Ancient Greek
Homily 7
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De laudibus sancti Pauli apostoli (homiliae 1-7) 7.2
Not analysed yet
Ἀλλὰ μὴ στυγνάσῃς, ἀγαπητέ. Καὶ γὰρ ὁ κόσμος οὗτος ἐκείνου πολλῷ βελτίων καὶ λαμπρότερος, καὶ Θεῷ φίλος· διὸ καὶ βαστάζων οὐκ ἔκαμνε. Τοῦτο γάρ ἐστι τὸ θαυμαστόν, ὅτι μετὰ δεσμῶν καὶ μαστίγων λαμπρότερος τῶν τὴν ἁλουργίδα καὶ τὸ διάδημα ἐχόντων ἦν. Ὅτι γὰρ λαμπρότερος, καὶ οὐ κόμπος τὰ εἰρημένα, ἐδήλωσεν αὐτοῦ τὰ ἱμάτια. Διαδήματα μὲν γὰρ μυρία καὶ πορφυρίδας τοσαύτας ἂν ἐπιθῇς ἀρρωστοῦντι, οὐδὲ μικρόν τι τῆς φλογὸς ὑποτεμέσθαι δυνήσῃ· τὰ δὲ ἐκείνου σιμικίνθια ὁμιλοῦντα τοῖς σώμασι τῶν καμνόντων, πᾶσαν νόσον δραπετεύειν ποιεῖ, καὶ εἰκότως. Εἰ γὰρ λῃσταὶ τοῦτο ὁρῶντες τὸ σημεῖον οὐ τολμῶσιν ἐπελθεῖν, ἀλλ' ἀμεταστρεπτὶ φεύγουσι, πολλῷ μᾶλλον νόσοι καὶ δαίμονες ὁρῶντες ἐκεῖνο τὸ σημεῖον φεύγουσιν. Ἐβάσταζε δέ, οὐχ ἵνα αὐτὸς αὐτὸ φέρῃ μόνος, ἀλλ' ἵνα ἅπαντας τοιούτους ποιήσῃ καὶ διδάξῃ βαστάζειν· διὸ καὶ ἔλεγε· Μιμηταί μου γίνεσθε, καθὼς ἔχετε τύπον ἡμᾶς· καὶ πάλιν· Ἃ ἠκούσατε καὶ εἴδετε ἐν ἐμοί, ταῦτα πράσσετε· καὶ πάλιν· Ἡμῖν ἐχαρίσθη, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν. Τὰ μὲν γὰρ τοῦ παρόντος ἀξιώματα βίου τότε μείζονα φαίνεται, ὅταν εἰς ἕνα περιστῇ μόνον· ἐπὶ δὲ τῶν πνευματικῶν τοὐναντίον· τότε μάλιστα λάμπει τὸ τῆς τιμῆς, ὅταν πολλοὺς τῆς προεδρίας ἔχῃ κοινωνούς, καὶ ὅταν ὁ μετέχων μὴ εἷς ᾖ, ἀλλὰ πολλοὺς ἔχῃ τοὺς τῶν αὐτῶν ἀπολαύοντας. Ὁρᾷς οὖν πάντας σημειοφόρους, καὶ ἕκαστον τὸ ὄνομα αὐτοῦ βαστάζοντα ἐνώπιον ἐθνῶν καὶ βασιλέων, αὐτὸν δὲ καὶ ἐνώπιον γεέννης, καὶ ἐνώπιον κολάσεως. Ἀλλ' οὐκ εἶπεν οὕτως· οὐ γὰρ ἠδύναντο ἐκεῖνοι βαστάζειν.