαλέγεσθαι τοῦ ἀγγέλου καὶ λέγειν ὅτι «Ἀπὸ τῆς ἡμέρας ἧς ἔδωκας τὴν καρδίαν σου κακωθῆναι ἐναντίον τοῦ Θεοῦ ἠκούσθησαν οἱ λόγοι σου, κἀγὼ ἦλθον ἐν τοῖς λόγοις σου», πάλιν κατέπεσεν ἐπὶ τὴν γῆν· ὅπερ καὶ ἐπὶ τῶν ἐκλυομένων συμβαίνει. Καθάπερ γὰρ ἐκεῖνοι διεγερθέντες καὶ εἰς ἑαυτοὺς ἐπανελθόντες καὶ διαβλέψαντες κατεχόντων ἡμῶν αὐτοὺς καὶ ῥαινόντων τὸ πρόσωπον ψυχροῖς νάμασιν, ἐν αὐταῖς ἡμῶν πολλάκις ἐκλύονται μεταξὺ ταῖς χερσίν, οὕτω καὶ ὁ προφήτης ἔπασχεν. Ἡ γὰρ ψυχὴ φοβηθεῖσα καὶ τὴν ὄψιν τῆς παρουσίας οὐ φέρουσα τοῦ συνδούλου, οὐδὲ τὸ φῶς ἐκεῖνο δυναμένη βαστάζειν ἐθορυβεῖτο, καθάπερ τινὸς ἁλύσεως τοῦ δεσμοῦ τῆς σαρκὸς ἑαυτὴν ἀπορρῆξαι ἐπειγομένη. Ἀλλ' ἐκεῖνος ἔτι κατεῖχεν. Ἀκουέτωσαν οἱ τὸν τῶν ἀγγέλων Δεσπότην περιεργαζόμενοι. Δανιήλ, ὃν ᾐδέσθησαν ὀφθαλμοὶ λεόντων, Δανιήλ, ὁ τὰ ὑπὲρ ἄνθρωπον ἐν ἀνθρωπίνῳ σώματι δυνηθείς, συνδούλου παρουσίαν οὐκ ἤνεγκεν, ἀλλ' ἄπνους ἔκειτο. «Ἐστράφη γάρ, φησί, τὰ ἐντός μου ἐν ὁράσει μου, καὶ πνοὴ οὐχ ὑπελείφθη ἐν ἐμοί.» Οἱ δὲ τοσοῦτον τῆς ἀρετῆς ἀφεστηκότες τοῦ δικαίου αὐτὴν ὑπισχνοῦνται τὴν οὐσίαν εἰδέναι μετὰ ἀκριβείας ἁπάσης, τὴν ἀνωτάτω καὶ πρώτην καὶ τὰς μυριάδας τῶν ἀγγέλων τούτων παραγαγοῦσαν, ὧν ἕνα ὁ Δανιὴλ ἰδεῖν οὐκ ἴσχυσεν. Ἀλλ' ἐπαναγάγωμεν τὸν λόγον ἐπὶ τὴν προτέραν ὑπόθεσιν καὶ δείξωμεν ὅτι καὶ ταῖς ἄνω δυνάμεσιν ἀθέατός ἐστιν ὁ Θεός, καὶ ταῦτα συγκαταβαίνων. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, τὰς πτέρυγας προβάλλονται τὰ Σεραφίμ; Δι' οὐδὲν ἕτερον ἀλλ' ἢ δι' ἐκεῖνο τὸ ἀποστολικόν, τὸ «φῶς οἰκῶν ἀπρόσιτον», διὰ τῶν ἔργων αὐτῶν προαναφωνοῦσαι, καὶ οὐκ αὐταὶ μόνον, ἀλλὰ καὶ αἱ τούτων ἀνωτέρω τὰ Χερουβίμ. Αὗται μὲν γὰρ πλησίον ἑστήκασιν· ἐκεῖναι δὲ θρόνος εἰσὶ τοῦ Θεοῦ, οὐκ ἐπειδὴ θρόνου δεῖται ὁ Θεός, ἀλλ' ἵνα [διὰ τούτου] τὴν ἀρετὴν τῶν δυνάμεων αὐτῶν μάθῃς. Ἄκουσον γοῦν καὶ ἑτέρου προφήτου περὶ ἐκείνων διαλεγομένου· «Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰεζεκιὴλ υἱὸν Βουζὶ ἐπὶ τοῦ ποταμοῦ Χοβάρ.» Καὶ οὗτος παρὰ τὸν ποταμὸν Χοβὰρ κἀκεῖνος παρὰ τὸν ποταμὸν Τίγριν τότε εἱστήκει. Ὅταν γὰρ μέλλῃ τινὰ παράδοξον ὄψιν δεικνύναι τοῖς ἑαυτοῦ δούλοις ὁ Θεός, ἔξω τῶν πόλεων αὐτοὺς ἐξάγει εἰς καθαρὸν θορύβων χωρίον, ὥστε μηδενὶ μήτε τῶν ὁρωμένων, μήτε τῶν ἀκουομένων ἐκκρούεσθαι τὴν ψυχήν, ἀλλ' ὅλην αὐτὴν ἀδείας ἀπολαύουσαν πρὸς τὴν τῶν ὁρωμένων ἀσχολεῖν θεωρίαν. Τί οὖν οὗτος εἶδεν; «Ἰδοὺ νεφέλη, φησίν, ἀπὸ βορρᾶ ἤρχετο, καὶ φέγγος κύκλῳ καὶ πῦρ ἀστράπτον, καὶ ἐν τῷ μέσῳ αὐτοῦ ὡσεὶ ὅρασις ἠλέκτρου καὶ φέγγος ἐν αὐτῷ, καὶ ἐν τῷ μέσῳ ὁμοίωμα τεσσάρων ζῴων. Αὕτη ἡ ὅρασις αὐτῶν, ὁμοίωμα ἀνθρώπου ἐπ' αὐτοῖς. Καὶ τέσσαρα πρόσωπα τῷ ἑνί, καὶ τέσσαρες πτέρυγες τῷ ἑνί. Καὶ ὕψος ἦν αὐτοῖς, φησί, καὶ φοβεροὶ ἦσαν, καὶ οἱ νῶτοι αὐτῶν πλήρεις ὀφθαλμῶν κυκλόθεν τοῖς τέσσαρσιν, καὶ ὁμοίωμα ὑπὲρ κεφαλῆς αὐτῶν ὡσεὶ στερέωμα, ὡς ὅρασις κρυστάλλου φοβερόν, ἐκτεταμένον ὑπὲρ κεφαλῆς αὐτῶν ἄνωθεν, καὶ αἱ πτέρυγες αὐτῶν ἑκάστῳ δύο, καλύπτουσαι τὰ σώματα αὐτῶν, καὶ ὑπεράνω τοῦ στερεώματος, ὡς ὅρασις λίθου σαπφείρου· καὶ ὁμοίωμα θρόνου ἐπ' αὐτῷ, καὶ ἐπὶ τοῦ ὁμοιώματος τοῦ θρόνου ὁμοίωμα ὡς εἶδος ἀνθρώπου ἐπ' αὐτῷ. Καὶ εἶδον ὡς ὅρασιν ἠλέκτρου, ἀπὸ ὁράσεως ὀσφύος καὶ ἕως ἐπάνω, καὶ ἀπὸ ὁράσεως ὀσφύος καὶ ἕως κάτω, ὡς ὅρασιν πυρός, καὶ τὸ φέγγος αὐτοῦ ὡς ὅρασις τόξου, ὅταν ᾖ ἐν τῇ νεφέλῃ ἐν ἡμέρᾳ ὑετοῦ.» Καὶ μετὰ ταῦτα πάντα βουλόμενος δεῖξαι ὅτι οὔτε ὁ προφήτης, οὔτε αἱ δυνάμεις ἐκεῖναι ἀκράτῳ προσέβαλον αὐτῇ τῇ οὐσίᾳ, φησίν· «Αὕτη ἡ ὅρασις ὁμοιώματος δόξης Κυρίου.» Εἶδες κἀκεῖ καὶ ἐνταῦθα συγκατάβασιν; Ἀλλ' ὅμως καὶ αὐταὶ αἱ δυνάμεις καλύπτουσιν ἑαυτὰς ταῖς πτέρυξι δι' οὐδὲν ἕτερον ἢ διὰ τοῦτο[, καίτοι γε σοφώταται καὶ γνωστικώταται καὶ καθαρώταταί εἰσιν αἱ δυνάμεις αὗται]. Πόθεν δῆλον; Ἀπ' αὐτῶν τῶν ὀνομάτων. Ὥσπερ γὰρ ἄγγελος λέγεται, ἐπειδὴ τὰ τοῦ Θεοῦ τοῖς ἀνθρώποις ἀναγγέλλει καὶ ἀρχάγγελος λέγεται, ἐπειδὴ τῶν ἀγγέλων ἄρχει, οὕτω καὶ αὗται προσηγορίας ἔχουσι τὴν σοφίαν αὐτῶν καὶ καθαρότητα αὐτῶν ἡμῖν δηλούσας καὶ ὥσπερ αἱ πτέρυγες τὸ ὕψος ἐμφαίνουσι τῆς φύσεως—καὶ γὰρ ὁ Γαβριὴλ πετόμενος φαίνεται, οὐκ ἐπειδὴ πτερὰ περὶ τὸν ἄγγελον, ἀλλ' ἵνα μάθῃς ὅτι ἐκ τῶν ὑψηλοτάτων χωρίων καὶ τῶν ἄνω διατριβῶν πρὸς τὴν ἀνθρωπίνην ἀφῖκται φύσιν—, οὕτω δὴ καὶ ἐπὶ τούτων οὐδὲν ἄλλο δηλοῖ τὰ πτερὰ ἢ τὸ τῆς φύσεως ὕψος. Ὥσπερ οὖν αἱ πτέρυγες τὸ τῆς φύσεως ὑψηλὸν δηλοῦσι, καὶ ὁ θρόνος τὸ τὸν Θεὸν αὐτοῖς ἐπαναπαύεσθαι καὶ οἱ ὀφθαλμοὶ τὸ διορατικὸν καὶ τὸ ἐγγὺς εἶναι τοῦ θρόνου καὶ τὸ διαπαντὸς αὐτὸν ἀνυμνεῖν τὸ ἄγρυπνον καὶ ἐγρηγορός, οὕτω δὴ καὶ τὰ ὀνόματα τῶν μὲν τὴν σοφίαν, τῶν δὲ τὴν καθαρότητα δηλοῖ. Τί γάρ ἐστι Χερουβίμ; πεπληθυσμένη γνῶσις. Τί δὲ Σεραφίμ; ἔμπυρα στόματα. Εἶδες πῶς καὶ τὴν καθαρότητα καὶ τὴν σοφίαν τὰ ὀνόματα παρεδήλωσεν; Εἰ δέ, ἔνθα πεπληθυσμένη γνῶσις, οὐδὲ συγκατάβασιν Θεοῦ δύνανται ἰδεῖν μετὰ ἀδείας, ἔνθα μερικὴ γνῶσις, καθὼς Παῦλός φησιν· «Ἐκ μέρους γινώσκομεν καὶ δι' ἐσόπτρου καὶ ἐν αἰνίγματι», πόσης ἀπονοίας ἂν εἴη, τὰ μηδὲ ἐκείνοις θεατά, ταῦτα αὐτοῖς νομίζειν εἶναι γνώριμα καὶ καταφανῆ; Ὅτι δὲ οὐ τοῖς Χερουβὶμ οὐδὲ τοῖς Σεραφὶμ μόνον, ἀλλ' οὐδὲ ἀρχαῖς, οὐδὲ ἐξουσίαις, οὐδὲ ἄλλῃ τινὶ κτιστῇ δυνάμει κατάληπτός ἐστιν ὁ Θεός, καὶ τοῦτο ἐβουλόμην ἀποδεῖξαι νῦν, ἀλλ' ἔκαμεν ἡμῖν ἡ διάνοια, οὐ τῷ πλήθει, ἀλλὰ τῇ φρίκῃ τῶν εἰρημένων. Τρέμει γὰρ καὶ ἐκπέπληκται ἡ ψυχὴ ἐπὶ πολὺ ταῖς ἄνω ἐνδιατρίβουσα θεωρίαις. Διὸ φέρε αὐτὴν ἐκ τῶν οὐρανῶν καταβιβάσωμεν καὶ ψυχαγωγήσωμεν καταπεπληγμένην, ἐπὶ τὴν συνήθη καταφυγόντες παράκλησιν. Τίς δὲ αὕτη ἐστίν; Εὔχεσθαι τοὺς τὰ τοιαῦτα νοσοῦντας ὑγιᾶναί ποτε. Εἰ γὰρ ὑπὲρ τῶν ἐν νόσοις, ἐν μετάλλοις, ἐν σκληραῖς δουλείαις καὶ τῶν ἐνεργουμένων κελευόμεθα τὸν Θεὸν παρακαλεῖν, πολλῷ μᾶλλον ὑπὲρ τούτων, ἐπεὶ καὶ χαλεπωτέρα τοῦ δαίμονος ἡ ἀσέβεια. Ἐκείνη μὲν γὰρ ἔχει συγγώμην ἡ μανία, αὕτη δὲ πάσης ἀπολογίας ἡ νόσος ἐστέρηται. Ἀλλ' ἐπειδὴ τῆς ὑπὲρ τῶν ἐνεργουμένων ἐμνήσθην εὐχῆς, βούλομαί τι πρὸς τὴν ὑμετέραν διαλεχθῆναι ἀγάπην, καὶ νόσημα τῆς Ἐκκλησίας ἐκκόψαι χαλεπόν. Καὶ γὰρ ἄτοπον ἂν εἴη τοὺς ἔξωθεν μετὰ τοσαύτης ἰατρεύοντας ἐπιμελείας τῶν οἰκείων καταφρονεῖν μελῶν. Τί ποτ' οὖν ἐστι τὸ νόσημα; Τὸ πλῆθος τοῦτο τὸ ἄφατον, τὸ συγκεκροτημένον νῦν καὶ μετὰ τοσαύτης ἀκριβείας προσέχον τοῖς λεγομένοις, κατὰ τὴν φρικωδεστάτην ὥραν ἐκείνην πολλάκις ἐπιζητήσας ἰδεῖν οὐκ ἠδυνήθην, καὶ σφόδρα ἐστέναξα, ὅτι τοῦ μὲν συνδούλου διαλεγομένου πολλὴ ἡ σπουδή, ἐπιτεταμένη ἡ προθυμία, τῶν συνωθούντων ἀλλήλους καὶ μέχρι τέλους παραμενόντων, τοῦ δὲ Χριστοῦ φαίνεσθαι μέλλοντος ἐπὶ τῶν ἱερῶν μυστηρίων, κενὴ καὶ ἔρημος ἡ ἐκκλησία γίνεται. Καὶ ποῦ ταῦτα συγγνώμης ἄξια; Ἀπὸ τῆς ῥᾳθυμίας ταύτης καὶ τοὺς ἐπαίνους τοὺς ἐπὶ τῇ κατὰ τὴν ἀκρόασιν σπουδῇ πάντας ἀπόλλυτε. Τίς γὰρ ὑμῶν οὐ καταγνώσεται καὶ ἡμῶν, ὅταν ἴδῃ τὸν καρπὸν τῆς ἀκροάσεως εὐθέως ὑμῖν διαρρυέντα; Εἰ γὰρ μετὰ ἀκριβείας προσείχετε τοῖς λεγομένοις, διὰ τῶν ἔργων ἂν ἐπεδείξασθε τὴν σπουδήν. τὸ δὲ εὐθέως ἀκούοντας ἀποπηδᾶν σημεῖόν ἐστι τοῦ μηδὲν δέξασθαι τῶν εἰρημένων καὶ ἐναποθέσθαι τῇ διανοίᾳ. Εἰ γὰρ ἐναπέκειτο τὰ λεγόμενα ταῖς ψυχαῖς, πάντως ἂν ὑμᾶς ἔνδον κατέσχε καὶ πρὸς τὰ φρικωδέστατα μετὰ πλείονος εὐσεβείας παρέπεμψε. Νῦν δὲ ὥσπερ κιθαρῳδοῦ τινος ἀκούσαντες, οὕτως ἔρημοι πάσης ὠφελείας, παυσαμένου τοῦ λέγοντος, ἀναχωρεῖτε. Ἀλλὰ τίς ἡ ψυχρὰ τῶν πολλῶν ἀπολογία; Εὔξασθαι, φησί, καὶ ἐπὶ τῆς οἰκίας δύναμαι, ὁμιλίας δὲ ἀκοῦσαι καὶ διδασκαλίας ἐπὶ τῆς οἰκίας οὐ δυνατόν. Ἀπατᾷς σαυτόν, ἄνθρωπε· εὔξασθαι μὲν γὰρ καὶ ἐπὶ τῆς οἰκίας δυνατόν, οὕτω δὲ εὔξασθαι ὡς ἐπὶ τῆς ἐκκλησίας ἀδύνατον, ὅπου πατέρων πλῆθος τοσοῦτον, ὅπου βοὴ πρὸς τὸν Θεὸν ὁμοθυμαδὸν ἀναπέμπεται. Οὐχ οὕτως εἰσακούῃ κατὰ σαυτὸν τὸν Δεσπότην παρακαλῶν ὡς μετὰ τῶν ἀδελφῶν τῶν σῶν. Ἐνταῦθα γάρ ἐστί τι πλέον, οἷον ἡ ὁμόνοια καὶ ἡ συμφωνία καὶ τῆς ἀγάπης ὁ σύνδεσμος καὶ αἱ τῶν ἱερέων εὐχαί. Διὰ γὰρ τοῦτο οἱ ἱερεῖς προεστήκασιν, ἵνα αἱ τοῦ πλήθους εὐχαὶ ἀσθενέστεραι οὖσαι, τῶν δυνατωτέρων τούτων ἐπιλαβόμεναι, ὁμοῦ συνανέλθωσιν αὐταῖς εἰς τὸν οὐρανόν. Ἄλλως δὲ τί γένοιτ' ἂν ὄφελος ὁμιλίας, ὅταν εὐχὴ μὴ ᾖ συνεζευγμένη; Πρότερον εὐχὴ καὶ τότε λόγος· οὕτω καὶ οἱ ἀπόστολοί φασιν· «Ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσωμεν.» Οὕτω καὶ ὁ Παῦλος ποιεῖ ἐν τοῖς προοιμίοις τῶν ἐπιστολῶν εὐχόμενος, ἵν' ὥσπερ λύχνου φῶς, οὕτω τὸ τῆς εὐχῆς φῶς προοδοποιήσῃ τῷ λόγῳ. Ἐὰν ἐθίσῃς σεαυτὸν εὔχεσθαι μετὰ ἀκριβείας, οὐ δεήσῃ τῆς παρὰ τῶν συνδούλων διδασκαλίας, αὐτοῦ σοι τοῦ Θεοῦ χωρὶς μεσίτου τινὸς καταυγάζοντος τὴν διάνοιαν. Εἰ δὲ εὐχὴ μόνου τοσαύτην ἔχει δύναμιν, πολλῷ μᾶλλον ἡ μετὰ πλήθους· μείζονα γὰρ ταύτης τὰ νεῦρα καὶ πλείων ἡ παρρησία πολλῷ τῆς ἐν οἰκίᾳ καὶ κατ' ἰδίαν. Πόθεν τοῦτο δῆλον; Αὐτοῦ τοῦ Παύλου λέγοντος ἄκουσον· «Ὃς ἐκ τηλικούτου θανάτου ἐρρύσατο ἡμᾶς καὶ ῥύεται, ἠλπίκαμεν δὲ ὅτι καὶ ἔτι ῥύσεται, συνυπουργούντων καὶ ὑμῶν τῇ δεήσει ὑπὲρ ἡμῶν, ἵνα τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν προσώπων εὐχαριστηθῇ ὑπὲρ ἡμῶν.» Οὕτω καὶ Πέτρος τὸ δεσμωτήριον διέφυγε. «Προσευχὴ γὰρ ἦν ἐκτενὴς ὑπὸ τῆς Ἐκκλησίας ὑπὲρ αὐτοῦ γινομένη πρὸς τὸν Θεόν.» Εἰ δὲ Πέτρον ὠφέλησε τῆς Ἐκκλησίας ἡ εὐχὴ καὶ τὸν στῦλον ἐκεῖνον ἐξέβαλε τοῦ δεσμωτηρίου, πῶς σὺ καταφρονεῖς τῆς δυνάμεως αὐτῆς, εἰπέ μοι, καὶ ποίαν ἕξεις ἀπολογίαν; Ἄκουσον καὶ αὐτοῦ τοῦ Θεοῦ λέγοντος ὅτι δυσωπεῖται τὸ πλῆθος μετ' εὐνοίας αὐτὸν παρακαλοῦν. Πρὸς γὰρ τὸν Ἰωνᾶν ἀπολογούμενος, διὰ τοῦ φυτοῦ τῆς κολοκύνθης, φησί· «Σὺ μὲν ἐφείσω ὑπὲρ τῆς κολοκύνθης, ὑπὲρ ἧς οὐκ ἐκακοπάθησας, οὐδὲ ἐξέθρεψας αὐτήν· ἐγὼ δὲ οὐ φείσομαι ὑπὲρ Νινευὶ τῆς πόλεως τῆς μεγάλης, ἐν ᾗ κατοικοῦσι πλείους ἢ δώδεκα μυριάδες ἀνδρῶν;» Οὐχ ἁπλῶς τὸ πλῆθος προβάλλεται, ἀλλ' ἵνα μάθῃς ὅτι ἡ μετὰ συμφωνίας εὐχὴ μεγάλην ἔχει τὴν δύναμιν. Τοῦτο καὶ ἐξ ἀνθρωπίνης ἱστορίας ὑμῖν ποιῆσαι βούλομαι φανερόν. Πρὸ γὰρ δέκα τούτων ἐτῶν ἑάλωσαν ἐπὶ τυραννίδι τινές, καθάπερ καὶ ὑμεῖς ἴστε. Εἶτα τῶν ἐν δυναστείᾳ τις ὄντων ὑπεύθυνος τοῖς ἐγκλήμασι φανείς, σπαρτίον ἐπὶ τοῦ στόματος λαβών, ἐξήγετο τὴν ἐπὶ θάνατον ὁδόν. Τότε δὴ πᾶσα ἡ πόλις ἐπὶ τὸν ἱππόδρομον ἔτρεχε καὶ τοὺς ἐκ τῶν ἐργαστηρίων ἐξῆγον καὶ κοινῇ πᾶς ὁ δῆμος ἀνελθὼν ἐξήρπασε τῆς βασιλικῆς ὀργῆς τὸν καταδικασθέντα καὶ οὐδεμιᾶς ἄξιον ὄντα συγγνώμης. Εἶτα βασιλέως μὲν ὀργὴν ἐπιγείου καταλῦσαι βουλόμενοι, μετὰ παίδων καὶ γυναικῶν συνετρέχετε πάντες, τὸν δὲ τῶν οὐρανῶν βασιλέα μέλλοντες ἵλεω ποιήσειν καὶ ἐξαρπάσειν τῆς ὀργῆς αὐτοῦ οὐχ ἕνα καθάπερ τότε, οὐδὲ δύο καὶ τρεῖς καὶ ἑκατόν, ἀλλὰ πάντας τοὺς κατὰ τὴν οἰκουμένην ἁμαρτωλοὺς καὶ τοὺς δαιμονῶντας ἀπαλλάττειν τῆς τοῦ διαβόλου παγίδος, ἔξω καθέζεσθε καὶ οὐ συντρέχετε κοινῇ πάντες, ἵνα ὁ Θεὸς τὴν συμφωνίαν ὑμῶν αἰδεσθείς, κἀκείνοις ἀφῇ τὴν κόλασιν καὶ ὑμῖν συγχωρήσῃ τὰ ἁμαρτήματα; Εἰ γὰρ ἐπ' ἀγορᾶς τύχοις ὢν κατὰ τὸν καιρὸν ἐκεῖνον, εἰ γὰρ ἐπὶ τῆς οἰκίας, εἰ γὰρ ἐν ἀπαραιτήτοις πράγμασιν, οὐχὶ παντὸς λέοντος σφοδρότερον ἅπαντα διαρρήξας τὰ δεσμὰ πρὸς τὴν κοινὴν ἱκετηρίαν αὐτομολήσεις; Ποίαν ἕξεις σωτηρίας ἐλπίδα, εἰπέ μοι, κατὰ τὸν καιρὸν ἐκεῖνον, ἀγαπητέ; Οὐκ ἄνθρωποι μόνοι βοῶσι τὴν φρικωδεστάτην ἐκείνην βοήν, ἀλλὰ καὶ ἄγγελοι προσπίπτουσι τῷ Δεσπότῃ, καὶ ἀρχάγγελοι δέονται. Ἔχουσι καὶ τὸν καιρὸν αὐτοῖς συμμαχοῦντα, τὴν προσφορὰν βοηθοῦσαν. Καὶ καθάπερ οἱ ἄνθρωποι, κλάδους ἐλαιῶν ἐκκόψαντες, ἐπισείουσι τοῖς βασιλεῦσι, διὰ τοῦ φυτοῦ αὐτοὺς ἐλέου καὶ φιλανθρωπίας ἀναμιμνήσκοντες, οὕτω δὴ καὶ οἱ ἄγγελοι τότε ἀντὶ κλάδων ἐλαιῶν αὐτὸ τὸ σῶμα τὸ δεσποτικὸν προτεινόμενοι, τὸν Δεσπότην παρακαλοῦσιν ὑπὲρ τῆς ἀνθρωπίνης φύσεως, μονονουχὶ λέγοντες ὅτι ὑπὲρ τούτων δεόμεθα, οὓς αὐτὸς φθάσας οὕτως ἀγαπῆσαι κατηξίωσας, ὡς τὴν ψυχὴν ἐπιδοῦναι τὴν σεαυτοῦ· ὑπὲρ τούτων ἐκχέομεν τὰς ἱκετηρίας, ὑπὲρ ὧν αὐτὸς τὸ αἷμα ἐξέχεας· ὑπὲρ τούτων παρακαλοῦμεν, ὑπὲρ ὧν τὸ σῶμα τοῦτο κατέθυσας. Διὰ τοῦτο καὶ τοὺς ἐνεργουμένους κατ' ἐκεῖνον ἵστησι τὸν καιρὸν ὁ διάκονος καὶ κελεύει κλῖναι τὴν κεφαλὴν μόνον καὶ τῷ σχήματι τοῦ σώματος ποιεῖσθαι τὰς ἱκετηρίας· εὔχεσθαι γὰρ αὐτοὺς μετὰ τοῦ κοινοῦ συλλόγου τῶν ἀδελφῶν οὐ θέμις. Διὰ τοῦτο αὐτοὺς ἵστησιν, ἵνα κατελεήσας αὐτοὺς καὶ τῆς συμφορᾶς καὶ τῆς ἀφωνίας, τῇ οἰκείᾳ παρρησίᾳ πρὸς τὴν ἐκείνων ἀποχρήσῃ προστασίαν. Ταῦτ' οὖν ἅπαντα ἐννοοῦντες συντρέχωμεν κατὰ τὴν ὥραν ἐκείνην, ἵνα ἐπισπασώμεθα ἔλεον, καὶ χάριν εὕρωμεν καὶ εὔκαιρον βοήθειαν. Ἐπῃνέσατε τὰ εἰρημένα· μετὰ πολλοῦ θορύβου καὶ κρότου τὴν παραίνεσιν ἐδέξασθε. Ἀλλ' ὅπως ἡμῖν ἐπὶ τῶν ἔργων ἐπιδείξησθε τοὺς ἐπαίνους, οὐ μακρὸς ὁ χρόνος τῆς ἀποδείξεως τῆς κατὰ τὴν ὑπακοήν. Μετὰ τὴν παραίνεσιν εὐθέως εὐχή. Ἐκεῖνον ζητῶ τὸν ἔπαινον, ἐκεῖνον τὸν κρότον τὸν διὰ τῶν ἔργων αὐτῶν. Παρακελεύεσθε τοίνυν ἀλλήλοις ἑστάναι, καθάπερ ἑστήκατε· κἂν διασαλευθῇ τις τῆς τάξεως, κατέχετε μετὰ ἀκριβείας, ἵνα καὶ τῆς οἰκείας σπουδῆς καὶ τῆς εἰς τοὺς ἀδελφοὺς κηδεμονίας διπλοῦν λαβόντες τὸν μισθὸν μετὰ πλείονος τῆς παρρησίας τὰς ἱκετηρίας ἐκχέητε, καὶ τὸν Θεὸν ἵλεω ποιήσαντες, καὶ τῶν ἐνταῦθα καὶ τῶν μελλόντων δυνηθῆτε τυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.