Ancient Greek · ~3 min
Homily 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De laudibus sancti Pauli apostoli (homiliae 1-7) 6.11
Not analysed yet
Ἀλλὰ τὸν ἱερέα, φησίν, ὕβρισε, λέγων· Τύπτειν σε μέλλει ὁ Θεός, τοῖχε κεκονιαμένε. Καὶ οἶδα μὲν ὅτι τινὲς πρὸς τοῦτο ἀπολογούμενοι, προφητείαν εἶναί φασι τὸ εἰρημένον. Καὶ οὐκ ἐγκαλῶ τοῖς λέγουσι· καὶ γὰρ συνέβη τοῦτο, καὶ οὕτως ἐτελεύτησεν. Εἰ δέ τις δριμύτερος ὢν ἐχθρὸς ἀντιλέγοι, καὶ περιεργότερόν τι ποιῶν ἀνθυποφέροι λέγων· καὶ εἰ προφητεία ἦν, τίνος ἕνεκεν ἀπελογεῖτο λέγων· Οὐκ ᾔδειν ὅτι ἀρχιερεύς ἐστι; τοῦτο ἂν εἴποιμεν ὅτι τοὺς ἄλλους παιδεύων καὶ νουθετῶν πρὸς τοὺς ἄρχοντας ἐπιεικῶς διακεῖσθαι, ὥσπερ καὶ ὁ Χριστὸς ἐποίει. Μυρία γὰρ ῥητὰ καὶ ἄρρητα περὶ τῶν γραμματέων εἰπὼν καὶ Φαρισαίων, φησίν· Ἐπὶ τῆς καθέδρας Μωϋσέως ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι· πάντα οὖν, ὅσα ἂν λέγωσιν ὑμῖν ποιεῖν, ποιεῖτε. Οὕτω δὴ καὶ ἐνταῦθα ὁ Παῦλος, ὁμοῦ καὶ τὸ ἀξίωμα διετήρησε, καὶ τὸ μέλλον ἔσεσθαι προανεφώνησεν.