Ancient Greek
Homily 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De laudibus sancti Pauli apostoli (homiliae 1-7) 4.18
Not analysed yet
Καὶ ὥσπερ πυρᾶς ἀναφθείσης, αἱ ἄκανθαι, κατὰ μικρὸν δαπανώμεναι, εἴκουσι καὶ παραχωροῦσι τῇ φλογί, καὶ καθαρὰς ποιοῦσι τὰς ἀρούρας· οὕτω δὴ καὶ τῆς Παύλου γλώττης φθεγγομένης, καὶ πάντα πυρὸς σφοδρότερον ἐπιούσης, εἶκεν ἅπαντα καὶ παρεχώρει, καὶ δαιμόνων θεραπεῖαι, καὶ ἑορταί, καὶ πανηγύρεις, καὶ πάτρια ἔθη, καὶ νόμων διαφθοραί, καὶ δήμων θυμοί, καὶ τυράννων ἀπειλαί, καὶ οἰκείων ἐπιβουλαί, καὶ ψευδαποστόλων κακουργίαι· μᾶλλον δέ, καθάπερ τῆς ἀκτῖνος ἀνισχούσης, καὶ σκότος ἐλαύνεται, καὶ θηρία καταδύεται καὶ φωλεύει λοιπόν, καὶ λῃσταὶ δραπετεύουσι, καὶ ἀνδροφόνοι περὶ τὰ σπήλαια καταφεύγουσι, καὶ πειραταὶ ἀφίστανται, καὶ τυμβωρύχοι ἀναχωροῦσι, καὶ μοιχοὶ καὶ κλέπται καὶ τοιχωρύχοι, ἅτε ἀπὸ τῆς ἀκτῖνος ἐλέγχεσθαι μέλλοντες, ἀπελθόντες που μακρὰν ἑαυτοὺς ἀφανίζουσι, καὶ πάντα διαφανῆ καὶ λαμπρὰ γίνεται, καὶ γῆ, καὶ θάλαττα, τῆς ἀκτῖνος ἄνωθεν πάντα καταυγαζούσης, τὰ πελάγη, τὰ ὄρη, τὰς χώρας, τὰς πόλεις· οὕτω δὴ καὶ τότε τοῦ κηρύγματος φανέντος, καὶ τοῦ Παύλου πανταχοῦ τοῦτο διασπείροντος, ἠλαύνετο μὲν ἡ πλάνη, ἐπανῄει δὲ ἡ ἀλήθεια, κνῖσαι δὲ καὶ καπνός, καὶ κύμβαλα καὶ τύμπανα, καὶ μέθαι καὶ κῶμοι, καὶ πορνεῖαι, καὶ μοιχεῖαι, καὶ τὰ ἄλλα, ἃ μηδὲ εἰπεῖν καλόν, τὰ ἐν τοῖς ἱεροῖς τῶν εἰδώλων τελούμενα ἔληγε καὶ ἐδαπανᾶτο, καθάπερ κηρὸς ὑπὸ πυρὸς τηκόμενα, καθάπερ ἄχυρα ὑπὸ φλογὸς δαπανώμενα· ἡ δὲ λαμπρὰ τῆς ἀληθείας φλὸξ ἀνῄει φαιδρὰ καὶ ὑψηλὴ πρὸς αὐτὸν τὸν οὐρανόν, ὑπ' αὐτῶν τῶν κωλυόντων αἰρομένη, καὶ διὰ τῶν ἐμποδιζόντων αὐξανομένη· καὶ οὐδὲ κίνδυνος ἐπεῖχεν αὐτῆς τὴν φορὰν καὶ τὴν ῥύμην τὴν ἀκάθεκτον, οὐ συνηθείας τυραννὶς παλαιοτάτης, οὐ πατρίων ἐθῶν καὶ νόμων ἰσχύς, οὐ τὸ τῆς διδασκαλίας τῶν νόμων δυσπαράδεκτον, οὐκ ἄλλο τῶν εἰρημένων οὐδέν.