Ancient Greek · ~4 min
Homily 7
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De laudibus sancti Pauli apostoli (homiliae 1-7) 7.1
Not analysed yet
Ὅταν οἱ τὰ σημεῖα βαστάζοντες τὰ βασιλικά, σάλπιγγος πρὸ αὐτῶν ἠχούσης καὶ πολλῶν στρατιωτῶν προηγουμένων, εἰς τὰς πόλεις εἰσίωσιν, ἅπας ὁ δῆμος συντρέχειν εἴωθεν, ὥστε καὶ τῆς ἠχῆς ἀκοῦσαι, καὶ τὸ σημεῖον ἰδεῖν ἐφ' ὑψηλοῦ φερόμενον, καὶ τοῦ βαστάζοντος τὴν ἀνδρείαν. Ἐπεὶ οὖν καὶ Παῦλος εἰσέρχεται σήμερον, οὐκ εἰς πόλιν, ἀλλ' εἰς τὴν οἰκουμένην, συνδράμωμεν ἅπαντες. Καὶ γὰρ οὗτος σημεῖον βαστάζει, οὐ τοῦ κάτω βασιλέως, ἀλλὰ τὸν σταυρὸν τοῦ ἄνω Χριστοῦ, καὶ προηγοῦνται οὐκ ἄνθρωποι, ἀλλ' ἄγγελοι, καὶ εἰς τιμὴν τοῦ βασταζομένου καὶ εἰς ἀσφάλειαν τοῦ φέροντος. Εἰ γὰρ τοῖς τὸν ἴδιον βίον οἰκονομοῦσι, καὶ οὐδὲν τῶν κοινῶν πράττουσιν, ἄγγελοι παρὰ τοῦ τῶν ὅλων Δεσπότου εἰσὶ δεδομένοι φύλακες, καθὼς καὶ Ἰακώβ φησιν· Ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ νεότητός μου· πολλῷ μᾶλλον ἐπὶ τῶν τὴν οἰκουμένην ἐγχειρισθέντων καὶ τηλικοῦτον βασταζόντων ὄγκον δωρεῶν πάρεισιν αἱ δυνάμεις αἱ ἄνω. Οἱ μὲν οὖν παρὰ τῶν ἔξωθεν ταύτης ἠξιωμένοι τῆς τιμῆς, ἱμάτια περίκεινται καὶ περιαυχένιον κόσμον χρυσοῦν, καὶ πάντοθέν εἰσι λαμπροί· οὗτος δὲ ἅλυσιν ἀντὶ χρυσοῦ περικείμενος βαστάζει τὸν σταυρόν· οὗτος ἐλαυνόμενος, οὗτος μαστιζόμενος καὶ λιμώττων.