Ancient Greek · ~7 min
Homily 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De laudibus sancti Pauli apostoli (homiliae 1-7) 6.12
Not analysed yet
Εἰ δὲ καὶ τὸν Ἰωάννην ἀπέτεμε, καὶ τοῦτο ἀξίως τῆς ὑπὲρ τοῦ κηρύγματος προνοίας. Τὸν γὰρ τὴν διακονίαν ταύτην ἐγκεχειρισμένον, οὐχὶ χαῦνόν τινα εἶναι χρή, οὐδὲ ἀναπεπτωκότα, ἀλλὰ ἀνδρεῖον καὶ εὔτονον, μηδὲ ἅπτεσθαι τῆς καλῆς πραγματείας ταύτης, εἰ μὴ μέλλοι μυριάκις ἀντεπιδιδόναι τὴν ἑαυτοῦ ψυχὴν εἰς θάνατον καὶ κινδύνους, καθὼς καὶ αὐτός φησιν ὁ Χριστός· Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. Ὁ γὰρ μὴ οὕτω διακείμενος πολλοὺς καὶ ἑτέρους προδίδωσι, καὶ μᾶλλον ἡσυχάζων ὠφελεῖ καθ' ἑαυτὸν ὤν, ἢ παριὼν εἰς μέσον, καὶ φορτίον δεχόμενος τῆς δυνάμεως ἑαυτοῦ μεῖζον· καὶ γὰρ καὶ ἑαυτὸν καὶ τοὺς ἐμπιστευθέντας προσαπολλύει. Πῶς γὰρ οὐκ ἄτοπον, εἰ μέν τις κυβερνητικὴν ἀγνοεῖ, καὶ τὴν πρὸς τὰ κύματα μάχην, μηδὲ μυρίων ἀναγκαζόντων ἑλέσθαι ἐπὶ τῶν οἰάκων καθίσαι, τὸν δὲ ἐπὶ τὸ κήρυγμα ἰόντα, ἁπλῶς καὶ ὡς ἔτυχεν ἐπὶ τοῦτο χωρεῖν, καὶ ἀπερισκέπτως καταδέχεσθαι πρᾶγμα μυρίων θανάτων πρόξενον; Οὔτε γὰρ κυβερνήτην, οὔτε τὸν πρὸς τὰ θηρία πυκτεύοντα, οὐ τὸν μονομαχεῖν ἑλόμενον, οὐκ ἄλλον οὐδένα οὕτω πρὸς θανάτους καὶ σφαγὰς παρατεταγμένην ἔχειν δεῖ τὴν ψυχήν, ὡς τὸν τὸ κήρυγμα ἀναδεχόμενον. Καὶ γὰρ οἱ κίνδυνοι μείζους, καὶ οἱ ἀντίπαλοι χαλεπώτεροι, καὶ τὸ οὕτω σφαγῆναι, οὐ περὶ τῶν τυχόντων. Οὐρανὸς γὰρ τὸ ἔπαθλον κεῖται, καὶ γέεννα τοῖς ἁμαρτάνουσι τὸ ἐπιτίμιον, καὶ ψυχῆς ἀπώλεια καὶ σωτηρία. Οὐ τὸν τὸ κήρυγμα δὲ μόνον ἀναδεχόμενον οὕτω παρατετάχθαι δεῖ, ἀλλὰ καὶ ἁπλῶς τὸν πιστόν· ἅπασι γὰρ παρακελεύεται τὸν σταυρὸν αἴρειν καὶ ἀκολουθεῖν· εἰ δὲ πᾶσι, πολλῷ μᾶλλον τοῖς διδασκάλοις καὶ ποιμέσιν, ὧν καὶ Ἰωάννης ἦν τότε, ὁ καὶ Μάρκος λεγόμενος. Διὸ καὶ δικαίως ἐξετέμνετο, ὅτι ἐν αὐτῷ τάξας ἑαυτὸν τῷ μετώπῳ τῆς φάλαγγος, σφόδρα ἀνάνδρως εἱστήκει· διὸ καὶ ἀπέστησεν αὐτὸν ὁ Παῦλος, ὥστε μὴ τὴν ἐκείνου νωθείαν τῶν τόνων αὐτῶν τὸν δρόμον ἐκκόψαι.