Ancient Greek
Homily 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De laudibus sancti Pauli apostoli (homiliae 1-7) 2.9
Not analysed yet
Καὶ ταῦτα οὐκ ἀγγέλους ὑβρίζων λέγω, μὴ γένοιτο, ἀλλὰ δεικνὺς ὅτι δυνατὸν ἄνθρωπον ὄντα μετ' ἐκείνων εἶναι, καὶ ἐγγὺς αὐτῶν ἑστάναι. Καὶ τίνος ἕνεκεν οὐκ ἄγγελοι ταῦτα ἐνεχειρίσθησαν; Ἵνα μηδεμίαν ἀπολογίαν ἔχῃς ῥᾳθυμῶν, μηδὲ εἰς τὴν διαφορὰν τῆς φύσεως καταφεύγῃς καθεύδων· ἄλλως δὲ καὶ τὸ θαῦμα μεῖζον ἐγίνετο. Πῶς γὰρ οὐ θαυμαστὸν καὶ παράδοξον, ἀπὸ γλώττης πηλίνης ἐκπηδῶντα λόγον, θάνατον φυγαδεύειν, ἁμαρτήματα λύειν, πεπηρωμένην διορθοῦν φύσιν, καὶ τὴν γῆν ἐργάζεσθαι οὐρανόν; Διὰ τοῦτο ἐκπλήττομαι τοῦ Θεοῦ τὴν δύναμιν, διὰ ταῦτα θαυμάζω τοῦ Παύλου τὴν προθυμίαν, ὅτι τοσαύτην ὑπεδέξατο χάριν, ὅτι τοιοῦτον παρεσκεύασεν ἑαυτόν.