Ancient Greek
Homily 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De laudibus sancti Pauli apostoli (homiliae 1-7) 5.12
Not analysed yet
Ἵν' οὖν μὴ καὶ ἐνταῦθα τοῦτο γένηται, ὅρα πόσῃ κέχρηται τῇ προδιορθώσει μέλλων καυχᾶσθαι, οὐχ ἅπαξ, οὐδὲ δίς, ἀλλὰ πολλάκις ἀναδυόμενος. Ὤφελον γὰρ ἀνείχεσθέ μου, φησί, μικρὸν τῇ ἀφροσύνῃ· καὶ πάλιν· Ὃ λαλῶ, οὐ λαλῶ κατὰ Κύριον, ἀλλ' ὡς ἐν ἀφροσύνῃ. Ἐν ᾧ δ' ἄν τις ἐν ἀφροσύνῃ τολμᾷ λέγων, τολμῶ κἀγώ. Καὶ τοσαῦτα εἰπών, οὐδὲ τούτοις ἠρκέσθη, ἀλλὰ πάλιν μέλλων εἰς τὰ ἐγκώμια ἐμβαίνειν κρύπτει ἑαυτὸν λέγων· Οἶδα ἄνθρωπον· καὶ πάλιν· Ὑπὲρ τοῦ τοιούτου καυχήσομαι, ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι· καὶ μετὰ ταῦτα πάντα· Γέγονα ἄφρων, φησίν, ὑμεῖς με ἠναγκάσατε. Τίς οὖν οὕτως ἀνόητος καὶ σφόδρα ἀναίσθητος, ὡς τὸν ἅγιον ἐκεῖνον ὁρῶν, τοσαύτης ἐπικειμένης ἀνάγκης, ὀκνοῦντα καὶ ἀναδυόμενον περὶ ἑαυτοῦ τι μέγα εἰπεῖν, καὶ καθάπερ ἵππον κατὰ κρημνῶν ἐρχόμενον καὶ ἀναχαιτίζοντα συνεχῶς, καίτοι μέλλων τοσαῦτα οἰκονομεῖν, μὴ φεύγειν ἐκ πολλῆς τὸ πρᾶγμα περιουσίας, καὶ μόνου καιροῦ καταναγκάζοντος κεχρῆσθαι τῷ πράγματι;