Ancient Greek · ~5 min
Homily 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De laudibus sancti Pauli apostoli (homiliae 1-7) 2.10
Not analysed yet
Καὶ ὑμᾶς παρακαλῶ μὴ θαυμάζειν μόνον, ἀλλὰ καὶ μιμεῖσθαι τὸ ἀρχέτυπον τοῦτο τῆς ἀρετῆς· οὕτω γὰρ δυνησόμεθα τῶν αὐτῶν στεφάνων κοινωνῆσαι ἐκείνῳ. Εἰ δὲ θαυμάζεις ἀκούων ὅτι, τὰ αὐτὰ κατορθώσας, τῶν αὐτῶν ἐπιτεύξῃ, ἄκουσον αὐτοῦ ταῦτα λέγοντος· Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι Κύριος ὁ δίκαιος κριτὴς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· οὐ μόνον δὲ ἐμοί, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. Ὁρᾷς πῶς πάντας εἰς τὴν αὐτὴν κοινωνίαν καλεῖ; Ἐπεὶ οὖν ἅπασι πρόκειται τὰ αὐτά, πάντες σπουδάσωμεν ἄξιοι γενέσθαι τῶν ἐπηγγελμένων ἀγαθῶν· καὶ μὴ μόνον τὸ μέγεθος καὶ τὸν ὄγκον τῶν κατορθωμάτων ἴδωμεν, ἀλλὰ καὶ τὸν τόνον τῆς προθυμίας, δι' ἧς τοσαύτην ἐπεσπάσατο χάριν, καὶ τὸ τῆς φύσεως συγγενές· τῶν γὰρ αὐτῶν ἡμῖν ἐκοινώνησεν ἁπάντων. Καὶ οὕτω καὶ τὰ σφόδρα δυσκατόρθωτα, ῥᾴδια ἡμῖν φανεῖται καὶ κοῦφα, καὶ τὸν βραχὺν τοῦτον καμόντες χρόνον, τὸν ἀγήρω καὶ ἀθάνατον ἐκεῖνον στέφανον φοροῦντες διατελέσομεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.