Ancient Greek
Homily 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De laudibus sancti Pauli apostoli (homiliae 1-7) 6.6
Not analysed yet
Ἀλλὰ βέβαιον τὸ τῆς φύσεως; Ἀλλ' εἰ βούλει προαίρεσιν γενναίαν ἔχειν, τοῦτο στερρότερον ἐκείνου γίνεται. Ἢ οὐχ ὁρᾷς τῶν μαρτύρων ξίφεσι τὰ σώματα τεμνόμενα, καὶ τὴν μὲν φύσιν εἴκουσαν τῷ σιδήρῳ, τὴν δὲ προαίρεσιν οὐ παραχωροῦσαν αὐτῷ, οὐδὲ ἐλεγχομένην; οὐκ εἶδες ἐπὶ τοῦ Ἀβραάμ, εἰπέ μοι, προαίρεσιν φύσεως κρατήσασαν, ἡνίκα τὸν παῖδα σφαγιάσαι ἐκελεύσθη, καὶ ταύτην ἐκείνης δυνατωτέραν φανεῖσαν; οὐκ εἶδες ἐπὶ τῶν τριῶν παίδων τὸ αὐτὸ τοῦτο συμβάν; οὐκ ἀκούεις καὶ τῆς ἔξωθεν παροιμίας λεγούσης, ὅτι δευτέρα φύσις ἡ προαίρεσις γίνεται ἐκ συνηθείας; Ἐγὼ δὲ φαίην ἂν ὅτι καὶ προτέρα, καθὼς τὰ προειρημένα ἀπέδειξεν. Ὁρᾷς ὅτι δυνατὸν καὶ τὴν ἀπὸ τῆς φύσεως ἔχειν στερρότητα, ἐὰν προαίρεσις ᾖ γενναία καὶ διεγηγερμένη, καὶ πλείονα καρποῦσθαι τὸν ἔπαινον τόν γε ἑλόμενον καὶ βουληθέντα, ἢ ἀναγκασθέντα καλὸν εἶναι;