Ancient Greek · ~5 min
Homily 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De laudibus sancti Pauli apostoli (homiliae 1-7) 4.16
Not analysed yet
Μετὰ δὲ τούτων, καὶ ἕτερα ἦν τὰ ἀντικρούοντα. Καὶ γὰρ καὶ νόμοι παλαιοὶ οὐ μόνον οὐκ ἐβοήθουν, ἀλλὰ καὶ ἠναντιοῦντο καὶ ἐπολέμουν, καὶ ἡ πονηρία καὶ ἡ ἄγνοια τῶν διαβαλλόντων· βασιλέα γάρ, φασίν, ἔχουσι τὸν Χριστόν. Οὐ γὰρ δὴ ᾔδεισαν τὴν ἄνω βασιλείαν αὐτοῦ, τὴν φρικτὴν ἐκείνην καὶ ἀπέραντον, ἀλλ' ὡς τυραννίδα αὐτῶν ἐπεισαγόντων τῇ οἰκουμένῃ, οὕτω διέβαλον. Καὶ κοινῇ πάντες, καὶ ἰδίᾳ ἕκαστος αὐτοῖς ἐπύκτευε· κοινῇ μέν, ὡς τῆς πολιτείας ἀναιρουμένης, καὶ τῶν νόμων ἀνατρεπομένων· ἰδίᾳ δέ, ὡς ἑκάστης οἰκίας διασπωμένης καὶ καταλυομένης. Καὶ γὰρ πατὴρ ἐπολέμει παιδὶ τότε, καὶ υἱὸς ἠρνεῖτο πατέρα, καὶ γυναῖκες ἄνδρας, καὶ ἄνδρες γυναῖκας, καὶ θυγατέρες μητέρας, καὶ συγγενεῖς συγγενεῖς, καὶ φίλοι φίλους, καὶ ποικίλος τις ἦν ὁ πόλεμος οὗτος καὶ παντοδαπός, εἰς τὰς οἰκίας ἕρπων, συγγενεῖς διασπῶν, βουλευτήρια ταράττων, δικαστήρια θορυβῶν, ὡς τῶν πατρίων ἐθῶν καταλυομένων, καὶ ἑορτῶν καὶ θεραπείας δαιμόνων ἀνατρεπομένης, ἃ τοῖς πάλαι νομοθέταις πρὸ τῶν ἄλλων ἁπάντων περισπούδαστα ἦν. Καὶ μετὰ τούτων καὶ ἡ τῆς τυραννίδος ὑποψία πάντοθεν αὐτοὺς ἐλαύνεσθαι ἐποίει. Καὶ οὐκ ἂν ἔχοι τις εἰπεῖν, ὅτι παρὰ μὲν Ἕλλησι ταῦτα, παρὰ δὲ τοῖς Ἰουδαίοις ἡσύχαζεν, ἀλλὰ καὶ ἐκεῖνοι πολλῷ χαλεπώτερον ἐπετίθεντο· καὶ γὰρ καὶ αὐτοὶ πολιτείας ἀναίρεσιν ᾐτιῶντο. Οὐ παύεται γάρ, φησί, λαλῶν ῥήματα βλάσφημα κατὰ τοῦ τόπου τοῦ ἁγίου τούτου καὶ τοῦ νόμου.