Ancient Greek · ~3 min
Homily 7
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De laudibus sancti Pauli apostoli (homiliae 1-7) 7.5
Not analysed yet
Εἰ μὲν γὰρ τιμῆς ἕνεκεν καὶ προεδρίας ἐπεπήδων τοῖς πράγμασι, καὶ τῆς αὐτῶν θεραπείας εἰκότως ἂν ἐνεκλήθησαν. Ἐπειδὴ δὲ κινδύνους ἠγάπων, καὶ θανάτους ἐπεσπῶντο, ἵνα τοὺς ἄλλους διασώσωσιν ἅπαντας, τίς οὕτως ἄθλιος ὥστε ἐγκαλέσαι προθυμίᾳ τοσαύτῃ; Ὅτι γὰρ τῆς τῶν ἀπολλυμένων σωτηρίας ἐρῶντες ταῦτα ἔπραττον, ἐδήλωσε καὶ ἡ τοῦ Θεοῦ ψῆφος, ἐδήλωσε καὶ ἡ τῶν κακῶς ἐρασθέντων τὸν ἔρωτα τοῦτον ἀπώλεια. Ἐπεπήδησάν ποτε καὶ ἕτεροι ἀρχῇ καὶ προστασίᾳ, ἀλλὰ πάντες ἀπέθανον, οἱ μὲν ἐμπρησθέντες, οἱ δὲ γῆς διαστάσει καταποθέντες. Οὐ γὰρ διὰ προστασίαν τοῦτο ἐποίουν, ἀλλὰ διὰ προεδρίας ἔρωτα. Ἐπεπήδησε καὶ Ὀζίας, ἀλλὰ καὶ οὗτος ἀκάθαρτος γέγονεν· ἐπεπήδησε καὶ Σίμων, ἀλλὰ κατεδικάσθη, καὶ περὶ τῶν ἐσχάτων ἐκινδύνευσε· ἐπεπήδησε καὶ Παῦλος, ἀλλ' ἐστεφανώθη, οὐχὶ ἱερωσύνῃ καὶ τιμῇ, ἀλλὰ διακονίᾳ καὶ πόνοις καὶ κινδύνοις. Καὶ ὅτι ἀπὸ ζήλου πολλοῦ καὶ προθυμίας ἐπέδραμε, διὰ τοῦτο ἀνακηρύττεται καὶ λαμπρὸς ἐκ προοιμίων ἦν.