Ancient Greek
Homily 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De laudibus sancti Pauli apostoli (homiliae 1-7) 5.13
Not analysed yet
Βούλει καὶ ἕτερον αὐτοῦ δείξω τοιοῦτον; Τὸ γὰρ δὴ θαυμαστόν· τοῦτό ἐστιν, ὅτι οὐκ ἠρκεῖτο τῷ συνειδότι, ἀλλὰ καὶ ἡμᾶς ἐδίδασκε πῶς ἕκαστον τούτων μετιέναι δεῖ, οὐχ ἑαυτῷ μόνον ἀπολογίαν κατασκευάζων ἀπὸ τῆς τῶν καιρῶν ἀνάγκης, ἀλλὰ καὶ τοὺς ἄλλους παιδεύων, ὥστε ἐμπεσόντος καιροῦ μὴ φεύγειν τὸ τοιοῦτον, μήτε ἀκαίρως αὐτὸ μετιέναι πάλιν. Διὰ γὰρ τούτων ὧν εἶπε, μονονουχὶ ταῦτα ἔλεγε· κακὸν μέγα τὸ περὶ ἑαυτοῦ λέγειν μέγα τι καὶ θαυμαστόν· καὶ ἐσχάτης ἀνοίας τοῦτο, ἀγαπητέ, τὸ μηδεμιᾶς ἀνάγκης ἐπικειμένης, καὶ ἀνάγκης βιαίας, καλλωπίζεσθαι τοῖς ἐγκωμίοις· οὐκ ἔστι τοῦτο κατὰ Κύριον λαλεῖν, ἀλλὰ παραπληξίας μᾶλλον δεῖγμα τὸ τοιοῦτόν ἐστι, καὶ πάντα ἡμῖν κενοῖ τὸν μισθὸν μετὰ τοὺς πολλοὺς ἱδρῶτας καὶ πόνους. Ταῦτα γὰρ ἅπαντα καὶ πλείονα τούτων, δι' ὧν παρῃτήσατο καὶ ἀνάγκης ἐμπεσούσης, εἶπε πρὸς ἅπαντας. Τὸ δὲ τούτου μεῖζον, ὅτι οὐδὲ ἀνάγκης ἐμπεσούσης, πάντα ἐξέχεεν εἰς μέσον, ἀλλὰ τὰ πλείονα ἀπεκρύψατο καὶ τὰ μείζονα. Ἐλεύσομαι γάρ, φησίν, εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου· φείδομαι δέ, μή τις εἰς ἐμὲ λογίσηται, ὑπὲρ ὃ βλέπει ἢ ἀκούει τι ἐξ ἐμοῦ. Ταῦτα δὲ ἔλεγε παιδεύων ἅπαντας, μηδὲ ἀνάγκης οὔσης, πάντα ὅσα σύνισμεν ἑαυτοῖς, φέροντας αὐτὰ εἰς μέσον κατατιθέναι, ἀλλ' ὅσα τοῖς ἀκούουσι χρήσιμα.