Ancient Greek · ~4 min
Homily 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De laudibus sancti Pauli apostoli (homiliae 1-7) 6.4
Not analysed yet
Ἀλλὰ καὶ θάνατον, φησίν, ἔδεισέ ποτε; Καὶ γὰρ καὶ τοῦτο τῆς φύσεως. Ἀλλ' ὅμως οὗτος αὐτὸς πάλιν ὁ θάνατον δεδοικὼς ἔλεγε· Καὶ γὰρ ἡμεῖς, οἱ ὄντες ἐν τῷ σκήνει, στενάζομεν βαρούμενοι. Καὶ πάλιν· Ἡμεῖς αὐτοὶ ἐν ἑαυτοῖς στενάζομεν. Εἶδες πῶς ἀντίρροπον τῆς φυσικῆς ἀσθενείας τὴν ἀπὸ προαιρέσεως εἰσήγαγε δύναμιν; Ἐπεὶ καὶ μάρτυρες πολλοὶ πολλάκις ἀπάγεσθαι μέλλοντες ἐπὶ θανάτῳ ὠχρίασαν καὶ φόβου καὶ ἀγωνίας ἐνεπλήσθησαν· ἀλλὰ καὶ διὰ τοῦτο μάλιστα θαυμαστοί, ὅτι καὶ οὗτοι δεδοικότες θάνατον, οὐκ ἔφυγον θάνατον διὰ τὸν Ἰησοῦν. Οὕτω καὶ Παῦλος φοβούμενος θάνατον, οὐδὲ γέενναν παραιτεῖται διὰ τὸν ποθούμενον Ἰησοῦν, καὶ τρέμων τελευτήν, τὸ ἀναλῦσαι ἐπιζητεῖ. Οὐχ οὗτος δὲ μόνον τοιοῦτος ἦν, ἀλλὰ καὶ ὁ κορυφαῖος αὐτῶν πολλάκις εἰπὼν ὅτι ἕτοιμός ἐστι τὴν ψυχὴν ἐπιδοῦναι, σφόδρα ἐδεδοίκει θάνατον. Ἄκουσον γοῦν τί διαλεγόμενος αὐτῷ περὶ τούτου φησὶν ὁ Χριστός· Ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος σε ζώσει καὶ οἴσει ὅπου οὐ θέλεις, τὸ τῆς φύσεως ἐλάττωμα διηγούμενος, οὐ τὸ τῆς προαιρέσεως.