Ancient Greek
Περὶ νηστείας. Λόγος δʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De jejunio (sermones 1-7) [Sp.] Περὶ νηστείας. Λόγος δʹ.1
Not analysed yet
Αἱ τῶν ὑδάτων πηγαὶ ἀντλούμεναι καθαρώτερον τὸ ὕδωρ βλυστάνουσι, καὶ πάντων τὴν χρείαν καὶ τὴν δίψαν πληροῦσαι ἄπαυστον ἐκ λαγόνων τὸ νᾶμα πηγάζουσιν. Ἔξεστιν οὖν πᾶσι κατὰ τὴν οἰκείαν χρείαν τὸ νᾶμα τῆς δίψης ἐκεῖθεν ἀρύσασθαι, πλουσίῳ τε καὶ πένητι, σοφῷ τε καὶ ἰδιώτῃ· καὶ πᾶσιν αἱ πηγαὶ τὸν πότον πλουσίως παρέχουσαι, ἀνεξάντλητον ἔχουσι τὸν θησαυρόν. Καθάπερ οὖν μία πηγὴ τὰ τῶν πολλῶν στόματα ποτίζει· οὕτω καὶ μία Γραφὴ τῶν πολλῶν νοήματα φωτίζει. Δεῦτε τοίνυν καὶ ὑμεῖς, ἀγαπητοὶ, ἐπὶ τὴν τοῦ προλαβόντος πηγὴν ὁρμήσωμεν, καὶ τῆς διδασκαλίας τῶν νηστειῶν κοινωνήσωμεν. Καὶ γὰρ καὶ τοῦτο ὡς πλουσίῳ ἐπήρκεσε, καὶ ἡμῖν ὡς πένησιν οὐκ ἐξέλειπε. Νηστεύσας Ἠλίας ὁ ἁρματηλάτης, μηλωτῇ καὶ ῥάβδῳ τὸν ποταμὸν ἐδίχασεν. Ὁ αὐτὸς νηστεύσας οὐρανοὺς ἔκλεισε· ῥήματι γὰρ τὰς ὀμβροτόκους νεφέλας ἐκλειδούχησεν. Ὁ αὐτὸς νηστεύσας πυρίνους ἵππους ἡνίαις χαλινώσας, φλογίνῳ ἅρματι εἰς οὐρανοὺς ἡνιόχησε. Νηστεύσας Μωϋσῆς ὁ τοῦ Θεοῦ θεράπων φοβερὸν πέλαγος ἔῤῥηξε, καὶ τὴν ἰχθυοφόρον εἰς ἄρουραν μετέστρεψε, καὶ τοὺς Ἑβραίους ἄρας ἔσωσε, καὶ τοὺς Αἰγυπτίους κατεπόντισε. Νηστεία Μωϋσέως δεξιὰν ῥάβδῳ ἁγίᾳ χαριτώσασα, καὶ δι' αὐτῆς τὴν πέτραν πατάξασα, ὕδωρ πότιμον καρποφορῆσαι παρεσκεύασε. Νηστεία τὸν Δανιὴλ σοφίσασα, τῶν ἀψηλαφήτων ἐνυπνίων μυσταγωγὸν ἀπεδείκνυεν. Ὁ αὐτὸς νηστεύσας τοὺς ἐν λάκκῳ θῆρας ἐφίμωσε, καὶ τῶν λεόντων ποιμὴν γενόμενος, εἰς οὐρανοὺς ἀναβλέπειν τούτους ἐπαιδαγώγησε. Νηστεία τῶν τριῶν παίδων τὰ σώματα ἀδιάφθορα τηρήσασα, τὴν παμφάγον φλόγα τῆς Βαβυλωνίας καμίνου εἰς δρόσον μετέβαλε· νηστείᾳ Ἰωνᾶς ὁ προφήτης τὸ κῆτος χαλινώσας, καθάπερ ὑποζυγίῳ χρησάμενος, εἰς τὴν Νινευὶ ἐπορεύετο. Οὐ γὰρ ὅπου ἤθελε τὸ ζῶον, ἀπήρχετο, ἀλλ' ὅπου ὁ ἔνδον ἡνιοχῶν ἐβούλετο, ἐκεῖ τὸ κῆτος ἐπορεύετο. Νηστεύσαντες Νινευῖται τὴν πόλιν διέσωσαν, καὶ τὸ φυτὸν τοῦ προφήτου ἐμάραναν. Νηστεία Θεοῦ χάρισμα, νηστεία ἀγγέλων τροφή· νηστεία τὸν Μωϋσῆν ἐμυσταγώγησε, νηστεία τὸν Ἀβραὰμ ἐπιστώσατο, νηστεία τὸν Ἰσαὰκ ἐδικαίωσε, νηστεία σὺν τῷ Ἰακὼβ ἐξενίτευσε, νηστεία τὸν Ἰωσὴφ ἐσέμνυνε, νηστεία τὸν Μελχισεδὲχ ὕψωσε, νηστεία τὸν Λὼτ ἐκ Σοδόμων ἥρπασε, νηστεία σὺν τῷ Ἰὼβ ἤθλησε, νηστεία προφήτας ἐσόφισε, νηστεία βασιλεῖς ἐδυνάμωσε, νηστεία ἱερεῖς ἐτελείωσε, νηστεία Μωϋσῆν ἐλαμπαδούχησε, νηστεία σὺν τῷ Ἀαρὼν ἱεράτευσε, νηστεία Ἰησοῦ Ναυὴ συνεστρατήγησε, νηστεία τὸν Γεδεὼν ὥπλισε, νηστεία τὸν Σαμψὼν ἠνδρείωσε, νηστεία τὸν Σαμουὴλ ἐκύησε, νηστεία σὺν τῷ Σαοὺλ ἐπολέμησε, νηστεία τὸν Ἡσαΐαν εὐλόγησε, νηστεία τὸν Ἱερεμίαν ἐστόμωσε, νηστεία τὸν Ζαχαρίαν ἡγίασε, νηστεία τὸν Ἰωάννην ἐσόφισε, νηστεία Πέτρῳ ἐπήρκεσε, νηστεία Παύλῳ ἐβράβευσε, νηστεία τὴν οἰκουμένην ἐσφράγισε, νηστεία δύναμιν πυρὸς κατεπάτησε, νηστεία ἔθνος λεόντων ἐμάρανε, νηστεία γαυρίαμα δρακόντων κατέσβεσε, νηστεία ποταμοὺς ἐξήρανε· νηστεία τοῦ παραδείσου ἀποκατάστασις, νηστεία ἐπὶ τοῖς εἰρημένοις κεφάλαιον, τὸ σῶμα τοῦ Χριστοῦ ὀχυρώσασα, τὰς προσβολὰς τοῦ διαβόλου σφοδρῶς ὑπεδέξατο. Νηστεία παρθένων συνόμιλος, νηστεία οἴκων αὔξησις, νηστεία μετανοούντων συνήγορος, νηστεία προσευχῆς ὁμόζυγος, νηστεία πλούτου ἀρχὴ, νηστεία πενήτων παράκλησις, νηστεία καταπονουμένων βοηθὸς, νηστεία ὕπνον ἐλαύνουσα, καὶ ὕμνον ἐπάγουσα, νηστεία ὕδωρ ἡμᾶς ποτίζουσα, καὶ ἀθανασίας πηγὴν ἡμῖν καταρτίζουσα. Ὢ νηστεία, ἡ ἄρτῳ τὰς ψυχὰς ἡμῶν πρὸς εὐσέβειαν εὐτρεπίζουσα, καὶ ἅλατι τὴν δυσωδίαν τῶν ἁμαρτημάτων ἡμῶν ἀποσμήχουσα· ὢ νηστεία τεσσαράκοντα ἡμέρας τὸν ἀέρα βαθμώσασα, καὶ ἡμᾶς εἰς οὐρανοὺς δι' ἐκείνων ἄγουσα· ὢ νηστεία διὰ στόματος νηστευόντων ἔλεον καὶ κρίσιν τῷ Θεῷ κελαδοῦσα, ὡς νῦν ἠκούσαμεν τῶν εἰρημένων. Δαυῒδ γὰρ, ὁ τῶν ἁγίων προφητῶν ὁ χορὸς, δικαιοκρισίαν ἐλέῳ μεμιγμένην, τὴν μέλλουσαν κρίσιν ἀρτίως ἡμῖν ὑπογράφων, ἔλεγε πρὸς τὸν Θεόν· Ἔλεον καὶ κρίσιν ᾄσομαί σοι, Κύριε. Νηστεία τῶν Χερουβὶμ ὁμοδίαιτος, νηστεία τῶν Σεραφὶμ σύσκηνος, νηστεία τὸν Ἐνὼχ εἰς παράδεισον ᾤκισεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.