Ancient Greek · ~6 min
Homily 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De laudibus sancti Pauli apostoli (homiliae 1-7) 6.3
Not analysed yet
Δυνατὸν γάρ, εἰ βουληθείημεν μόνον, πᾶσαν φύσεως ἀγωνίαν τῇ τῆς προθυμίας νικῆσαι δυνάμει· καὶ οὐδέν ἐστιν ὅπερ ἀδύνατον ἀνθρώποις τῶν ὑπὸ Χριστοῦ κελευσθέντων· ἂν γὰρ ὅσην ἔχωμεν προθυμίαν ταύτην ἐπιδῶμεν, καὶ ὁ Θεὸς πολλὴν ἡμῖν συνεισάγει ῥοπήν, καὶ οὕτω πᾶσι τοῖς ἐπιοῦσι δεινοῖς ἀνάλωτοι γενησόμεθα. Οὐδὲ γὰρ τὸ φοβεῖσθαι πληγὰς καταγνώσεως ἄξιον, ἀλλὰ τὸ διὰ τὸν φόβον τῶν πληγῶν ἀνάξιόν τι τῆς εὐσεβείας ὑπομεῖναι, ὥστε τὸ δεδοικέναι πληγὰς τὸν ἐν τοῖς ἀγῶσιν ἄληπτον θαυμαστότερον δείκνυσι τοῦ μὴ φοβουμένου. Μᾶλλον γὰρ ἡ προαίρεσις οὕτω διαλάμπει· τὸ μὲν γὰρ φοβηθῆναι πληγάς, τῆς φύσεως· τὸ δὲ μηδὲν διὰ τὸν φόβον τῶν πληγῶν ἀπρεπὲς ὑπομεῖναι, τῆς προαιρέσεως διορθουμένης τὸ τῆς φύσεως ἐλάττωμα, καὶ κρατούσης τῆς ἀσθενείας ἐκείνης· ἐπεὶ οὐδὲ τὸ λυπεῖσθαι ἔγκλημα, ἀλλὰ τὸ διὰ τὴν λύπην εἰπεῖν τι ἢ πρᾶξαι τῶν τῷ Θεῷ μὴ δοκούντων. Εἰ μὲν γὰρ ἔλεγον ὅτι οὐκ ἦν ἄνθρωπος Παῦλος, καλῶς μοι τὰ τῆς φύσεως ἐλαττώματα εἰς μέσον ἦγες, ὡς μέλλων ταύτῃ τὸν λόγον ἐλέγχειν· εἰ δὲ λέγω καὶ διαβεβαιοῦμαι ὅτι ἄνθρωπος μὲν ἦν, καὶ ἡμῶν οὐδὲν ἀμείνων κατὰ τὴν φύσιν, βελτίων δὲ γέγονε κατὰ τὴν προαίρεσιν, εἰκῇ μοι ταῦτα προφέρεις, μᾶλλον δὲ οὐκ εἰκῇ, ἀλλὰ ὑπὲρ Παύλου. Καὶ γὰρ δεικνύεις ἐντεῦθεν ἡλίκος ἐκεῖνος ἦν, ὡς ἐν τοιαύτῃ φύσει τὰ ὑπὲρ τὴν φύσιν ἰσχῦσαι. Οὐκ ἐκεῖνον δὲ μόνον ἐπαίρεις, ἀλλὰ καὶ ἀπορράπτεις τῶν ἀναπεπτωκότων τὰ στόματα, οὐκ ἀφιεὶς αὐτοὺς εἰς τὴν τῆς φύσεως ὑπεροχὴν καταφυγεῖν, ἀλλ' ὠθῶν αὐτοὺς εἰς τὴν ἀπὸ προαιρέσεως σπουδήν.