Ancient Greek
Περὶ νηστείας Λόγος γʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De jejunio (sermones 1-7) [Sp.] Περὶ νηστείας Λόγος γʹ.1
Not analysed yet
Πρώην, ἐξ ὧν ἀκηκόατε, μεμαθήκατε ὅπως φιλότιμον τὸ τῆς νηστείας προοίμιον, ἀδελφοί. Ἀσιτοῦντες γὰρ, τοῖς τοῦ κόσμου στοιχείοις ὡς ὄψοις εἱστιάθημεν, οὐ μικρῶς, μᾶλλον δὲ σφοδρῶς θεασάμενοι Θεὸν ψυχῆς ὀφθαλμῷ ἐκτείνοντα τὸν οὐρανὸν, καλλωπίζοντα τὸ στερέωμα, χαλινοῦντα θάλασσαν, τροφοφοροῦντα ἐκ γῆς. Καὶ σκόπει μοι τὸ παράδοξον τὰ μὲν γὰρ γύναια τίκτει βρέφος, καὶ τότε προσφέρει τροφήν· ὡς ἐὰν μὴ βρέφος προέλθῃ, ἄκαρπος ἡ θήλη· γῆ δὲ, πρὶν ἢ γενέσθαι τὸν Ἀδὰμ, προήγαγε τροφὴν, καὶ πρὸ τόκου τράπεζα προὔκειτο τῷ παιδὶ, πρὸ τόκου τῷ πρωτοπλάστῳ προὔκειτο τράπεζα. Βλαστησάτω γὰρ, φησὶν ὁ Θεὸς, βοτάνην, καὶ τότε ἔπλασε τὸν ἄνθρωπον, χοῦν· οὐκ ἀργῶς, ἀλλ' ἵνα ἐκ τῆς γῆς προελθὼν, καὶ ἐπὶ τῆς γῆς περιπατῶν, καὶ ταύτην τὴν μητέρα καλῶν, καὶ εἰς ταύτην ὁρῶν, μὴ ἐπαίρηται, ἀλλὰ τὴν Ἀβραμιαίαν ἐκείνην Θεῷ προσφέρῃ φωνὴν λέγων· Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός. Ταύτην γὰρ τὴν ὁμολογίαν Θεῷ ποτε πρεσβεύων προσήνεγκεν ὁ φιλόξενος· ταύτην καὶ ἡμᾶς προσφέρειν καλόν. Αὕτη γὰρ ἡ φωνὴ τῆς φύσεως ἀσφαλέστατος χαλινός· αὕτη ἄτακτα βαίνειν οὐ συγχωρεῖ, ἄν τις ἀνάσχοιτο ἐρασθῆναι γῆς, τυγχάνων γῆ αὐτός. Εἰ γὰρ γῆς ἐρᾷ, κτῆμα κεκτήσθω τὸ ἴδιον σῶμα, καρποφόρον δεικνύτω ἑαυτὸν, τὰς ἀρετὰς ὡς εἰσφορὰς ἀποδιδότω τῷ τῆς κτίσεως γεωργῷ. Ὁ πατήρ μου, φησὶν, ὁ γεωργός. Πότε δέ τις ἐπιθυμήσει χρυσοῦ, ὁ γῆν ἐπιστάμενος ἑαυτόν; πότε δὲ ἐρασθείη ἐσθῆτος λαμπρᾶς ὁ κόνιν καλῶν ἑαυτόν; πότε εἰς πόθον ἀξίας ἐλθεῖν σπουδάσει, γῆν ὁμολογήσας ἑαυτόν, Ὅτι γὰρ ὁ ταύτην μελετήσας τὴν φωνὴν οὐκ ἐρεῖ τῷ πλησίον κακῶς, οὐ κινήσει κατὰ τοῦ πέλας γλῶτταν ἢ δεξιὰν, παντί που δῆλόν ἐστιν. Οὕτω σοφή τις καὶ θεία ἡ τοῦ φιλοξένου φωνή· Ἐγὼ γὰρ, ἔλεγε, φησὶν, εἰμὶ, οὐ πλάσμα σὸν, ὅπερ ἦν ἀληθὲς, οὐκ εἰκὼν σὴ, ὅπερ ἀψευδὲς, οὐκ ἐμφύσημα θεῖον, ὅπερ ἀκριβὲς, οὐ λογικὸς ἀνδριὰς, ὅπερ ἀσφαλές· ἀλλὰ ταῦτα πάντα δι' εὐλάβειαν σιγήσας καὶ λήθῃ παραδοὺς, γῆν ἐπὶ τοῦ κριτοῦ καὶ σποδὸν καλεῖ ἑαυτόν. Ταύτην τὴν φωνὴν λογισάμενός τις ἐπιείκειαν ἀσκείτω, ταπεινοφροσύνην ζηλούτω, τῷ πλησίον τῶν πρωτείων παραχωρείτω, ἐν ἀξίᾳ μὴ ἐπαιρέσθω, ἐν δυναστείᾳ μὴ φλεγμαινέτω, ἐν ζώνῃ μὴ ὀφρυούσθω, ἐν πλούτῳ μὴ ἐλπιζέτω, ἐν ὑγιείᾳ μὴ λακτιζέτω, ἐν εὐγλωττίᾳ μὴ ἀλαζονευέσθω. Ὁ γὰρ τήμερον ἐν τιμῇ, αὔριον ἐν γῇ· ὁ τήμερον ἐν δόξῃ, αὔριον ἐν θήκῃ· ὁ τήμερον ἐν θρόνῳ, αὔριον ἐν θρήνῳ· ὁ τήμερον ἐν τύφῳ, αὔριον ἐν τάφῳ· ὁ τήμερον ἐπὶ βήματος, αὔριον ἐπὶ μνήματος· ὁ τήμερον στρατηγὸς, αὔριον σποδός· ὁ τήμερον λαμπρὸς, αὔριον πηλός· ὁ τήμερον ἐπίβλεπτος, αὔριον βδελυκτός· ὁ τήμερον ἐμφανὴς, αὔριον ἀφανής· ὁ τήμερον σοβῶν, αὔριον σπάργανα περικείμενος ἐπιτάφια καὶ δεσμά· ὁ τήμερον εὔγλωττος, αὔριον ἄφωνος· ὁ τήμερον ὑπὸ κολάκων δορυφορούμενος, αὔριον ὑπὸ σκωλήκων δαπανώμενος· ὁ τήμερον εὐειδὴς, αὔριον δυσειδής· ὁ τήμερον ἐπαχθὴς, αὔριον εἰδεχθής. Καλῶς ἔλεγεν ὁ σοφὸς, Τί ὑπερηφανεύεται γῆ καὶ σποδός; Ταῦτα εἰδυῖα Ἄννα ἡ τοῦ προφήτου μήτηρ Σαμουὴλ εὐχομένη ἔλεγε, τὸν παῖδα προσφέρουσα Θεῷ· Μὴ καυχάσθω ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ· ἀλλ' ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, ἐν τῷ συνιεῖν καὶ γινώσκειν τὸν Κύριον. Μὴ καυχάσθω, φησὶν, ὁ σοφός· σποδὸς γὰρ γινόμενος, ἄσοφος ὁ σοφός. Μὴ καυχάσθω ὁ ἰσχυρός· πηλὸς γὰρ ἐν τάφῳ φανεὶς, ὃν τρόπον χόρτος, ἀποβάλλει τοῦ σώματος τὸ ἄνθος. Μὴ καυχάσθω ὁ πλούσιος· πάροικος γὰρ οὗτος τοῦ πλούτου καὶ παρεπίδημος, καθὼς ὁ ψάλλων ἔλεγε Δαυΐδ. Ὅταν δὲ εἴπῃ, ὁ σοφὸς, ὁ ἰσχυρὸς, ὁ πλούσιος, πάντων τὴν ὀφρὺν ἐχάλασε τῶν ἠλπικότων ἐπὶ τὴν τοῦ παρόντος κλύδωνος ἀδηλότητα. Κλύδων γὰρ ὡς ἀληθῶς τὰ παρόντα καὶ θάλαττα, καὶ τὸ ἑκάστου πέρας ἄδηλον, ὡς ἡ πεῖρα διδάσκαλος· κλύδων τὰ παρόντα καὶ θάλαττα· καὶ ἀλλεπάλληλα κύματα καθ' ἑκάστην τῆς ψυχῆς τὴν ζάλην ἐγείροντα. Τὸν μὲν γὰρ ἐπὶ τιμῇ, τὸν δὲ ἐπὶ ζώνῃ φυσᾷ, ἄλλον ἐπὶ δυναστείαν ἐκτραχηλίζει, ἕτερον πλούτῳ ἢ κάλλει ἄγει κατὰ κρημνοῦ· πάντας δὲ, ὡς εἰπεῖν, ἐν ἐπιθυμίαις πνεύματος εἰς τὸν τῶν παθῶν ὤθησε βυθόν. Ἀλλὰ σὺ, πιστὲ, κατὰ τὸν Ἀπόστολον, ἄνθρωπε τοῦ Θεοῦ, φεῦγε τῆς ἐπιθυμίας τὰ κύματα, ἔκκλινε τῶν τοῦ βίου κλυδώνων· ἀνώτερος δὲ τῶν παθῶν, ὡς κυμάτων γενόμενος, πλέε τοῦ βίου τὴν θάλασσαν, σωτηρίῳ ξύλῳ ἐμπιστεύσας τῆς ψυχῆς τὸ ἐφόλκιον. Ἱστός σοι γινέσθω σταυρὸς, ἄγκυρα πίστις, σχοῖνος ἐλπὶς, κώπη εὐχὴ, οἴακες ὀρθοὶ λογισμοὶ, ὀθόνη Χριστὸς, οὐριοδρόμον Πνεῦμα τὸ ἅγιον, κυβερνήτης ὁ τῶν ὅλων Πατήρ. Ἂν οὕτω πλέῃς, οὐκ ἄδηλόν σοι τὸ τοῦ βίου συμπέρασμα. Οὕτω γὰρ πλεύσας Νῶε ἀβλαβῶς τὸ οἰκουμενικὸν ἐκεῖνο διέπλευσε πέλαγος· οὕτω πλεύσας Ἀβραὰμ τῶν πρωτείων παρεχώρει τῷ Λὼτ, καὶ γῆν ὠνόμαζεν ἑαυτὸν, καὶ τούτου χάριν ἅμα Ἰσαὰκ ἔτυχεν ὧν ἐπόθησεν· οὕτω πλεύσας Ἰακὼβ ἄπλαστος μεμένηκε καὶ ἀχείμαστος, ἄρτον μόνον καὶ ἱμάτιον παρὰ Θεοῦ, οὐ πλοῦτον αἰτῶν· οἱ γὰρ σπεύδοντες πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμόν. Οὕτω πλεύσας Ἰωσὴφ, τῆς ἐπιβουλῆς καὶ τῆς ἡδονῆς τὴν ζάλην διέφυγεν· οὕτω πλεύσας Μωϋσῆς, Ἰησοῦς τε καὶ ὁ λοιπὸς τῶν προφητῶν χορὸς καὶ δικαίων, ὡς εἰς ὅρμον ἀκύμαντον, ἐν τῇ τοῦ Δημιουργοῦ δεξιᾷ, καθάπερ σκάφος παρέθεντο ἑαυτούς· Δικαίων, γὰρ, φησὶ, ψυχαὶ ἐν χειρὶ Θεοῦ, μετὰ τοῦ πλεῖν καλῶς τὸν ὅρμον ἐχόντων τὴν θείαν δεξιὰν, τῶν ὁμιλούντων Θεῷ, καὶ γῆν καὶ σποδὸν καλούντων ἑαυτούς. Ἀλλὰ γὰρ, ὢ τῆς παραπληξίας, ὢ τῆς τῶν φρενῶν ἐκστάσεως· Θεῷ γὰρ ὁμιλεῖ Ἀβραὰμ, πατὴρ κεχειροτόνητο ἐθνῶν, τῆς ἐπαγγελίας κληρονόμος ὁ πάροικος, ὡς πρόβατον προσέφερε τὸν πρωτότοκον, καὶ γῆν καὶ σποδὸν ἐκάλει ἑαυτόν· οἱ δὲ νῦν βραχυτάτης γῆς οὐ δεσπόται, ἀλλ' οἰκονόμοι γενόμενοι, προσκαίρου ἢ ἐφημέρου ἀξίας ἠξιωμένοι (κυρίως γὰρ ἀξίωμα θεοσέβεια), ζώνην πρόσκαιρον περικείμενοι, ἐπίκαιρον δυναστείαν κτησάμενοι, βασιλεῖ ἂν ἄρα ἢ ὑπάρχῳ ὁμιλήσαντες, οὐ Θεῷ, ἐκκλησίᾳ προσενέγκαντες τῆς πλεονεξίας δῶρα, ἢ ὀλίγον πτωχοῖς καταβάλλοντες κερμάτιον, εὐθὺς ἀνασπῶσι τὰς ὀφρῦς, καὶ ὡς ἐξ οὐρανοῦ προκύψαντες, ἡμῖν διαλέγονται, οἱ κυρίως γῆ τυγχάνοντες καὶ σποδός· μᾶλλον δὲ οἱ γῆ ὑπάρχοντες ἄκαρπος. Ἀκανθῶν γὰρ χωρίον, ἀδελφοὶ, ἡ τοῦ πλεονέκτου ψυχὴ, ἄκαρπος ἀγρὸς τὸ τοῦ φιλαργύρου ψυχάριον, ἀπροσόδευτος κτῆσις ἡ τῶν ἀλλοτρίων ἀπόλαυσις, ἔρημον γεώργιον τὸ τοῦ πόρνου σωμάτιον, πολύκρημνος χῶρος τῶν ὑπερηφάνων λογισμὸς, ἀκερδὴς ἐμπορία τῶν κατηγόρων τὰ ῥήματα, κενὴ πραγματεία, διαβόλου κοινωνὸς ὁ τοῦ πλησίον ἐπίβουλος. Ταῦτα ἐπ' ἐκκλησίας μεμαθηκότες, μισήσωμεν ἅρπαγας, ἀσκήσωμεν ἀρετὰς, φύγωμεν κακίαν, ἀγάπην ζηλώσωμεν, ἐκκλίνωμεν ἡδονὴν, ἁγνείαν ἀγκαλισώμεθα, ἀποστραφῶμεν δόλον, ἁπλότητα κοινωνήσωμεν· Τὸν γὰρ καταλαλοῦντα, φησὶ, λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. Καρποφόρον γῆν ἑαυτοὺς ἀποδείξωμεν, τὸν τῆς δικαιοσύνης ἐκφύοντες βλαστὸν, τὸν τῆς φιλανθρωπίας καὶ σωφροσύνης ἅμα τε καὶ ἐπιεικείας προσφέροντες καρπὸν, τὸν τῆς ἐξομολογήσεως πέπειρον βότρυν προσφέροντες Θεῷ. Ὅταν γὰρ, φησὶ, ταῦτα πάντα ποιήσητε, εἴπατε ὅτι Δοῦλοι ἀχρειοί ἐσμεν. Αὕτη ἡ φωνὴ τοῦ Δεσπότου Χριστοῦ ἐστιν αὐτῷ ἡ δόξα καὶ τὸ κράτος ἅμα τῷ Πατρὶ σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν.