Ancient Greek · ~3 min
Homily 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De laudibus sancti Pauli apostoli (homiliae 1-7) 4.4
Not analysed yet
Σὺ δὲ ἀκούων ταῦτα, μὴ ἀναγκαστὴν τὴν κλῆσιν εἶναι νόμιζε· οὐδὲ γὰρ ἀναγκάζει ὁ Θεός, ἀλλ' ἀφίησι κυρίους εἶναι προαιρέσεων καὶ μετὰ τὴν κλῆσιν. Καὶ γὰρ Ἰουδαίοις ἀπεκάλυψεν ἑαυτὸν καὶ ὅτε ἐχρῆν, ἀλλ' οὐκ ἠθέλησαν δέξασθαι διὰ τὴν δόξαν τὴν παρὰ τῶν ἀνθρώπων. Εἰ δὲ λέγοι τις τῶν ἀπίστων, πόθεν δῆλον ὅτι Παῦλον ἐκάλεσεν ἐξ οὐρανοῦ, καὶ ἐπείσθη; διὰ τί γὰρ μὴ καὶ ἐμὲ ἐκάλεσεν; ἐκεῖνο πρὸς αὐτὸν ἐροῦμεν· πιστεύεις τοῦτο, εἰπέ μοι ὅλως, ὦ ἄνθρωπε; Οὐκοῦν εἰ πιστεύεις, ἀρκεῖ σοι εἰς σημεῖον. Εἰ μὲν γὰρ ἀπιστεῖς ὅτι ἐκάλεσεν ἐξ οὐρανοῦ, πῶς λέγεις, διὰ τί μὴ καὶ ἐμὲ ἐκάλεσεν; εἰ δὲ πιστεύεις ὅτι ἐκάλεσεν, ἀρκεῖ σοι τοῦτο εἰς σημεῖον. Πίστευε τοίνυν· καὶ γὰρ καὶ σὲ καλεῖ ἐξ οὐρανοῦ, ἐὰν ψυχὴν εὐγνώμονα ἔχῃς· ὡς ἐὰν ἀγνώμων ᾖς καὶ διεστραμμένος, οὐδὲ τὸ ἐνεχθῆναί σοι φωνὴν ἄνωθεν ἀρκέσει εἰς σωτηρίαν.