Ancient Greek
Homily 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De laudibus sancti Pauli apostoli (homiliae 1-7) 6.9
Not analysed yet
Διὰ γὰρ τοῦτο ἀμφότερα κεῖται, ἵνα μήτε διὰ τὰ μεγάλα ἐκεῖνα ἑτέρας αὐτὸν εἶναι νομίσῃς φύσεως καὶ ἀπογνῷς, μήτε διὰ τὰ μικρὰ ταῦτα καταγνῷς τῆς ἁγίας ψυχῆς, ἀλλὰ κἀντεῦθεν πάλιν τὴν ἀπόγνωσιν ἐκβαλών, εἰς χρηστὰς σαυτὸν ἀγάγῃς ἐλπίδας. Διὰ τοῦτο τίθησι πάλιν καὶ τὸ τῆς χάριτος τοῦ Θεοῦ μεθ' ὑπερβολῆς, μᾶλλον δὲ οὐ μεθ' ὑπερβολῆς, ἀλλὰ μετὰ εὐγνωμοσύνης, ἵνα μηδὲν αὐτοῦ νομίσῃς εἶναι. Λέγει δὲ καὶ τὰ τῆς αὐτοῦ προθυμίας, ἵνα μὴ τὸ πᾶν ἐπὶ τὸν Θεὸν ῥίψας, διάγῃς καθεύδων καὶ ῥέγχων. Καὶ πάντων μέτρα καὶ κανόνας εὑρήσεις παρ' αὐτῷ μετὰ ἀκριβείας κειμένους.