Ancient Greek · ~5 min
Homily 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De laudibus sancti Pauli apostoli (homiliae 1-7) 4.9
Not analysed yet
Πόθεν οὖν οὐ τοῦτον μόνον τὸν σταυρωθέντα, ἀλλὰ καὶ τὰ ὀστᾶ τῶν ὑπὲρ αὐτοῦ σφαγέντων πεφρίκασι δαίμονες; τίνος δὲ ἕνεκεν καὶ σταυρὸν ἀκούοντες ἀποπηδῶσι; Καὶ μὴν καταγελᾶν ἔδει· μὴ γὰρ λαμπρὸν καὶ ἐπίσημον ὁ σταυρός; Τοὐναντίον μὲν οὖν, αἰσχρὸν καὶ ἐπονείδιστον. Θάνατος γάρ ἐστι καταδίκου· θάνατός ἐστιν ὁ κακῶν ἔσχατος, καὶ παρὰ Ἰουδαίοις ἐπάρατος, καὶ παρὰ Ἕλλησι βδελυκτός. Πόθεν οὖν αὐτὸν ἐδεδοίκεισαν δαίμονες; ἆρ' οὐκ ἀπὸ τῆς τοῦ σταυρωθέντος δυνάμεως; Εἰ γὰρ αὐτὸ καθ' ἑαυτὸ τὸ πρᾶγμα ἐδεδοίκεισαν, μάλιστα μὲν οὖν καὶ τοῦτο ἀνάξιον θεῶν· πλὴν πολλοὶ καὶ πρὸ αὐτοῦ καὶ μετ' αὐτὸν ἐσταυρώθησαν, καὶ μετ' αὐτοῦ δὲ δύο. Τί οὖν, εἰ εἴποι τις, ἐν ὀνόματι τοῦ λῃστοῦ τοῦ σταυρωθέντος, ἢ τοῦ δεῖνος, ἢ τοῦ δεῖνος, φεύξεται ὁ δαίμων; Οὐδαμῶς, ἀλλὰ καὶ γελάσεται. Ἐὰν δὲ τὸν Ἰησοῦν προσθῇς τὸν Ναζωραῖον, καθάπερ ἀπὸ πυρός τινος φεύγουσι. Τί οὖν ἂν εἴποις; πόθεν ἐκράτησεν; ὅτι πλάνος ἦν; Ἀλλ' οὐ τοιαῦτα αὐτοῦ τὰ παραγγέλματα· ἄλλως δέ, καὶ πλάνοι πολλοὶ γεγόνασιν. Ἀλλ' ὅτι μάγος; Ἀλλ' οὐ τοῦτο μαρτυρεῖ τὰ δόγματα· καὶ μάγων πολλὴ πολλάκις ἐγένετο φορά. Ἀλλ' ὅτι σοφός; Ἀλλὰ σοφοὶ πολλοὶ πολλάκις ἐγένοντο. Τίς οὖν οὕτως ἐκράτησεν; Οὐδεὶς οὐδέποτε, οὐδὲ κατὰ μικρὸν ἐγγύς.