Ancient Greek · ~2 min
Homily 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De laudibus sancti Pauli apostoli (homiliae 1-7) 4.8
Not analysed yet
Μάγος ἦν, φησί. Μόνος οὖν οὗτος μάγος τοιοῦτος ἐγένετο. Πάντως ἠκούσατε, ὅτι καὶ παρὰ Πέρσαις καὶ Ἰνδοῖς πολλοὶ γεγόνασι μάγοι, καί εἰσιν ἔτι καὶ νῦν· ἀλλ' οὐδὲ ὄνομα αὐτῶν ἐστιν οὐδαμοῦ. Ἀλλ' ὁ ἐκ Τυάνων, φησίν, ἀπατεὼν ἐκεῖνος καὶ γόης, καὶ αὐτὸς ἔλαμψε. Ποῦ καὶ πότε; Ἐν μικρῷ μέρει τῆς οἰκουμένης, καὶ πρὸς βραχὺν χρόνον, καὶ ἐσβέσθη ταχέως καὶ ἀπώλετο, οὐκ Ἐκκλησίαν καταλιπών, οὐ λαόν, οὐκ ἄλλο τι τοιοῦτον οὐδέν. Καὶ τί λέγω μάγους καὶ γόητας τοὺς σβεσθέντας; πόθεν τὰ τῶν θεῶν ἐπαύθη πάντα, καὶ ὁ Δωδωναῖος, καὶ ὁ Κλάριος, καὶ πάντα τὰ πονηρὰ ταῦτα ἐργαστήρια σιγᾷ καὶ ἐπεστόμισται;