Ancient Greek · ~2 min
Homily 7
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De laudibus sancti Pauli apostoli (homiliae 1-7) 7.7
Not analysed yet
Καὶ ὅμως οὕτω τολμητὴς ὢν καὶ ὁρμητίας καὶ πῦρ πνέων, οὕτω πάλιν πειθήνιος ἦν καὶ εὐήνιος τοῖς διδασκάλοις ὥστε μὴ ἐν τοσαύτῃ ῥύμῃ προθυμίας αὐτοῖς ἀντιπεσεῖν. Καὶ γὰρ ζέοντι τότε καὶ μαινομένῳ προσελθόντες εἶπον ὅτι δεῖ ἀπελθεῖν εἰς Ταρσὸν καὶ Καισάρειαν, καὶ οὐκ ἀντεῖπεν· εἶπον ὅτι χρὴ διὰ τοῦ τείχους χαλασθῆναι, καὶ ἠνέσχετο· συνεβούλευσαν ξυρᾶσθαι, καὶ οὐκ ἀντέπεσεν· εἶπον μὴ εἰσελθεῖν εἰς τὸ θέατρον, καὶ εἶξεν. Οὕτως ἑνὸς ἦν πανταχοῦ τοῦ συμφέροντος τοῖς πιστοῖς, τῆς εἰρήνης, τῆς ὁμονοίας, καὶ πανταχοῦ ἑαυτὸν ἐτήρει τῷ κηρύγματι.