Ancient Greek · ~6 min
Homily 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De laudibus sancti Pauli apostoli (homiliae 1-7) 6.10
Not analysed yet
Ἀλλὰ καὶ ἐπηράσατο τῷ χαλκεῖ, φησίν, Ἀλεξάνδρῳ ποτέ. Καὶ τί τοῦτο; Οὐ γὰρ θυμοῦ τὸ ῥῆμα ἦν, ἀλλ' ὀδύνης τῆς ὑπὲρ τῆς ἀληθείας· οὐ γὰρ δι' ἑαυτὸν ἤλγει, ἀλλ' ὅτι ἀνθίστατο τῷ κηρύγματι· Λίαν γὰρ ἀνθίσταται, φησίν, οὐχὶ ἐμοί, ἀλλὰ τοῖς ἡμετέροις λόγοις· ὥστε ἡ ἀρὰ οὐ μόνον τὸν τούτου πόθον ἐδείκνυε τὸν ὑπὲρ τῆς ἀληθείας, ἀλλὰ καὶ τοὺς μαθητὰς παρεμυθεῖτο. Ἐπειδὴ γὰρ πάντας εἰκὸς ἦν σκανδαλίζεσθαι, τῶν ἐπηρεαζόντων τῷ λόγῳ οὐδὲν πασχόντων, διὰ τοῦτο ταῦτά φησιν. Ἀλλὰ καὶ κατηύξατό ποτε ἑτέρων τινῶν, λέγων· Εἴπερ δίκαιον παρὰ Θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ἡμᾶς θλῖψιν· οὐκ ἐκείνους ἐπιθυμῶν δίκην δοῦναι, μὴ γένοιτο, ἀλλὰ τοὺς ἐπηρεαζομένους σπεύδων παραμυθήσασθαι· διὸ καὶ ἐπάγει· Αὐτοῖς τοῖς θλιβομένοις ἄνεσιν. Ἐπεὶ ὅταν αὐτός τι πάσχῃ ἀηδές, ἄκουσον πῶς φιλοσοφεῖ, καὶ τοῖς ἐναντίοις ἀμείβεται, λέγων· Λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν. Εἰ δὲ τὰ ὑπὲρ τῶν ἄλλων λεγόμενα ἢ γινόμενα ὀργῆς εἶναι φαίης, ὥρα σοι καὶ τὸν Ἐλύμαν ἐξ ὀργῆς αὐτὸν πεπηρωκέναι καὶ ὑβρικέναι, καὶ τὸν Ἀνανίαν καὶ τὴν Σάπφειραν τὸν Πέτρον ἐξ ὀργῆς ἀπεκτονέναι. Ἀλλ' οὐδεὶς οὕτως ἀνόητος καὶ ἠλίθιος ὡς ταῦτα εἰπεῖν. Καὶ ἕτερα δὲ πολλὰ εὑρίσκομεν αὐτὸν καὶ λέγοντα καὶ ποιοῦντα, δοκοῦντα εἶναι φορτικά, καὶ ταῦτα μάλιστά ἐστιν, ἃ τὴν ἐπιείκειαν αὐτοῦ δείκνυσι. Καὶ γὰρ ὅταν τῷ σατανᾷ παραδῷ τὸν ἐν Κορίνθῳ πεπορνευκότα, ἐξ ἀγάπης αὐτὸ πολλῆς ποιεῖ καὶ φιλοστόργου διανοίας· καὶ τοῦτο δείκνυσι καὶ ἐκ τῆς δευτέρας ἐπιστολῆς. Καὶ ὅταν Ἰουδαίοις ἀπειλῇ καὶ λέγῃ· Ἔφθασεν αὐτοὺς ἡ ὀργὴ εἰς τέλος, οὐ θυμοῦ πληρούμενος αὐτὸ ποιεῖ, —ἀκούεις γοῦν αὐτοῦ συνεχῶς ὑπὲρ αὐτῶν εὐχομένου—, ἀλλὰ βουλόμενος φοβῆσαι καὶ σωφρονεστέρους ἐργάσασθαι.