Ancient Greek · ~2 min
Homily 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De laudibus sancti Pauli apostoli (homiliae 1-7) 1.10
Not analysed yet
Ἐκπλήττονται τὸν Ἰὼβ ἅπαντες ἄνθρωποι; Καὶ μάλα εἰκότως· καὶ γὰρ μέγας ἀθλητής, καὶ πρὸς αὐτὸν τὸν Παῦλον παρισοῦσθαι δυνάμενος, διὰ τὴν ὑπομονήν, διὰ τὴν τοῦ βίου καθαρότητα, διὰ τὴν τοῦ Θεοῦ μαρτυρίαν, διὰ τὴν καρτερὰν μάχην ἐκείνην, διὰ τὴν θαυμαστὴν νίκην τὴν μετὰ τὴν μάχην. Ἀλλὰ Παῦλος οὐχὶ μῆνας πολλοὺς ἀγωνιζόμενος οὕτω διῆγεν, ἀλλ' ἔτη πολλά, οὐχὶ τήκων βώλακας γῆς ἀπὸ ἰχῶρος καὶ ἐπὶ κοπρίας καθήμενος, ἀλλ' εἰς αὐτὸ τοῦ λέοντος τὸ νοητὸν στόμα συνεχῶς ἐμπίπτων, καὶ μυρίοις παλαίων πειρασμοῖς, πάσης πέτρας στερρότερος ἦν· οὐχὶ παρὰ τριῶν φίλων ἢ τεσσάρων, ἀλλὰ παρὰ πάντων ὀνειδιζόμενος τῶν ἀπιστούντων ψευδαδέλφων, ἐμπτυόμενος, λοιδορούμενος.