Ancient Greek · ~4 min
Homily 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De laudibus sancti Pauli apostoli (homiliae 1-7) 1.11
Not analysed yet
Ἀλλ' ἡ φιλοξενία τοῦ Ἰὼβ μεγάλη, καὶ ἡ πρὸς τοὺς δεομένους κηδεμονία; Οὐδὲ ἡμεῖς ἀντεροῦμεν· ἀλλὰ τῆς Παύλου τοσοῦτον καταδεεστέραν εὑρήσομεν ὅσον ψυχῆς σῶμα ἀφέστηκεν. Ἃ γὰρ ἐκεῖνος περὶ τοὺς τὴν σάρκα πεπηρωμένους ἐπεδείκνυτο, ταῦτα οὗτος περὶ τοὺς τὴν ψυχὴν λελωβημένους ἔπραττε, πάντας τοὺς χωλοὺς καὶ ἀναπήρους τὸν λογισμὸν διορθούμενος, καὶ τοὺς γυμνοὺς καὶ ἀσχημονοῦντας περιβάλλων τῇ τῆς φιλοσοφίας στολῇ· καὶ ἐν τοῖς σωματικοῖς δὲ τοσοῦτον αὐτοῦ περιῆν, ὅσῳ πολλῷ μεῖζον τὸ πενίᾳ συζῶντα καὶ λιμῷ βοηθεῖν τοῖς δεομένοις τοῦ ἐκ περιουσίας τοῦτο ποιεῖν· καὶ τοῦ μὲν ἡ οἰκία παντὶ ἐλθόντι ἀνέῳκτο, τοῦ δὲ ἡ ψυχὴ πάσῃ τῇ οἰκουμένῃ ἥπλωτο, καὶ ὁλοκλήρους δήμους ὑπεδέχετο. Διὸ καὶ ἔλεγεν· Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν. Καὶ ὁ μέν, προβάτων αὐτῷ καὶ βοῶν ὄντων ἀπείρων, φιλότιμος περὶ τοὺς δεομένους ἦν· οὗτος δέ, οὐδὲν πλέον κεκτημένος τοῦ σώματος, ἀπ' αὐτοῦ τούτου τοῖς δεομένοις ἐπήρκει, καὶ βοᾷ λέγων· Ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ' ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται, τὴν ἀπὸ τοῦ σώματος ἐργασίαν πρόσοδον τοῖς πεινῶσι καὶ λιμώττουσι κεκτημένος.