Ancient Greek · ~4 min
Homily 7
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De laudibus sancti Pauli apostoli (homiliae 1-7) 7.6
Not analysed yet
Ὥσπερ γὰρ ὁ χειροτονούμενος ἄρχων, ἂν μὴ δεόντως τὸ πρᾶγμα μετίῃ, καὶ μείζονός ἐστι κολάσεως ἄξιος, οὕτω κἂν μὴ χειροτονηθῆ τις, μεταχειρίζῃ δὲ προσηκόντως, οὐ λέγω τὰ τῆς ἱερωσύνης, ἀλλὰ τὰ τῆς τῶν πολλῶν προνοίας, τοῦ παντὸς ἄξιός ἐστι. Διὰ τοῦτο οὐδεμίαν ἀνέμεινεν ἡμέραν ἡσυχάζων ὁ πυρὸς οὗτος σφοδρότερος, ἀλλ' ὁμοῦ τε ἀνέβη ἀπὸ τῆς ἱερᾶς τῶν ὑδάτων πηγῆς, καὶ πολλὴν ἀνῆψεν ἑαυτῷ τὴν φλόγα, καὶ οὔτε κινδύνους ἐνενόησεν, οὐ τὸν γέλωτα καὶ τὴν αἰσχύνην τὴν παρὰ Ἰουδαίων, οὐ τὸ ἀπιστεῖσθαι παρ' αὐτοῖς, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν· ἀλλ' ἑτέρους λαβὼν ὀφθαλμούς, τοὺς τῆς ἀγάπης, καὶ ἑτέραν διάνοιαν, μετὰ πολλῆς ἐνέπιπτε τῆς ῥύμης, ὥσπερ τις χειμάρρους, ἅπαντα παρασύρων τὰ Ἰουδαίων, καὶ διὰ τῶν Γραφῶν δεικνὺς ὅτι αὐτός ἐστιν ὁ Χριστός. Καίτοι γε οὔπω χαρίσματα πολλὰ τῆς χάριτος ἦν αὐτῷ, οὔπω τοσούτου Πνεύματος κατηξίωτο· ἀλλ' ὅμως εὐθέως ἐφλέγετο, καὶ ψυχῇ θανατώσῃ πάντα ἔπραττε, καὶ ὥσπερ ἀπολογούμενος ὑπὲρ τοῦ παρελθόντος χρόνου, οὕτω πάντα ἐποίει, καὶ ἐπραγματεύετο εἰς τὸ πονοῦν μάλιστα τοῦ πολέμου μέρος ἑαυτὸν ἐμβάλλων, καὶ ὃ κινδύνων ἔγεμε καὶ φόβων.