Ancient Greek
Homily 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De laudibus sancti Pauli apostoli (homiliae 1-7) 4.19
Not analysed yet
Καὶ ἵνα μάθῃς ἡλίκον τοῦτό ἐστιν, ἀπείλησον τοῖς Ἕλλησιν, οὐ λέγω κινδύνους καὶ θανάτους καὶ λιμόν, ἀλλ' ὀλίγην ζημίαν χρημάτων, καὶ ὄψει μεταβαλλομένους εὐθέως. Ἀλλ' οὐ τὰ ἡμέτερα τοιαῦτα, ἀλλὰ πάντων κατακοπτομένων καὶ σφαζομένων, καὶ πανταχοῦ πολεμουμένων, καὶ ποικίλοις τρόποις πολέμων, ἀνθηρότερα ταῦτα ἐγίνετο. Καὶ τί λέγω τοὺς παρόντας Ἕλληνας νῦν, τοὺς εὐτελεῖς καὶ εὐκαταφρονήτους; Τοὺς τότε θαυμαστοὺς παραγάγωμεν εἰς μέσον, τοὺς ἐπὶ φιλοσοφίᾳ βεβοημένους, τὸν Πλάτωνα, τὸν Διαγόραν, τὸν Κλαζομένιον, καὶ ἑτέρους πολλοὺς τοιούτους, καὶ ὄψει τότε τοῦ κηρύγματος τὴν ἰσχύν. Μετὰ γὰρ τὸ κώνειον τοῦ Σωκράτους, οἱ μὲν εἰς Μέγαρα ἀπῆλθον, δεδοικότες μὴ τὰ αὐτὰ πάθωσιν· οἱ δὲ καὶ τῆς πατρίδος καὶ τῆς ἐλευθερίας ἐξέπεσον, καὶ πλέον μιᾶς γυναικός, οὐδενὸς ἑτέρου περιεγένοντο· ὁ δὲ Κιτιεὺς ἐν τοῖς γράμμασιν ἀφεὶς τὴν πολιτείαν, οὕτω κατέλυσε. Καίτοι οὐδὲν ἦν τότε τὸ ἐμποδίζον, οὐ κίνδυνος, οὐκ ἰδιωτεία, ἀλλὰ καὶ δεινοὶ λέγειν ἦσαν, καὶ χρημάτων εὐπόρουν, καὶ τῆς παρὰ πᾶσι βοωμένης πατρίδος ἐτύγχανον ὄντες· ἀλλ' οὐδὲν ἴσχυσαν. Τοιοῦτον γὰρ ἡ πλάνη, καὶ μηδενὸς ἐνοχλοῦντος, καταρρεῖ· τοιοῦτον ἡ ἀλήθεια, καὶ πολλῶν πολεμούντων, διεγείρεται.