Ancient Greek
Homily 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De laudibus sancti Pauli apostoli (homiliae 1-7) 2.8
Not analysed yet
Σκόπει γοῦν ἡλίκων αὐτὸν καὶ πρὸ τῆς μελλούσης ἠξίωσεν ἀναστάσεως. Εἰς παράδεισον ἥρπασεν, εἰς τρίτον ἀνήγαγεν οὐρανόν, ἀπορρήτων ἐποίησε κοινωνὸν τοιούτων, ἃ μηδενὶ τῶν τὴν ἀνθρωπίνην λαχόντων φύσιν θέμις εἰπεῖν. Καὶ μάλα εἰκότως· καὶ γὰρ ἐν γῇ βαδίζων, ὡς μετὰ ἀγγέλων περιπολῶν, οὕτως ἔπραττεν ἅπαντα· καὶ σώματι θνητῷ συνδεδεμένος, τὴν ἐκείνων καθαρότητα ἐπεδείκνυτο, καὶ ἀνάγκαις τοσαύταις ὑποκείμενος, ἐφιλονείκει τῶν ἄνω δυνάμεων μηδὲν ἔλαττον φανῆναι. Καὶ γὰρ ὡς πτηνὸς τὴν οἰκουμένην διέδραμε, καὶ ὡς ἀσώματος πόνων ὑπερεώρα καὶ κινδύνων, καὶ ὡς τὸν οὐρανὸν ἤδη λαχὼν, κατεφρόνει τῶν ἐπὶ γῆς, καὶ ὡς μετ' αὐτῶν ἀναστρεφόμενος τῶν ἀσωμάτων δυνάμεων, οὕτω διηνεκῶς ἐγρηγορὼς ἦν. Καίτοι γε ἄγγελοι πολλάκις ἐνεχειρίσθησαν ἔθνη διάφορα· ἀλλ' οὐδὲ εἷς αὐτῶν τὸ ἔθνος, ὃ ἐνεπιστεύθη, οὕτως ᾠκονόμησεν, ὡς Παῦλος τὴν οἰκουμένην ἅπασαν. Καὶ μή μοι λέγε ὅτι Παῦλος οὐκ ἦν ὁ ταῦτα οἰκονομῶν· καὶ γὰρ καὶ αὐτὸς ὁμολογῶ. Εἰ γὰρ καὶ μὴ αὐτὸς ἦν ὁ ταῦτα ἀνύων, ἀλλ' οὐδὲ οὕτως ἐκτὸς ἦν τῶν ἐπὶ τούτοις ἐπαίνων, ἐπειδὴ ἑαυτὸν οὕτω κατεσκεύασεν ἄξιον τῆς τοσαύτης χάριτος. Ὁ Μιχαὴλ τὸ τῶν Ἰουδαίων ἔθνος ἐνεχειρίσθη. Παῦλος δὲ γῆν καὶ θάλατταν, καὶ τὴν οἰκουμένην, καὶ τὴν ἀοίκητον.