Ancient Greek · ~2 min
Homily 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De laudibus sancti Pauli apostoli (homiliae 1-7) 6.7
Not analysed yet
Τοῦτό ἐστι μάλιστα καλόν, ὡς ὅταν λέγῃ· Ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ. Τότε μάλιστα ἐγὼ αὐτὸν ἐπαινῶ, ὁρῶν οὐκ ἀπονητὶ τὴν ἀρετὴν κατορθοῦντα, ὥστε μὴ εἶναι τοῖς μετὰ ταῦτα ῥᾳθυμίας ὑπόθεσιν τὴν εὐκολίαν τὴν ἐκείνου. Καὶ ὅταν λέγῃ πάλιν· Τῷ κόσμῳ ἐσταύρωμαι, τὴν προαίρεσιν αὐτοῦ στεφανῶ. Ἔνι γάρ, ἔνι φύσεως ἰσχὺν προαιρέσεως ἀκριβείᾳ μιμήσασθαι· κἂν εἰς μέσον ἀγάγωμεν τοῦτον αὐτὸν τὸν ἀνδριάντα τῆς ἀρετῆς, εὑρήσομεν ὅτι τὰ ἐκ προαιρέσεως αὐτῷ προσόντα καλά, εἰς φύσεως στερρότητα ἐφιλονείκησεν ἐξενεγκεῖν.