Ancient Greek · ~5 min
Homily 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De laudibus sancti Pauli apostoli (homiliae 1-7) 5.8
Not analysed yet
Καὶ τί θαυμαστόν, εἰ ἄνθρωποι ταῦτα ποιοῦσιν, ὅπου ὁ Θεός, ὁ πάντα δυνάμενος, τούτῳ κέχρηται τῆς ἰατρείας τῷ νόμῳ, καὶ οὐ πάντοτε ἡμῖν ἐξ εὐθείας ὁμιλεῖ; Ἐπειδὴ γὰρ ἑκόντας εἶναι βούλεται καλούς, ἀλλ' οὐκ ἀνάγκῃ καὶ βίᾳ, ἐδέησεν αὐτῷ καὶ μεθόδου, οὐ διὰ τὸ αὐτοῦ ἀδύνατον, ἄπαγε, ἀλλὰ διὰ τὸ ἀσθενὲς τὸ ἡμέτερον. Αὐτῷ μὲν γὰρ ἔξεστι νεῦσαι μόνον, μᾶλλον δὲ ἐθελῆσαι μόνον, καὶ ποιῆσαι πάντα ἅπερ ἂν βούληται· ἡμεῖς δὲ ἅπαξ ἑαυτῶν γενόμενοι κύριοι, οὐκ ἀνεχόμεθα πάντα ὑπακούειν αὐτῷ. Ἐὰν οὖν ἄκοντας ἑλκύσῃ, ὅπερ ἔδωκεν ἀφαιρήσεται, τὴν τῆς ἐξουσίας λέγω ἐλευθερίαν. Ἵν' οὖν μὴ τοῦτο γένηται, ἐδέησεν αὐτῷ μεθόδων πολλῶν. Ταῦτα δὲ ἡμῖν οὐχ ἁπλῶς εἴρηται, ἀλλὰ διὰ τὸ ποικίλον τοῦ μακαρίου Παύλου καὶ σοφόν· ὥστε ὅταν ἴδῃς αὐτὸν φεύγοντα κινδύνους, θαύμασον ὁμοίως, ὥσπερ ὅταν ἴδῃς ὁμόσε χωροῦντα αὐτοῖς· καθάπερ γὰρ τοῦτο ἀνδρείας, οὕτω κἀκεῖνο σοφίας. Ὅταν ἴδῃς μεγάλα φθεγγόμενον, θαύμασον ὁμοίως, ὥσπερ ὅταν ἴδῃς μετριάζοντα· καθάπερ γὰρ τοῦτο ταπεινοφροσύνης, οὕτως ἐκεῖνο μεγαλοψυχίας. Ὅταν ἴδῃς καυχώμενον, θαύμασον ὁμοίως, ὥσπερ ὅταν ἴδῃς διακρουόμενον ἐγκώμιον· καὶ γὰρ καὶ τοῦτο ἤθους ἀτύφου, κἀκεῖνο φιλοστόργου καὶ φιλανθρώπου· τὴν γὰρ τῶν πολλῶν οἰκονομῶν σωτηρίαν, ταῦτα ἔπραττε.