Ancient Greek · ~4 min
Homily 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De laudibus sancti Pauli apostoli (homiliae 1-7) 4.15
Not analysed yet
Εἴπω σοι καὶ ἑτέρωθεν δύναμιν κηρύγματος θαυμαστὴν καὶ παράδοξον, καὶ δείξω σοι καὶ διὰ τῶν πολεμούντων αἰρόμενον αὐτὸν καὶ αὐξανόμενον; Τῷ Παύλῳ τούτῳ ποτέ τινες πολεμοῦντες, ἐκήρυττον τουτὶ τὸ δόγμα ἐν Ῥώμῃ. Βουλόμενοι γὰρ τὸν Νέρωνα παροξῦναι πολεμοῦντα τῷ Παύλῳ, ἀναδέχονται καὶ αὐτοὶ κηρύττειν, ἵνα μᾶλλον ἐξαφθέντος τοῦ λόγου, καὶ πλειόνων γενομένων μαθητῶν, θερμότερος ὁ θυμὸς τοῦ τυράννου γένηται, καὶ ἀγριωθῇ τὸ θηρίον. Καὶ τοῦτο αὐτὸς ὁ Παῦλος Φιλιππησίοις ἐπιστέλλων ἔλεγε· Γινώσκειν ὑμᾶς βούλομαι, ἀδελφοί, ὅτι τὰ κατ' ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ εὐαγγελίου ἐλήλυθεν, ὥστε τοὺς πλείονας τῶν ἀδελφῶν πεποιθότας τοῖς δεσμοῖς μου περισσοτέρως τολμᾶν ἀφόβως τὸν λόγον λαλεῖν. Τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ καὶ δι' εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσιν· οἱ μὲν ἐξ ἐριθείας, οὐχ ἁγνῶς, οἰόμενοι θλῖψιν ἐπιφέρειν τοῖς δεσμοῖς μου· οἱ δὲ ἐξ ἀγάπης, εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ εὐαγγελίου κεῖμαι. Τί γάρ; πλὴν παντὶ τρόπῳ, εἴτε προφάσει, εἴτε ἀληθείᾳ, Χριστὸς καταγγέλλεται. Εἶδες πῶς πολλοὶ ἐξ ἐριθείας ἐκήρυττον; Ἀλλ' ὅμως καὶ διὰ τῶν ἐναντίων ἐκράτει.