Ancient Greek · ~3 min
Homily 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De laudibus sancti Pauli apostoli (homiliae 1-7) 4.5
Not analysed yet
Ποσάκις γοῦν ἤκουσαν οἱ Ἰουδαῖοι φωνῆς ἐξ οὐρανοῦ φερομένης, καὶ οὐκ ἐπίστευσαν; πόσα εἶδον σημεῖα, καὶ ἐν τῇ Καινῇ, καὶ ἐν τῇ Παλαιᾷ, καὶ οὐκ ἐγένοντο βελτίους; Ἀλλ' ἐν μὲν τῇ Παλαιᾷ, οὗτοι μετὰ μυρία θαύματα ἐμοσχοποίησαν· ἡ δὲ Ἱεριχουντία πόρνη μηδὲν τούτων θεασαμένη πίστιν ἐπεδείξατο θαυμαστὴν περὶ τοὺς κατασκόπους. Καὶ ἐν τῇ γῇ δὲ τῆς ἐπαγγελίας οὗτοι μὲν, τῶν σημείων γινομένων, ἔμενον λίθων ἀναισθητότεροι· οἱ δὲ Νινευῗται τὸν Ἰωνᾶν θεασάμενοι μόνον, ἐπίστευσαν καὶ μετενόησαν, καὶ τὴν θεήλατον ὀργὴν ἀπεκρούσαντο. Ἐν δὲ τῇ Καινῇ, ἐπ' αὐτῆς τοῦ Χριστοῦ τῆς παρουσίας, ὁ μὲν λῃστὴς σταυρούμενον ἰδών, προσεκύνησεν· οὗτοι δὲ νεκροὺς ἐγείροντα θεασάμενοι, καὶ ἔδησαν καὶ ἐσταύρωσαν.