Ancient Greek · ~4 min
Homily 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De laudibus sancti Pauli apostoli (homiliae 1-7) 5.6
Not analysed yet
Οὕτω καὶ Παῦλος τὸν ἑαυτοῦ μιμούμενος Δεσπότην οὐκ ἂν κατεγνώσθη, νῦν μὲν ὡς Ἰουδαῖος γινόμενος, νῦν δὲ ὡς ἄνομος· καὶ νῦν μὲν νόμον ἐφύλαττε, νῦν δὲ ὑπερεώρα νόμου· καὶ ποτὲ μὲν ἀντείχετο τῆς παρούσης ζωῆς, ποτὲ δὲ κατεφρόνει αὐτῆς· καὶ νῦν μὲν ᾔτει χρήματα, νῦν δὲ καὶ διδόμενα διεκρούετο· καὶ ἔθυε καὶ ἐξυρᾶτο, καὶ πάλιν ἀνεθεμάτιζε τοὺς ποιοῦντας· καὶ νῦν μὲν περιέτεμε, νῦν δὲ περιτομὴν ἐξέβαλε. Καὶ τὰ μὲν γινόμενα ἐναντία ἦν, ἡ δὲ γνώμη καὶ ἡ διάνοια ἀφ' ἧς ταῦτα ἐγίνετο σφόδρα ἀκόλουθος καὶ ἑαυτῇ συνημμένη. Ἓν γὰρ ἐζήτει, τῶν ταῦτα ἀκουόντων καὶ ὁρώντων τὴν σωτηρίαν. Διὰ δὴ τοῦτο νῦν μὲν ἐπαίρει νόμον, νῦν δὲ αὐτὸν καθαιρεῖ. Οὐ γὰρ δὴ μόνον ἐν οἷς ἔπραττεν, ἀλλὰ καὶ ἐν οἷς ἔλεγε, ποικίλος ἦν καὶ παντοδαπός, οὐχὶ μεταβαλλόμενος τὴν γνώμην, οὐδὲ ἕτερος ἐξ ἑτέρου γινόμενος, ἀλλὰ μένων ὅπερ ἦν, καὶ τῶν εἰρημένων ἕκαστον πρὸς τὴν παροῦσαν μεταχειρίζων χρείαν. Μὴ τοίνυν διὰ ταῦτα αὐτὸν κακίσῃς, ἀλλὰ δι' αὐτὰ μὲν οὖν ταῦτα μάλιστα ἀνακήρυξον καὶ στεφάνωσον.