Ancient Greek · ~3 min
Homily 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De laudibus sancti Pauli apostoli (homiliae 1-7) 5.9
Not analysed yet
Διὸ καὶ ἔλεγεν· Εἴτε ἐξέστημεν, Θεῷ· εἴτε σωφρονοῦμεν, ὑμῖν. Οὔτε γάρ τις ἄλλος εἶχε τοσαύτας ἀνάγκας πρὸς ἀπόνοιαν, οὔτε ἄλλος τις οὕτω καθαρὸς ἀλαζονείας ἦν. Σκόπει δέ. Ἡ γνῶσις φυσιοῖ· καὶ πάντες τοῦτο ἂν εἴποιμεν μετ' ἐκείνου· καὶ τοσαύτη δὲ ἦν ἐν αὐτῷ γνῶσις, ὅση ἐν οὐδενὶ τῶν πώποτε ἀνθρώπων γεγενημένων· ἀλλ' ὅμως αὐτὸν οὐκ ἐπῆρεν, ἀλλὰ καὶ ἐν αὐτῷ τούτῳ μετριάζει. Διὸ καὶ λέγει· Ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν· καὶ πάλιν· Ἐγώ, ἀδελφοί, οὔπω λογίζομαι ἐμαυτὸν κατειληφέναι, καί· Εἴ τις δοκεῖ εἰδέναι τι, οὔπω οὐδὲν ἔγνωκε. Πάλιν νηστεία φυσᾷ· καὶ τοῦτο ὁ Φαρισαῖος δηλοῖ λέγων· Νηστεύω δὶς τῆς ἑβδομάδος. Ἀλλ' οὗτος οὐχὶ νηστεύων, ἀλλὰ καὶ λιμώττων ἑαυτὸν ἔκτρωμα ἐκάλει.