Ancient Greek · ~3 min
Homily 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De laudibus sancti Pauli apostoli (homiliae 1-7) 5.7
Not analysed yet
Ἐπεὶ καὶ τὸν ἰατρόν, ὅταν ἴδῃς νῦν μὲν καίοντα, νῦν δὲ τρέφοντα, καὶ νῦν μὲν σιδήρῳ χρώμενον, νῦν δὲ φαρμάκῳ, καὶ ποτὲ μὲν ἀπάγοντα σιτίων καὶ ποτῶν, ποτὲ δὲ ἐπιτρέποντα τούτων ἅδην ἐμφορεῖσθαι τὸν κάμνοντα, καὶ ποτὲ μὲν περιβάλλοντα πάντοθεν, ποτὲ δὲ αὐτὸν ἐκεῖνον τὸν διαθερμανθέντα κελεύοντα φιάλην ὁλόκληρον ἐκπιεῖν ὑδάτων ψυχρῶν, οὐ καταγνώσῃ τῆς μεταβολῆς, οὐδὲ τῆς συνεχοῦς μεταστάσεως· ἀλλὰ τότε μάλιστα ἐπαινέσεις τὴν τέχνην, τὰ δοκοῦντα ἡμῖν ἐναντία εἶναι καὶ βλαβερὰ μετὰ τοῦ θαρρεῖν προσάγουσαν ὁρῶν, καὶ τὸ ἀσφαλὲς ἐγγυωμένην. Τοῦτο γὰρ ἀνὴρ τεχνικός. Εἰ δὲ ἰατρὸν ἀποδεχόμεθα τὰ ἐναντία ταῦτα ποιοῦντα, πολλῷ μᾶλλον τὴν Παύλου ψυχήν, οὕτω τοῖς κάμνουσι προσφερομένην, ἀνακηρύττειν δεῖ. Καὶ γὰρ τῶν τὰ σώματα ἀρρωστούντων οὐκ ἔλαττον οἱ τὰς ψυχὰς νοσοῦντες δέονται μηχανῆς καὶ μεταχειρίσεως· κἂν ἐξ εὐθείας αὐτοῖς προσίῃς, πάντα οἰχήσεται τὰ τῆς σωτηρίας αὐτῶν.